καὶ καλέσας αὐτόν, πᾶν ὅ τι φαυλότατόν τε καὶ χείριστον ὀψωνῆσαι κελεύει, ὡς τῶν σχολαστικῶν σὺν αὐτῷ δειπνησόντων. ὃ δὲ μηδὲν διατραπεὶς πάλιν γλώσσας ἐπρίατο, καὶ ἑτοιμάσας, ἀνακλιθεῖσι παρέθηκεν. οἳ δὲ πρὸς ἀλλήλους ὑπεφώνουν· χοίρειαι πάλιν γλῶτται“; καὶ μετὰ μικρὸν αὖθις γλώττας παρέθηκε καὶ μάλα αὖθις καὶ αὖθις. τοῦ Ξάνθου δὲ δυσανασχετήσαντος καὶ „τί τοῦτο, Αἴσωπε“; εἰρηκότος, μὴ πάλιν ἐνετειλάμην σοι πᾶν ὅ τι χρηστότατόν τε καὶ βέλτιστον ὀψωνῆσαι; οὐχὶ πᾶν ὅ τι φαυλότατόν τε καὶ χείριστον“; ὃ δέ· “καὶ τί ποτε χεῖρον τῆς γλώττης, ὦ δέσποτα ; οὐ πόλεις διʼ αὐτῆς καταπίπτουσιν; οὐκ ἄνθρωποι διʼ αὐτῆς ἀναιροῦνται; οὐ ψεύδη πάντα καὶ βλασφημίαι καὶ ἐπιορκίαι διὰ ταύτης περαίνονται; οὐ γάμοι καὶ ἀρχαὶ καὶ βασιλεῖαι διʼ αὐτῆς ἀνατρέπονται; οὐχ ὡς κεφάλαιον εἰπεῖν, ὁ βίος διʼ αὐτῆς ἅπας μυρίων πλημμελημάτων γέμει;“ ταῦτα τοῦ Αἰσώπου φαμένου, τῶν τις συνανακειμένων τῷ Ξάνθῳ φησίν· “οὗτος, εἰ μὴ πάνυ σεαυτὸν ἀσφαλίσῃ, οὐκ ἂν ἄπορος εἴη μανίας ἀφορμή σοι γίνεσθαι. οἵα γὰρ ἡ μορφή, τοιάδε καὶ ἡ ψυχή“. καὶ ὁ Αἴσωπος πρὸς αὐτόν· “σύ μοι δοκεῖς, ἄνθρωπε, κακεντρεχής τις καὶ περίεργος εἶναι, δεσπότην κατὰ οἰκέτου παροξύνων.“ καὶ ὁ Ξάνθος πρὸς ταῦτα, προφάσεως ἐφιέμενος μαστιγῶσαι τὸν Αἴσωπον, „δραπέτα“ φησίν „ἐπεὶ περίεργον εἶπας τὸν φίλον, δεῖξόν μοι ἀγαγών ἀπερίεργον ἄνθρωπον“.ἐξελθών τοίνυν τῆς ἐπιούσης ἐπὶ τῆς λεωφόρου ὁ Αἴσωπος καὶ τούς παριόντας περισκοπῶν, ὁρᾷ τινα ἐφʼ ἑνὸς τόπου ἱκανὸν χρόνον καθίσαντα, ὃν καὶ δοκιμάσας καθʼ αὐτὸν ἀπράγμονά τινα καὶ ἀπλοῦν εἶναι, προσελθών φησιν· “ὁ δεσπότης σε καλεῖ σύν αὐτῷ ἀριστῆσαι.