ἐπιπλέοντος τοίνυν τοῦ μυὸς ἐν τῇ λίμνῃ νεκροῦ, καταπτὰς ἀετός, τοῦτον ἀφήρπασε, σὺν αὐτῷ δὲ προσηρτημένον ὁμοῦ καὶ τὸν βάτραχον. καὶ οὕτως ἄμφω κατεθοινήσατο. κἀγὼ τοίνυν βίᾳ πρὸς ὑμῶν ἀποθνήσκων, ἕξω τὸν ἀμυνοῦντα. Βαβυλὼν γὰρ καὶ Ἑλλὰς πᾶσα τὸν ἐμὸν παρʼ ὑμῶν ἀπαιτήσουσι θάνατον.“ οἱ μὲν οὖν Δελφοὶ οὐδʼ ὣς ἐφείδοντο τοῦ Αἰσώπου. ὃ δʼ ἐπὶ τὸ τοῦ Ἀπόλλωνος κατέφυγεν ἱερόν. οἳ δὲ κἀκεῖθεν ἀποσπάσαντες μετʼ ὀργῆς, ἐπὶ τὸν κρημνὸν αὖθις εἷλκον. ὃ δʼ ἀπαγόμενος ἔλεγεν· “ἀκούσατέ μου, Δελφοί· λαγωὸς ὑπ’ ἀετοῦ διωκόμενος, πρὸς κοίτην κανθάρου κατέφυγε, δεόμενος ὑπ’ αὐτοῦ σωθῆναι. ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην, ὁρκίζων αὐτὸν καὶ κατὰ τοῦ μεγίστου Διός, ἦ μὴν μὴ καταφρονῆσοι τῆς μικρότητος αὐτοῦ. ὃ δὲ μετʼ ὀργῆς τῇ πτέρυγι ῥαπίσας τὸν κάνθαρον, τὸν λαγωὸν ἁρπάσας κατέφαγεν. ὁ δὲ κάνθαρος τῷ τε ἀετῷ συναπέπτη, ὡς τὴν καλιὰν τούτου καταμαθεῖν. καὶ δὴ προσελθών, τὰ ὠὰ τούτου κατακυλίσας διέφθειρε. τοῦ δὲ δεινὸν ποιησαμένου, εἴ τις τοῦτο τολμήσειε, κἀπὶ μετεωροτέρου τόπου τὸ δεύτερον νεοττοποιησαμένου, κἀκεῖ πάλιν ὁ κάνθαρος τὰ ἴσα τοῦτον διέθηκεν. ὁ δʼ ἀετὸς ἀμηχανήσας τοῖς ὅλοις, ἀναβὰς ἐπὶ τὸν Δία, τούτου γὰρ ἱερὸς εἶναι λέγεται, τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ὠῶν ἐπέθηκε, τῷ θεῷ ταῦτα παραθέμενος, καὶ ἱκετεύσας φυλάττειν. ὁ κάνθαρος δὲ κόπρου σφαῖραν ποιήσας, καὶ ἀναβάς, ἐπὶ τοῦ κόλπου τοῦ Διὸς ταύτην καθῆκεν ὁ δὲ Ζεὺς ἀναστὰς ἐφʼ ᾧ τὴν ὄνθον ἀποτινάξασθαι, καὶ τὰ ὠὰ διέρριψεν ἐκλαθόμενος· ἃ καὶ συνετρίβη πεσόντα. μαθὼν δὲ πρὸς τοῦ κανθάρου, ὅτι ταῦτʼ ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν, ἀλλὰ καὶ τὸν Δία αὐτὸν ἠσέβησε, πρὸς τὸν ἀετὸν εἶπεν ἐλθόντα, κάνθαρον εἶναι τὸν λυποῦντα, καὶ δὴ καὶ δικαίως λυπεῖν.μὴ βουλόμενος οὖν τὸ γένος τὸ τῶν ἀετῶν σπανισθῆναι, συνεβούλευε τῷ κανθάρῳ διαλλαγὰς πρὸς τὸν ἀετὸν θέσθαι· τοῦ δὲ μὴ πειθομένου, ἐκεῖνος εἰς καιρὸν ἕτερον τὸν τῶν ἀετῶν μετέθηκε τοκετόν, ἡνίκα ἂν μὴ φαίνωνται κάνθαροι. καὶ ὑμεῖς οὖν, ὦ ἄνδρες Δελφοί, μὴ ἀτιμάσητε τοῦτον δὴ τὸν θεόν, εἰς ὃν κατέφυγον, εἰ καὶ μικροῦ τετύχηκεν ἱεροῦ. οὐδὲ γὰρ ἀσεβηθεὶς περιόψεται.