δεξάμενος δὲ παρʼ αὐτοῦ γράμματα πρὸς Σαμίους, ὡς ἕνεκεν Αἰσώπου τούτοις διήλλακται, καὶ δῶρα πολλά, πλεύσας ἐπανῆλθεν εἰς Σάμον. οἱ μὲν οὖν Σάμιοι τοῦτον ἰδόντες, στέμματά τε αὐτῷ προσήνεγκαν καὶ χορούς ἐπʼ αὐτῷ συνεστήσαντο. ὃ δʼ αὐτοῖς τά τε τοῦ βασιλέως ἀνέγνω γράμματα, καὶ ἀπέδειξεν ὡς τὴν εἰς αὐτὸν γενομένην παρὰ τοῦ δήμου ἐλευθερίαν ἐλευθερίᾳ πάλιν ἠμείψατο.Μετὰ δὲ τοῦτο τῆς νήσου ἀπάρας, περιῄει τὴν οἰκουμένην, τοῖς ἀπανταχοῦ τῶν φιλοσόφων διαλεγόμένος. ἀφικόμενος δὲ καὶ πρὸς Βαβυλῶνα καὶ τὴν ἑαυτοῦ σοφίαν ἐπιδειξάμενος, μέγας παρὰ τῷ βασιλεῖ Λυκήρῳ ἐγένετο. κατʼ ἐκείνους γὰρ τοὺς χρόνους οἱ βασιλεῖς πρὸς ἀλλήλους εἰρήνην ἔχοντες, καὶ τέρψεως χάριν προβλήματα τῶν σοφιστικῶν πρὸς ἀλλήλους γράφοντες ἔπεμπον. ἅπερ οἱ μὲν ἐπιλυόμενοι φόρους ἐπὶ ῥητοῖς πρὸς τῶν πεμπόντων ἐλάμβανον· εἰ δὲ μὴ, τοὺς ἴσους παρεῖχον. ὁ τοίνυν Αἴσωπος τὰ πεμπόμενα τῶν προβλημάτων Λυκήρῳ συνὼν ἐπέλυε, καὶ εὐδοκιμεῖν ἐποίει τὸν βασιλέα. καὶ αὐτὸς δὲ διὰ Λυκήρου ἕτερα τοῖς βασιλεῦσιν ἀντέπεμπεν, ὧν ἀλύτων μενόντων, φόρους ὁ βασιλεύς ὅτι πλείστους εἰσέπραττεν.Αἴσωπος δὲ μὴ παιδοποιησάμενος, ἕνατινὰ τῶν εὐγενῶν, Ἔννον τὴν κλῆσιν, εἰσεποιήσατό τε καὶ ὡς γνήσιον παῖδα τῷ βασιλεῖπροσενέγκας συνέστησε. μετὰ δʼ οὐ πολύν χρόνον τοῦ Ἔννου τῇ τοῦ θεμένου παλλακῇ συμφθαρέντος, Αἴσωπος τοῦτο γνούς, ἀπελαύνειν ἔμελλε τῆς οἰκίας. ὃ δὲ τῇ κατʼ ἐκείνου ὀργῇ ληφθείς, ἐπιστολήν τε πλασάμενος παρʼ Αἰσώπου δῆθεν πρὸς τούς ἀντισοφιζομένους Λυκήρῳ, ὡς αὐτοῖς ἕτοιμός ἐστι προστίθεσθαι μᾶλλον ἢ τῷ Λυκήρῳ, τῷ βασιλεῖ ἐνεχείρισε, τῷ τοῦ Αἰσώπου ταύτην σφραγισάμενος δακτυλίῳ. ὁ δὲ βασιλεύς τῇ τε] σφραγῖδι πεισθεὶς καὶ ἀπαραιτήτῳ ὀργῇ χρησάμενος, παραχρῆμα τῷ Ἑρμίππῳ κελεύει, μηδὲν ἐξετάσαντα οἷα δὴ προδότην διαχειρίσασθαι Αἴσωπον. ὁ δὲ Ἕρμιππος φίλος τε ἦν τῷ Αἰσώπῳ καὶ τότε δὴ τὸν φίλον ἐπέδειξεν. ἔν τινι γὰρ τῶν τάφων μηδενὸς εἰδότος κρύψας τὸν ἄνθρωπον, ἐν ἀπορρήτοις ἔτρεφεν. Ἔννος δέ, τοῦ βασιλέως κελεύσαντος, πᾶσαν τὴν διοίκησιν Αἰσώπου παρέλαβε.