“ καὶ ὁ ἄγροικος ἐκεῖνος μηδὲν περιεργασάμενος, μηδὲ τίς ὢν ὑπὸ τίνος καλεῖται, εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ σύν αὐτοῖς ὑποδήμασι φαύλοις οὖσιν ἀνέπεσεν. ἐρομένου δὲ τοῦ Ξάνθου „τίς οὗτος“; Αἴσωπος εἶπεν· „ἀπερίεργος ἄνθρωπος“. καὶ ὁ Ξάνθος εἰς οὖς εἰπών τῇ γυναικὶ συνυποκριθῆναι αὐτῷ καὶ ὅπερ ἂν αὐτὸς ἐπιτάττῃ, ποιεῖν, ὡς ἂν εὐπροσώπῳ λόγῳ πληγὰς τῷ Αἰσώπῳ ἐντείνειεν, εἶτα ἐν ἐπηκόῳ πάντων φησί· „κυρία, ὕδωρ ἐπὶ τῆς λεκάνης βαλοῦσα, τούς πόδας τοῦ ξένου νίψον.“ διενοεῖτο γὰρ καθʼαὑτόν, ὡς πάντως ὁ μὲν ξένος εὐλαβηθήσεται, ὁ δʼ Αἴσωπος, ὡς ἐκείνου περιέργου φανέντος, πληγὰς λήψεται. ἡ μὲν οὖν βαλοῦσα τὸ ὕδωρ εἰς τὴν λεκάνην, ᾔει τοὺς πόδας τοῦ ξένου νίψουσα· ὃ δʼ ἐπιγνούς ταύτην οὖσαν τὴν τοῦ οἴκου δεσπότιν, καθʼ ἑαυτὸν εἶπε· „τιμῆσαί με πάντως βούλεται, καὶ τούτου δὴ χάριν αὐτοχειρίᾳ τούς πόδας μου βούλεται νίψαι, ἐπεὶ θεραπαινίσιν εἶχεν ἂν τοῦτʼ ἐπιτάξαι.“ προτείνας οὖν τούς πόδας, “νίψον, κυρία“ φησί. καὶ νιψάμενος ἀνεκλίθη. τοῦ δὲ Ξάνθου κελεύσαντος οἶνον τῷ ξένῳ δοθῆναι πιεῖν, πάλιν ἐκεῖνος διελογίσατο καθʼ αὐτὸν ὡς “αὐτοὺς μὲν πρότερον ἔδει πιεῖν, ἐπεὶ δʼ οὕτως αὐτοῖς ἔδοξεν, οὐδὲν ἔργον ἐμοὶ τὰ τοιαῦτα ἐρευνᾶν“, καὶ λαβὼν ἔπιεν. ἀριστώντων δὲ καί τινος ἐδέσσματος τῷ ξένῳ παρατεθέντος κἀκείνου ἡδέως ἐσθίοντος, ὁ Ξάνθος τῷ μαγείρῳ ὡς κακῶς τοῦτο ἀρτύσαντι ἐνεκάλει καὶ μέντοι καὶ ἀποδυθέντι πληγὰς ἐνεφόρει. ὁ δʼ ἀγρότης καθʼ ἑαυτὸν ἔλεγε· „τὸ μὲν ἔδεσμα ἄριστα ἕψηται καὶ οὐδενὸς αὐτῷ δεῖ πρὸς τὸ καλῶς ἔχειν· εἰ δὲ καὶ δίχα προφάσεως βούλεται τὸν αὐτοῦ δοῦλον μαστιγοῦν ὁ οἰκοδεσπότης, τί πρὸς ἐμέ“;κοῦ δὲ Ξάνθου ἀσχάλλοντος καὶ οὐχ ἡδέως διακειμένου, ἐπεὶ μηδὲν ὁ ξένος περιειργάζετο, τέλος πλακοῦντες ἠνέχθησαν. ὁ δὲ ξένος, ἅτε δὴ μήπω πλακοῦντος γευσάμενος, σωρεύων καὶ συνει λῶν αὐτούς ὡς ψωμοὺς ἤσθιε. τοῦ δὲ Ξάνθου τὸν ἀρτοποιὸν αἰτιασαμένου καὶ „τί δή ποτε, ὦ κατάρατε“, φαμένου “καὶ μέλιτος δίχα καὶ πεπέρεως τούς πλακοῦντας ἐσκεύασας“; ἐκεῖνος ἔφη· „εἰ μὲν ὠμός ἐστιν, ὦ δέσποτα, ὁ πλακοῦς, ἐμὲ τύπτε, εἰ δʼ οὐχ ὡς ἔδει ἐσκεύασται, μὴ ἐμὲ ἀλλὰ τὴν δέσποιναν αἰτιῶ.