“ οἱ δὲ Δελφοὶ τούτων ὀλίγα φροντίζοντες, τὴν ἐπὶ τὸν θάνοτον ὁμοίως ἦγον. Αἴσωπος δὲ μηδενὶ τῶν ὑπ’ αὐτοῦ λεγομένων ὁρῶν καμπτομένους, πάλιν φησίν· “ἄνδρες ἀνήμεροι καὶ φονῶντες, ἀκούσατε· γεωργός τις ἐπʼ ἀγροῦ γεγηρακώς, ἐπεὶ μηδέποτε εἰσῆλθεν εἰς ἄστυ, παρεκάλει τοὺς οἰκείους τοῦτο θεάσασθαι. οἳ δὲ ζεύξαντες ὀνάρια καὶ ἐπὶ τῆς ἀπήνης αὐτὸν ἀναβιβασάμενοι, μόνον ἐκέλευσαν ἐλαύνειν. ὁδεύοντι δὲ χειμῶνος καὶ θυέλλης τὸν ἀέρα καταλαβόντων καὶ ζόφου γενομένου, τὰ ὀνάρια τῆς ὀδοῦ πλανηθέντα, εἰς τινα κρημνὸν ἐξετόπισαν τὸν πρεσβύτην. ὃ δὲ μέλλων ἤδη κατακρημνίζεσθαι, ‘ὦ Ζεῦʼ εἶπε, ‘τί ποτέ σε ἠδίκησα, ὅτι οὕτω παρὰ λόγον ἀπόλλυμαι, καὶ ταῦτα οὔθʼ ὑφ᾿ ἵππων γενναίων οὔθ’ ἡμιόνων ἀγαθῶν, ἀλλʼ ὀναρίων εὐτελεστάτων;’ κἀγὼ τοίνυν ἐπὶ τοῖς ἴσοις νῦν δυσχεραίνω, ὅτι μὴ ὑπ’ ἐντίμων ἀνδρῶν ἢ ἐλλογίμων, ἀλλʼ ὑπ’ ἀχρείων καὶ κακίστων ἀπόλλυμαι.“ μέλλων δὲ ἤδη κατὰ τοῦ κρημνοῦ ἀφίεσθαι, τοιοῦτον εἴρηκε πάλιν μῦθον· „ἀνήρ τις τῆς οἰκείας ἐρασθεὶς θυγατρός, εἰς ἀγρὸν ἀπέστειλε τὴν γυναῖκα, μόνην δὲ τὴν θυγατέρα ἀπολαβὼν ἐβιάζετο. ἣ δὲ ‘πότερ’, εἶπεν, ἀνόσια πράττεις· ηὐχόμην μέντοι ὑπὸ πολλῶν ἀνδρῶν αἰσχυνθῆναι, ἢ ὑπὸ σοῦ τοῦ γεννησαμένου.ʼ τοῦτο τοίνυν καὶ ἐφʼ ὑμῶν, ὦ παράνομοι Δελφοί, λέγω· ὡς ᾐρούμην Σκύλλῃ καὶ Χαρύβδει περιπεσεῖν καὶ ταῖς ἐν Ἀφρικῇ Σύρτεσιν, ἢ παρʼ ὑμῶν ἀδίκως καὶ ἀναξίως ἀποθανεῖν.καταρῶμαι γοῦν ὑμῶν τῇ πατρίδι, καὶ θεοὺς μαρτύρομαι, ὡς ἔξω πάσης δίκης ἀπόλλυμαι, οἵ μοι τιμωρήσουσιν εἰσακούσαντες. ἔρριψαν μὲν οὖν αὐτὸν οἱ Δελφοὶ κατὰ τοῦ κρημνοῦ, καὶ ἀπέθανεν. οὐ πολλῷ δʼ ὕστερον λοιμῷ συσχεθέντες, χρησμὸν ἔλαβον ἐξιλάσκεσθαι τὸν Αἰσώπου θάνατον. ᾧ καὶ ὡς συνειδότες [ἑαυτοῖς] ἀδίκως φονευθέντι, καὶ στήλην ἀνέστησαν. οἱ δʼ ἐν τῇ Ἑλλάδι πρωτεύοντες καὶ ὅσοι τῶν σοφωτέρων, καὶ αὐτοὶ τὰ εἰς Αἴσωπον πεπραγμένα μαθόντες, εἰς τε Δελφοὺς παρεγένοντο καὶ σὺν ἐκείνοις σκεψάμενοι, τιμωροὶ καὶ αὐτοὶ τῷ Αἰσώπου θανάτῳ γεγόνασιν.