Μετὰ δέ τινα χρόνον Νεκτεναβὼ βασιλεύς Αἰγυπτίων πυθόμένος Αἴσωπον τεθνηκέναι, πέμπει Λυκήρῳ παραχρῆμα ἐπιστολήν, οἰκοδόμους αὐτῷ ἀποστεῖλαι κελεύουσαν, οἳ πύργον οἰκοδομήσουσι μήτʼ οὐρανοῦ μήτε γῆς ἁπτόμενον, ἀλλὰ καὶ τὸν ἀποκρινούμενον ἀεὶ πρὸς πάνθʼ ὅσα ἂν ἐρωτῴη. καὶ τοῦτο ποιήσαντα, φόρους εἰσπράττειν, εἰ δὲ μή, κατατίθεσθαι. ταῦτα τῷ Λυκήρῳ ἀναγνωσθέντα εἰς ἀθυμίαν ἐνέβαλε, μηδενὸς τῶν φίλων δυναμένου τὸ πρόβλημα τὸ περὶ τοῦ πύργου συνεῖναι. ὁ μέντοι βασιλεύς καὶ κίονα τῆς ἑαυτοῦ βασιλείας ἔλεγεν ἀπολωλεκέναι τὸν Αἴσωπον. Ἕρμιππος δὲ τὴν τοῦ βασιλέως διʼ Αἴσωπον λύπην μαθὼν, προσῆλθε τῷ βασιλεῖ καὶ ζῆν ἐκεῖνον εὐηγγελίσατο, προσθεὶς ὡς τοῦδε χάριν αὐτὸν οὐκ ἀνεῖλεν, εἰδὼς ὡς μεταμελήσει ποτὲ τῷ βασιλεῖ τῆς ἀποφάσεως. τοῦ δὲ βασιλέως διαφερόντως ἐπὶ τούτοις ἡσθέντος, Αἴσωπος ῥυπῶν καὶ αὐχμῶν ὅλος προσηνέχθη, καὶ τοῦ βασιλέως, ὡς εἶδεν αὐτὸν, δακρύσαντος καὶ λούσασθαί τε καὶ τῆς ἄλλης ἐπιμελείας ἀξιωθῆναι κελεύσαντος, Αἴσωπος μετὰ τοῦτο καὶ ὑπὲρ ὧν κατηγορήθη τὰς αἰτίας ἀπεσκευάσατο· ἐφʼ οἷς καὶ τοῦ βασιλέως τὸν Ἔννον ἀναιρεῖν μέλλοντος, Αἴσωπος αὐτῷ συγγνώμην ᾐτήσατο. ἑπομένως δὲ τούτοις ὁ βασιλεὺς τὴν τοῦ Αἰγυπτίου ἐπιστολὴν τῷ Αἰσώπῳ ἐπέδωκεν ἀναγνῶναι. ὅ δʼ αὐτίκα τὴν λύσιν συνεὶς τοῦ προβλήματος, ἐγέλασέ τε καὶ ἀντιγράφειν ἐκέλευσεν, ὡς ἐπειδὰν χειμών παρέλθῃ, πεμφθῆναι τούς τε τὸν πύργον οἰκοδομήσοντας καὶ τὸν ἀποκρινούμενον πρὸς τὰ ἐρωτώμενα. ὁ βασιλεὺς οὖν τοὺς μὲν Αἰγυπτίους πρέσβεις ἀπέστειλεν, Αἰσώπῳ δὲ τὴν ἐξ ἀρχῆς διοίκησιν ἐνεχείρισεν ἅπασαν, ἔκδοτον αὐτῷ παραδούς καὶ τὸν Ἔννον. ὁ δὲ Αἴσωπος παραλαβών τὸν Ἔννον, οὐδὲν ἀηδὲς αὐτὸν ἔδρασεν, ἀλλʼ ὡς υἱῷ πάλιν προςσχών, ἄλλους τε καὶ τούτους ὑπετίθει τοὺς λόγους.