Πραγμάτων φύσιν τῶν ἐν ἀνθρώποις ἠκρίβωσαν μὲν καὶ ἄλλοι, καὶ τοῖς μετʼ αὐτοὺς παρέδωκαν φέροντες· Αἴσωπος δὲ δοκεῖ μὴ πόρρω θειοτέρας ἐπιπνοίας τῆς ἠθικῆς διδασκαλίας ἁψάμενος πολλῷ τῷ μέτρῳ τοὺς πολλοὺς αὐτῶν παρελάσαι. καὶ γὰρ οὔτʼ ἀποφαινόμενος, οὔτε συλλογιζόμενος, οὔτε μὴν ἐξ ἱστορίας, ἣν ὁ πρὸ τῆς κατʼ αὐτὸν ἡλικίας ἤνεγκε χρόνος, τὴν νουθεσίαν διατιθέμενος, ἀλλὰ μύθοις τὰ πάντα παιδοτριβῶν, οὕτω τὰς τῶν ἀκροωμένων ἀγρεύει ψυχάς, ὡς αἰσχύνεσθαι ταῦτα τοὺς λογικοὺς ποιεῖν ἢ φρονεῖν, ἃ μήτε ὄρνιθες μήτε ἀλώπεκες, καὶ αὖ πάλιν μὴ προσέχειν ἐκείνοις, οἷς πολλὰ τῶν ἀλόγων ἐν καιρῷ καὶ νουνεχῶς προσεσχηκότα μυθεύεται. ἐξ ὧν ἃ μὲν κινδύνους ἐπηρτημένους αὐτοῖς διέδρα, ἃ δὲ μεγίστης ἐν τοῖς καιρίοις τῆς ὡφελείας ἔτυχεν. οὗτος τοίνυν ὁ τὸν καθʼ αὑτὸν βίον φιλοσόφου πολιτείας εἰκόνα προθέμενος καὶ ἔργοις μᾶλλον ἢ λόγοις φιλοσοφήσας, τὸ μὲν γένος ἐξ Ἀμορίου τῆς Φρυγίας κατῆγε τῆς μεγάλης ἐπίκλησιν, τὴν δὲ τύχην γέγονε δοῦλος. ἐφʼ ᾧ καὶ σφόδρα μοι δοκεῖ τὸ τοῦ Πλάτωνος ἐν Γοργίᾳ καλῶς ἅμα καὶ ἀληθῶς εἰρῆσθαι· „ὡς τὰ πολλὰ γὰρ ταῦτα“ φησίν „ἐναντία ἀλλήλοις ἐστίν, ἥ τε φύσις καὶ ὁ νόμος“. Αἰσώπου γὰρ τὴν ψυχὴν ἡ μὲν φύσις ἐλευθέραν ἀπέδωκεν, ὁ δὲ παρ ἀνθρώπων νόμος τὸ σῶμα πρὸς δουλείαν ἀπέδοτο. ἴσχυσεμέντοι οὐδʼ οὕτω τῇ τῆς ψυχῆς ἐλευθερίᾳ λυμήνασθαι, ἀλλὰ καίτοι πρὸς πολλὰ καὶ πολλαχόσε μεταφέρων τὸ σῶμα, τῆς οἰκείας ἐκείνην ἕδρας οὐχ οἷός τʼ ἐγένετο μεταστῆσαι. ἐτύγχανε δʼ ὢν οὐ μόνον δοῦλος, ἀλλὰ καὶ δυσειδέστατα τῶν ἐπʼ αὐτοῦ πάντων ἀνθρώπων εἶχε. καὶ γὰρ φοξὸς ἦν, σιμὸς τὴν ῥῖνα, σιμὸς τὸν τράχηλον, πρόχειλος, μέλας — ὅθεν καὶ τοῦ ὀνόμάτος ἔτυχε· ταὐτὸν γὰρ Αἴσωπος τῷ Αἰθίοπι — προγάστωρ, βλαισὸς καὶ κυφός, τάχα καὶ τὸν Ὁμηρικὸν Θερσίτην τῇ αἰσχρότητι τοῦ εἴδους ὑπερβαλλόμενος.τὸ δὲ δὴ πάντων ἐν αὐτῷ χείριστον ἦν τὸ βραδύγλωσσον καὶ τὸ τῆς φωνῆς ἄσημόν τε καὶ ἀδιάρθρωτον. ἃ πάντα καὶ δοκεῖ τὴν δουλείαν Αἰσώπῳ παρασκευάσαι· καὶ γὰρ δὴ καὶ θαῦμα ἂν ἦν, εἰ οὕτως ἀτόπως ἔχοντι τοῦ σώματος ἐξεγένετο τὰς τῶν δουλούντων ἄρκυς διαφυγεῖν. ἀλλὰ τὸ μὲν σῶμα τοιοῦτον ἦν τῷ ἀνδρί· τὴν δὲ ψυχὴν ἀγχινούστατος ἐπεφύκει καὶ πρὸς ἐπίνοιαν πᾶσαν ἐπηβολώτατος.