“ καὶ ὁ Ξάνθος· „εἰ πρὸς τῆς ἐμῆς τοῦτο γέγονε γυναικός, ζῶσαν αὐτὴν ἀρτίως κατακαύσω.“ καὶ πάλιν τῇ γυναικὶ νεύει αὐτῷ συνυποκριθῆναι διʼ Αἴσωπον. κελεύσας οὖν κληματίδας εἰς τὸ μέσον ἀχθῆναι, πυρὰν ἀνῆψε. καὶ λαβόμενος τῆς γυναικός, ἐγγύς τῆς πυρᾶς ἤγαγε, προσδοκήσιμος ὢν αὐτὴν εἰς τὸ πῦρ ἐπαφεῖναι. διέτριβε δέ πως καὶ περιεβλέπετο τὸν ἄγροικον, εἴ πως ἀναστὰς τοῦ τοιοῦδε τολμήματος εἶρξαι αὐτὸν ἐγχειρήσειεν. ὃ δὲ καθʼ ἑαυτὸν αὖθις διεσκοπεῖτο ὡς “αἰτίας μὴ παρούσης, τί δή ποτε οὕτως ὀργίζεται“; εἶτά φησιν· „οἰκοδεσπότα, εἰ τοῦτο κέκρικας δεῖν γενέσθαι, ὑπόμεινόν με μικρὸν μέχρις ἂν ἀπελθών ἐνέγκω μου καὶ αὐτὸς ἐξ ἀγροῦ τὴν γυναῖκα, ὡς ἂν ἄμφω κατὰ τὸ αὐτὸ κατακαύσῃς“. ταῦτα τοῦ ἀνδρὸς ὁ Ξάνθος ἀκούσας καὶ τὸ τούτου ἀκέραιον καὶ γενναῖον θαυμάσας, τῷ Αἰσώπῳ φησίν· „ἴδε ἀληθῶς ἄνθρωπος ἀπερίεργος. ἔχεις τὰ νικητήρια λαβών, Αἴσωπε. ἅλις ἔχει σοι τοῦ λοιποῦ. τὸ δʼ ἐντεῦθεν ἐλευθερίας τῆς σῆς ἐπιτεύξῃ“.Τῆς δʼ ἐπιούσης ὁ Ξάνθος ἐπέταξε τῷ Αἰσώπῳ εἰς τὸ βαλανεῖον ἀπελθεῖν καὶ σκέψασθαι, εἰ μὴ πολύς πάρεστιν ὄχλος, βούλεσθαι γὰρ αὐτὸν λουθῆναι. ἀπιόντι δὲ ὁ στρατηγὸς συναντήσας καὶ τοῦ Ξάνθου γνούς αὐτὸν ὄντα, ἤρετο ποῖ πορεύοιτο. τοῦ δὲ „οὐκ οἶδα“ φαμένου, νομίσας ὁ στρατηγὸς τὴν ἐρώτησιν αὐτοῦ παρ᾿ οὐδὲν λογισθῆναι, εἰς εἰρκτὴν αὐτὸν ἀπαχθῆναι κελεύει. ἀπαγόμενος τοίνυν ὁ Αἴσωπος ἔκραξεν· „ὁρᾷς, ὦ στρατηγέ, ὅπως ὀρθῶς ἀπεκρίθην ; ἃ γὰρ μὴ προσεδόκησα, καὶ συνήντησά σοι, καὶ εἰς εἰρκτὴν ἤδη ἀπάγομαι.“ καὶ ὁ στρατηγὸς ἐκπλαγεὶς ἐπὶ τῷ τῆς ἀπολογίας ἑτοίμῳ, ἀφῆκεν ἀπιέναι· Αἴσωπος δὲ παραγενόμενος εἰς τὸ βαλανεῖον καὶ πλῆθος ἐν αