„ἄνδρες Σάμιοι, ἐπειδήπερ ἡ τύχη φιλόνεικος οὖσα δόξης ἀγῶνα τέθεικε δεσπότῃ καὶ δούλῳ, κἂν μὲν ὁ δοῦλος ἥττων τοῦ δεσπότου φανῇ, διὰ μαστίγων ἐλεύσεται, εἰ δʼ ἀμείνων, οὐδὲν ἔλαττον καὶ οὕτω πληγαῖς ξανθήσεται, εἰ ὑμεῖς διὰ τῆς ἐμῆς ἐλευθερίας παρρησίαν χαρίσοισθέ μοι, ἐγὼ νῦν ὑμῖν ἀδεῶς τὸ ζητούμενον φράσω.“ τότε ὁ δῆμος ἀπὸ μιᾶς γλώττης πρὸς τὸν Ξάνθον ἐβόων· “ἐλευθέρωσον Αἴσωπον, ὑπάκουσον Σαμίοις. χάρισαι τὴν ἐλευθερίαν αὐτοῦ τῇ πόλει·“ ὁ δὲ Ξάνθος οὐκ ἐπένευε. καὶ ὁ πρύτανις ἔφη· „Ξάνθε, εἰ μή σοι δοκεῖ ὑπακοῦσαι τῷ δήμῳ, ἐγὼ τῆσδε τῆς ὥρας Αἴσωπον ἀπελεύθερον ἂν ποιήσαιμι, καὶ τότε σοι ὁμότιμος ἔσται.“ τηνικαῦτα τοίνυν ὁ Ξάνθος ἀνάγκῃ τὴν ἐλευθερίαν ἐπέδωκε. καὶ ὁ κήρυξ ἐβόα· “Ξάνθος ὁ φιλόσοφος ἐλευθεροῖ Σαμίοις Αἴσωπον.“ κἀν τούτῳ πέρας ὁ τοῦ Αἰσώπου λόγος εἰλήφει, φαμένου πρὸς τὸν Ξάνθον ὡς “καὶ ἄκων ἐλευθερώσεις με.“' Αἴσωπος οὖν ἐλευθερίας τυχών, στὰς εἰς τὸ μέσον ἔφη· “ἄνδρες Σάμιοι, ὁ μὲν ἀετός, ὡς ἴστε, βασιλεὺς τῶν ὀρνίθων ἐστίν. ὅτι δὲ τὸν στρατηγικὸν δακτύλιον οὗτος ἁρπάσας ἀφῆκεν εἰς δούλου κόλπον, τοῦτο σημαίνειν δῆλον, ὅτι τῶν νυνὶ βασιλέων τις βούλεται ὑμῶν τὴν ἐλευθερίαν δουλῶσαι, καὶ τούς κυρίους νόμους ἀκύρους δεῖξαι. ταῦτα οἱ μὲν Σάμιοι ἀκούσαντες, κατηφείας ἐπλήσθησαν.μετὰ δʼ οὐ πολύν χρόνον καὶ γράμματα παρὰ Κροίσου τοῦ Λυδῶν βασιλέως ἥκει Σαμίοις κελεύοντα τὸ ἀπὸ τοῦδε φόρους αὐτῷ παρέχειν, εἰ δὲ μὴ πείθοιντο, πρὸς μάχην ἑτοίμους εἶναι. ἐβουλεύσαντο μὲν οὖν ἅπαντες — ἔδεισαν γὰρ ὑπήκοοι γενέσθαι τῷ Κροίσῳ — συνοῖσον εἶναι μέντοι καὶ Αἴσωπον ἐρωτῆσαι. κἀκεῖνος ἐρωτηθεὶς εἶπε· „τῶν ἀρχόντων ὑμῶν γνώμην δεδωκότων εἰς φόρου ἀπαγωγὴν ὑπακούειν τῷ βασιλεῖ, συμβουλὴν μὲν οὐδʼ ὥς, λόγον δὲ ἐρῶ ὑμῖν, καὶ εἴσεσθε τὸ συμφέρον. ἡ τύχη δύο ὁδούς ἔδειξεν ἐν τῷ βίῳ, θατέραν μὲν ἐλευθερίας, ἧς ἡ μὲν ἀρχὴ δύσβατος, τὸ δὲ τέλος ὁμαλόν· θατέραν δὲ δουλείας, ἧς ἡ μὲν ἀρχὴ εὐπετής τε καὶ βάσιμος, τὸ δὲ τέλος ἐπώδυνον.“ ταῦτα ἀκούσαντες οἱ Σάμιοι, ἀνεβόησαν· „ἡμεῖς ἐλεύθεροι ὄντες ἑκόντες οὐ γινόμεθα δοῦλοι“, καὶ τὸν πρεσβευτὴν οὐ σὺν εἰρήνῃ ἀπέπεμψαν. ὁ μὲν οὖν Κροῖσος ταῦτα μαθών, ἐβούλετο πόλεμον κατὰ Σαμίων κινεῖν, ὁ δὲ πρεσβευτὴς ἀνήνεγκεν, ὡς οὐκ ἂν δυνηθείη Σαμίους ὑπὸ χεῖρα λαβεῖν, Αἰσώπου παρʼ αὐτοῖς ὄντος, καὶ γνώμας ὑποτιθέντος. „δύνῃ δὲ μᾶλλον,“ εἶπεν „ὦ βασιλεῦ, πρέσβεις ἀποστείλας ἐξαιτῆσαι παρʼ αὐτῶν Αἴσωπον, ὑποσχόμενος αὐτοῖς ἀντʼ αὐτοῦ χάριτας ἄλλας τε δώσειν, καὶ λύσιν τῶν ἐπιταττομένων φόρων. καὶ τότε τάχα οἷός τε ἔσῃ τούτων περιγενέσθαι.“ καὶ ὁ μὲν Κροῖσος κατὰ ταῦτα πρεσβευτὴν ἀποστείλας, ἔκδοτον ᾔτει τὸν Αἴσωπον. Σάμιοι δὲ τοῦτον ἐκδόσθαι γνώμης ἐγένοντο. Αἴσωπος δὲ τοῦτο μαθών, ἐν μέσῳ τε τῆς ἀγορᾶς ἔστη καὶ φησίν· “ἄνδρες Σάμιοι, κἀγώ μὲν περὶ πολλοῦ ποιοῦμαι παρὰ τούς πόδας ἀφικέσθαι τοῦ βασιλέως· ἐθέλω δὲ ὑμῖν ἕνα μῦθον εἰπεῖν. καθʼ ὃν χρόνον ὁμόφωνα ἦν τὰ ζῶα, πόλεμον οἱ λύκοι τοῖς προβάτοις συνῆψαν.τῶν δὲ κυνῶν συμ μαχούντων τοῖς θρέμμασι καὶ τούς λύκους ἀποσοβούντων, οἱ λύκοι πρεσβευτὴν ἀποστείλαντες, ἔφασαν τοῖς πρόβασιν, εἰ βούλοιντο βιοῦν ἐν εἰρήνῃ καὶ μηδένα πόλεμον ὑποπτεύειν, τούς κύνας αὐτοῖς ἐκδοῦναι. τῶν δὲ προβάτων ὑπ’ ἀνοίας πεισθέντων καὶ τοὺς κύνας ἐκδεδωκότων, οἱ λύκοι τούς τε κύνας διεσπάραξαν καὶ τὰ πρόβατα ῥᾶστα διέφθειραν.“ οἱ Σάμιοι τοίνυν τὸ τοῦ μύθου βούλημα συννοήσαντες, ὥρμησαν μὲν παρʼ ἑαυτοῖς κατασχεῖν τὸν Αἴσωπον. ὃ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ τῷ πρεσβευτῇ συναποπλεύσας, πρὸς Κροῖσον ἀπῄει. ἀφικομένων δʼ αὐτῶν εἰς Λυδίαν, ὁ βασιλεύς ἐπίπροσθεν αὐτοῦ στάντα τὸν Αἴσωπον θεασάμενος, ἠγανάκτησε λέγων· „ἴδε ποταπὸν ἀνθρώπιον ἐμποδών μοι γέγονε νῆσον ὑποτάξαι τοσαύτην;“ καὶ ὁ Αἴσωπος· „μέγιστε βασιλεῦ, οὐ βίᾳ οὐδʼ ἀνάγκῃ πρὸς σὲ παρεγενόμην, ἀλλʼ αὐθαίρετος πάρειμι. ἀνάσχου δέ μου μικρὸν ἀκοῦσαι. ἀνήρ τις ἀκρίδας συλλέγων καὶ ἀποκτιννύς, εἶλε καὶ τέττιγα. ἐπεὶ δὲ κἀκεῖνον ἠβούλετο κτεῖναι, φησὶν ὁ τέττιξ· “ἄνθρωπε, μὴ με μάτην ἀνέλῃς. ἐγὼ γὰρ οὔτε στάχυν βλάπτω, οὐτʼ ἄλλο τι τῶν ἀπάντων σε ἀδικῶ, τῇ κινήσει δὲ τῶν ἐν ἐμοὶ ὑμένων ἡδὺ φθέγγομαι, τέρπων τούς ὁδοιπόρους. φωνῆς οὖν παρʼ ἐμοὶ πλέον οὐδὲν εὑρήσεις.“ κἀκεῖνος ταῦτα ἀκούσας, ἀφῆκεν ἀπιέναι. κἀγὼ γοῦν, ὦ βασιλεῦ, τῶν σῶν ποδῶν ἅπτομαι, μή με εἰκῆ φονεύσῃς. οὐδὲ γὰρ οἷός τʼ εἰμὶ ἀδικῆσοι τινα, ἐν εὐτελείᾳ δὲ σώματος γενναῖον φθέγγομαι λόγον.“ ὁ δὲ βασιλεύς θαυμάσας ἅμα καὶ οἰκτείρας αὐτόν, ἔφη· “Αἴσωπε, οὔκουν ἐγώ σοι δίδωμι τὸ ζῆν, ἀλλʼ ἡ μοῖρα. ὃ γοῦν θέλεις, αἴτει καὶ λήψῃ.“ καὶ ὅς· „δέομαί σου, βασιλεῦ, διαλλάγηθι Σαμίοις“. τοῦ δὲ βασιλέως εἰπόντος „διήλλαγμαι“, πεσὼν ἐκεῖνος ἐπὶ τὴν γῆν, χάριτάς τε αὐτῷ ὡμολόγει, καὶ μετὰ τοῦτο τούς οἰκείους συγγραψάμενος μύθους, τούς καὶ μέχρι νῦν φερομένους, παρὰ τῷ βασιλεῖ κατέλιπε.