Ὁ κεκτημένος τοίνυν αὐτόν, ἅτε πρὸς οὐδὲν τῶν ἐντὸς οἰκίας ἔργων οἰκείως ἔχοντα, σκάπτειν εἰς ἀγρὸν ἐξαπέστειλεν. ὃ δʼ ἀπελθὼν, τοῦ ἔργου προθύμως εἴχετο. ἀφικομένῳ δέ ποτε καὶ τῷ δεσπότῃ πρὸς τὸν ἀγρὸν ἐφʼ ᾧ τῶν ἔργων ἐπισκοπὴν θέσθαι γεωργός τις σῦκα τῶν ἀγαθῶν δρεψάμενος δῶρον ἤνεγκεν. ὃ δʼ ἐπὶ τῷ τῆς ὀπώρας ἡσθεὶς ὡραίῳ, Ἀγαθόποδι τῷ οἰκέτῃ —τοῦτο γὰρ ἦν ὄνομα τῷ παιδί —φυλάττειν ἐκέλευσεν, ὡς αὐτῷ μετὰ τὸ λουτρὸν παραθεῖναι. συμβὰν δʼ οὕτω, καὶ τοῦ Αἰσώπου κατὰ δή τινα χρείαν εἰσελθόντος εἰς τὴν οἰκίαν, ἀφορμῆς ὁ Ἀγαθόπους λαβόμενος, βουλὴντοιάνδε τῶν συνδούλων τινὶ προτείνει· „ἐμφορηθῶμεν, εἰ δοκεῖ, τῶν σύκων, ὦ οὗτος, κἂν ὁ δεσπότης ἡμῶν ταῦτα ζητήσῃ, ἀλλʼ ἡμεῖς γε τοῦ Αἰσώπου καταμαρτυρήσομεν ἄμφω ὡς εἰς τὴν οἰκίαν εἰσδραμόντος καὶ ἀδείας τυχόντος καὶ τὰ σῦκα λάθρα καταφαγόντος, καὶ ἐπʼ ἀληθεῖ θεμελίῳ τῇ πρὸς τὸν οἶκον εἰσόδῳ πολλὰ τῶν ψευδῶν ἐποικοδομήσομεν. καὶ τὸ μηδὲν ἔσται ὅγε εἷς πρὸς τούς δύο, καὶ ταῦτα μηδʼ ἄνευ ἐλέγχων διᾶραί ποτε τὴν γλῶτταν δύναμιν ἔχων“. δόξαντος δὴ τούτου πρὸς τοὔργον ἐχώρησαν, καὶ τῶν σύκων ἐσθίοντες ἔλεγον ἐφʼ ἑκάστῳ σὺν γέλωτι· “φεῦ σοι, δύστηνε Αἴσωπε“. ὁ τοίνυν δεσπότης ἐπανελθών ἀπὸ τοῦ λουτροῦ, καὶ τὰ σῦκα ζητήσας καὶ ἀκούσας ὡς Αἴσωπος αὐτὰ κατεδήδοκε, τόν τε Αἴσωπον σύν ὀργῇ κελεύει κληθῆναι καὶ κληθέντι φησί· „λέγεμοι, ὦ κατάρατε, οὕτω μου κατεφρονήσας, ὡς εἰς τὸ ταμιεῖον εἰσελθεῖν καὶ τὰ ἑτοιμασθέντα μοι σῦκα θοινήσασθαι“; ὃ δὲ ἀκούων μὲν καὶ συνιεὶς ἦν, λαλεῖν δʼ εἶχεν οὐδʼ ὁπωσοῦν διὰ τὸ βραδύγλωσσον· μέλλων δὲ ἤδη τύπτεσθαι, τῶν κατηγόρων σφοδρότερον ἐπικειμένων, πεσών πρὸς τοὺς τοῦ δεσπότου πόδας, ἀνασχέσθαι μικρὸν ἐδεῖτο. δραμών δὲ καὶ χλιαρὸν ὕδωρ προσενεγκών, τούτου τε πέπωκε, καὶ τούς δακτύλους εἰς τὸ στόμα καθείς, αὖθις τὸ ὑγρὸν μόνον ἀνέβαλεν· οὔπω γὰρ τροφῆς ἁψάμενος ἔτυχεν.ἠντιβόλει γοῦν αὐτὸ τοῦτο καὶ τούς διώκοντας δρᾶσαι, ὡς ἂν δῆλον γένηται, τίς ὁ τὰ σῦκα διαφορήσας. ὁ δὲ δεσπότης τὸ νοῆμον αὐτοῦ θαυμάσας, οὕτω ποιεῖν καὶ τοῖς ἄλλοις ἐπέταξεν. οἳ δʼ ἐβουλεύσαντο πιεῖν μὲν τοὺ ὕδατος, μὴ μέντοι καὶ καθεῖναι κατὰ τοῦ λαιμοῦ τοὺς δακτύλους, ἀλλʼ ἐπὶ τὰ πλάγια τῶν γνάθων αὐτούς παραφέρειν. οὐκ ἔφθασαν δὲ πιόντες, καὶ τὸ χλιαρὸν ὕδωρ ἐκεῖνο ναυτίαν τοῖς πεπωκόσι παραχρὴμα ἐπενεγκόν, αύτομάτην παρέσχε τὴν ὀπώραν ἀναδοθῆναι. τότε τοίνυν πρὸ ὀφοθαλμῶν πεσόντος τοῦ τε κακουργήματος τῶν οἰκετῶν καὶ τῆς συκοφανp. 10 b. τίας, ὁ μὲν δεσπότης ἐκέλευσεν αὐτούς γυμνωθέντας μαστίζεσθαι· οἳ δʼ ἐπέγνωσαν σαφῶς κατὰ τὸν εἰπόντα ὡς ὅςτις καθʼ ἑτέρου δόλια μηχανεύεται αὐτὸς καθʼ αὐτοῦ τοῦτο ποιῶν λανθάνει.