τῇ δὲ ἐφεξῆς ἡμέρᾳ συγκαλέσας τοὺς φίλους ἅπαντας ὁ Νεκτεναβώ φησι· „διὰ τὸν Αἴσωπον τοῦτον ὀφλήσομεν φόρους τῷ βασιλεῖ Λυκήρῳ.“ εἷς δέ τις αὐτῶν εἶπε· „κελεύσωμεν αὐτῷ προβλήματα φράσαι ἡμῖν, περὶ ὧν οὔτʼ εἴδομεν, οὔτʼ ἠκούσαμεν“. ἀρεστὸν οὖν τοῦτο τῷ Νεκτεναβῷ δόξαν, καλέσας τὸν Αἴσωπον ἔφη φράσον ἡμῖν, Αἴσωπε, πρόβλημα περὶ οὐ οὐτʼ εἴδομεν οὔτʼ ἠκούσαμεν.“ καὶ ὅς· „αὔριον περὶ τούτου ὑμῖν ἀποκρινοῦμαι.“ ἀπελθὼν οὖν καὶ συνταξάμενος γραμ ματεῖον, ἐν ᾧ περιείχετο Νεκτεναβὼ ὁμολογῶν χίλια τάλαντα τῷ Λυκήρῳ ὀφείλειν, πρωίας ἐπανελθών τῷ βασιλεῖ τὸ γραμματεῖον ἐπέδωκεν. οἱ δὲ τοῦ βασιλέως φίλοι πρὶν ἀνοιχθῆναι τὸ γραμματεῖον, πάντες ἔλεγον „καὶ εἴδομεν τοῦτο καὶ ἠκούσαμεν, καὶ ἀληθῶς ἐπιστάμεθα.“ καὶ ὁ Αἴσωπος· “χάριν ὑμῖν οἶδα τῆς ἀποδόσεως ἕνεκεν“. ὁ δὲ Νεκτεναβὼ τὴν ὁμολογίαν τῆς ὀφειλῆς ἀναγνοὺς, εἶπεν· „ἐμοῦ Λυκήρῳ μηδὲν ὀφείλοντος πάντες ὑμεῖς μαρτυρεῖτε;“ κἀκεῖνοι μεταβαλόντες εἶπον· „οὔτʼ εἴδομεν οὔτʼ ἠκούσαμεν“. καὶ ὁ Αἴσωπος· „καὶ εἰ ταῦθʼ οὕτως ἔχει, λέλυται τὸ ζητούμενον“. καὶ ὁ Νεκτεναβὼ πρὸς ταῦτα· „μακάριός ἐστι Λυκῆρος τοιαύτην σοφίαν ἐν τῇ βασιλείᾳ ἑαυτοῦ κεκτημένος“. τοὺς οὖν συμφωνηθέντας φόρους παραδούς τῷ Αἰσώπῳ, ἐν εἰρήνῃ ἀπέστειλεν. Αἴσωπος δʼ εἰς Βαβυλῶνα παραγενόμενος, διεξῆλθέ τε Λυκήρῳ τὰ ἐν Αἰγύπτῳ πραχθέντα πάντα καὶ τούς φόρους ἀπέδωκε. Λυκῆρος δʼ ἐκέλευσεν ἀνδριάντα χρυσοῦν τῷ Αἰσώπῳ ἀνατεθῆναι.μετὰ δʼ οὐ πολύν χρόνον Αἴσωπος εἰς Ἑλλάδα ἐβουλεύσατο πλεῦσαι. καὶ δὴ τῷ βασιλεῖ συνταξάμενος ἀπεδήμησεν, ὅρκον δούς αὐτῷ πρότερον, ἦ μὴν ἐπανήξειν εἰς Βαβυλῶνα κἀκεῖ τοῦ λοιποῦ διαβιώσειν. περιιὼν δὲ τὰς Ἑλληνίδας πόλεις καὶ τὴν ἑαυτοῦ σοφίαν ἐπιδεικνύμενος, ἦλθε καὶ εἰς Δελφούς. οἱ δὲ Δελφοὶ διαλεγομένου μὲν ἠκροῶντο ἡδέως, τιμῆς δὲ καὶ θεραπείας εἰς αὐτὸν οὐδʼ ὁτιοῦν ἔδρασαν. ὃ δὲ πρὸς αὐτούς ὑπολαβών ἔφη· „ἄνδρες Δελφοί, ἔπεισί μοι ξύλῳ ὑμᾶς εἰκάζειν τῷ ἐν θαλάσσῃ φερομένῳ· κἀκεῖνο γὰρ ὁρῶντες ἐκ πολλοῦ διαστήματος ὑπὸ κυμάτων φερόμενον, πολλοῦ τινος ἄξιον εἶναι οἰόμεθα, ἐπειδὰν δʼ ἐγγυτάτω προσέλθῃ, εὐτελέστατον φαίνεται. κἀγὼ γοῦν πόρρωθεν τῆς ὑμῶν πόλεως ὤν, ὥς τινας τῶν ἀξίων λόγου ὑμᾶς ἐθαύμαζον· νυνὶ δʼ ἐλθὼν ὡς ὑμᾶς, πάντων ὡς εἰπεῖν ἀνθρώπων εὗρον ἀχρειοτέρους· οὕτω πεπλάνημαι.“ ταῦτα ἀκούσαντες οἱ Δελφοὶ καὶ δείσαντες μήπως Αἴσωπος καὶ πρὸς τὰς ἄλλας πόλεις βαδίζων κακῶς αὐτούς λέγῃ, βουλὴν ἐβουλεύσαντο δόλῳ τὸν ἄνθρωπον ἀνελεῖν. καὶ δῆτα χρυσῆν φιάλην ἐκτοῦ παρ αὐτοῖς ἱεροῦ τοῦ Ἀπόλλωνος ἀνελόμενοι, λάθρα τοῖς Αἰσώπου κατέκρυψαν στρώμασι. τοῦ δʼ Αἰσώπου τὰ ὐπ’ αὐτῶν ἀγνοοῦντος σκαιωρηθέντα, ἐξελθών ἐπορεύετο εἰς Φωκίδα. οἱ Δελφοὶ δʼ ἐπιδραμόντες καὶ κατασχόντες αὐτόν, ἀνέκρινον ὡς ἱεροσυληκότα. τοῦ δʼ ἀρνουμένου μηδὲν πεπραχέναι τοιοῦτον, ἐκεῖνοι πρὸς βίαν τὰ στρώματα ἀναπτύξαντες τὴν χρυσῆν εὗρον φιάλην. ἣν καὶ ἀναλαβόντες, τοῖς ἐν τῇ πόλει πᾶσιν ἐπεδείκνυσαν οὐ σὺν ὀλίγῳ θορύβῳ. ὁ μὲν οὖν Αἴσωπος τὴν ἐκείνων συννοήσας ἐπιβουλήν, ἐδεῖτο αὐτῶν ἀπολυθῆναι. οἳ δʼ οὐ μόνον οὐκ ἀπέλυσαν, ἀλλʼ ὡς ἱεροσυλήσαντα καὶ εἰς τὸ δεσμωτήριον ἐνέβαλον, θάνατον αὐτοῦ καταψηφισάμενοι. Αἴσωπος δὲ μηδεμιᾷ μηχανῇ τῆς πονηρὰς τῆσδε τύχης σωθῆναι δυνάμενος, ἑαυτὸν ἐπὶ τῆς εἰρκτῆς ἐθρήνει καθήμενος.τῶν συνήθων δέ τις αὐτῷ, Δημᾶς τοὔνομα, πρὸς αὐτὸν εἰσελθών καὶ ἰδών οὕτως ὀλοφυρόμενον, τὴν αἰτίαν τοῦ πάθους ἤρετο. καὶ ὃς ἔφη „γυνή τις προσφάτως τὸν ἑαυτῆς ἄνδρα θάψασα, καθʼ ἡμέραν ἀπιοῦσα πρὸς τὸ μνημεῖον ἐθρήνει. ἀροτριῶν δέ τις οὐ πόρρω τοῦ μνήματος, εἰς ἐπιθυμίαν ἧκε τῆς γυναικός. καὶ καταλιπών τοὺς βόας, ἦλθε καὶ αὐτὸς πρὸς τὸ μνῆμα καὶ καθίσας συνεθρήνει τῇ γυναικί. τῆς δὲ πυθομένης τί δήποτε καὶ αὐτὸς οὕτως ὀδύρεται, „ὅτι κἀγώ“ φησίν “εὐπρεπῆ γυναῖκα κατώρυξα. καὶ ἐπειδὰν κλαύσω, τῆς λύπης κουφίζομαι.“ ἣ δέ· „κἀμοὶ τοῦτʼ αὐτὸ προσγίνεται. κἀκεῖνος· „εἰ τοίνυν τοῖς αὐτοῖς περιπεπτώκαμεν πάθεσι, τί δήποτε ἀλλήλοις μὴ σύνιμεν ; ἐγώ τε γὰρ φιλήσω σὲ ὡς ἐκείνην, κἀμὲ σύ πάλιν ὡς τὸν σαυτῆς ἄνδρα.“ ταῦτα ἔπεισε τὴν γυναῖκα, καὶ δὴ συνῆλθον. ἐν τούτῳ δὲ κλέπτης ἐλθὼν καὶ τοὺς βόας λύσας ἀπήλασεν. ὃ δʼ ἐπανελθὼν καὶ τοὺς βόας μὴ εὑρηκώς, κόπτεσθαί τε καὶ οἰμώζειν ἰσχυρῶς ἐνεστήσατο. ἐλθοῦσα δὲ καὶ ἡ γυνὴ καὶ ὀλοφυρόμενον εὑροῦσα, φησί· “πάλιν κλαίεις“; κἀκεῖνος „νῦν“ εἶπεν „ἐπ᾿ ἀληθείας κλαίω“. κἀγὼ γοῦν πολλοὺς διαδρὰς κινδύνους, νῦν τῷ ὄντι θρηνῶ, λύσιν τοῦ κακοῦ μηδαμόθεν εὑρίσκων.“ μετὰ ταῦτα παρῆσαν καὶ οἱ Δελφοὶ καὶ ἐκβαλόντες αὐτὸν τῆς εἰρκτῆς εἷλκον βιαίως ἐπὶ τοῦ κρημνοῦ. ὃ δὲ πρὸς αὐτοὺς ἔλεγεν· „ὅτε ἦν ὁμόφωνα τὰ ζῶα, μῦς βατράχῳ φιλιωθείς, εἰς δεῖπνον αὐτὸν ἐκάλεσε. καὶ ἀγαγὼν εἰς ταμιεῖον πλουσίου, ἔνθα πλεῖστα τῶν ἐδωδίμων ἦν, „εὐωχοῦ“ φησί „φίλε βάτραχε“ μετὰ δὲ τὴν ἑστίασιν καὶ ὁ βάτραχος τὸν μῦν ἐπὶ τὴν οἰκείαν ἐκάλεσε δίαιταν. „ἀλλʼ ἵνα μὴ ἀποκάμῃς“ φησί “νηχόμενος, μηρίνθῳ λεπτῇ τὸν σὸν πόδα τῷ ἐμαυτοῦ προσαρτήσω“. καὶ τοῦτο πράξας, ἥλατο εἰς τὴν λίμνην. αὐτοῦ δὲ καταδύντος εἰς βάθος, ὁ μῦς ἀπεπνίγετο, καὶ θνήσκων εἶπεν· „ἐγὼ μὲν ὑπὸ σοῦ θνήσκω· ἐκδικηθήσομαι δὲ ὑπὸ μείζονος.