“Τέκνον, πρὸ πάντων σέβου τὸ θεῖον, τὸν βασιλέα δὲ τίμα· καὶ τοῖς μὲν ἐχθροῖς σου δεινὸν σεαυτὸν παρασκεύαζε, ἵνα μὴ καταφρονῶσί σου· τοῖς δὲ φίλοις πρᾶον καὶ εὐμετάδοτον, ὡς εὐνουστέρους σοι μᾶλλον γίνεσθαι. ἔτι τε τοὺς μὲν ἐχθρούς νοσεῖν εὔχου καὶ πένεσθαι, ὡς μὴ οἵους τε εἶναι λυπεῖν σε· τοὺς δὲ φίλους κατὰ πάντα εὖ πράττειν. βούλου. αἰεὶ τῇ γυναικί σου χρηστῶς ὁμίλει, ὅπως ἑτέρου ἀνδρὸς πεῖραν μὴ ζητήσῃ λαβεῖν. κοῦφον γὰρ τὸ τῶν γυναικῶν ἐστι φῦλον καὶ κολακευόμενον ἐλάττω φρονεῖ κακά. ὀξεῖαν μὲν πρὸς λόγον κτῆσαι τὴν ἀκοήν, τῆς δὲ γλώττης ἐγκρατὴς ἔσο. τοῖς εὖ πράττουσι μὴ φθόνει, ἀλλὰ σύγχαιρε. φθονῶν γὰρ σεαυτὸν μᾶλλον βλάψεις. τῶν οἰκετῶν σου ἐπιμελοῦ, ἵνα μὴ μόνον ὡς δεσπότην σε φοβῶνται, ἀλλὰ καὶ ὡς εὐεργέτην αἰδῶνται. μὴ αἰσχύνου μανθάνειν ἀεὶ τὰ κρείττω. τῇ γυναικὶ μηδέποτε πιστεύσῃς ἀπόρρητα, ἀεὶ γὰρ ὁπλίζεται, πῶς σου κυριεύσει. καθʼ ἡμέραν καὶ εἰς τὴν αὔριον ἀποταμιεύου. βέλτιον γὰρ τελευτῶντα ἐχθροῖς καταλεῖψαι, ἢ ζῶντα τῶν φίλων ἐπιδεῖσθαι. εὐπροσήγορος ἔσο τοῖς συναντῶσιν, εἰδὼς ὡς καὶ τῷ κυναρίῳ ἄρτον ἡ οὐρὰ προσπορίζει. ἀγαθὸς γενόμενος μὴ μετανόει. ψίθυρον ἄνδρα ἔκβαλε σῆς οἰκίας, τὰ γὰρ ὑπὸ σοῦ λεγόμενα καὶ πραττόμενα ἑτέροις φέρων ἀναθήσει. πρᾶττε μὲν τὰ μὴ λυπήσοντά σε, ἐπὶ δὲ τοῖς συμβαίνουσι μὴ λυποῦ. μήτε πονηρὰ βουλεύσῃ ποτὲ μήτε τρόπους κακῶν μιμήσῃ.“ Τούτοις τοῦ Αἰσώπου τὸν Ἔννον νουθετήσαντος, ἐκεῖνος τοῖς τε λόγοις καὶ τῇ οἰκείᾳ συνειδήσει οἷά τινι βέλει πληγεὶς τὴν ψυχήν, μετʼ οὐ πολλὰς ἡμέρας τὸν βίον μετήλλαξεν.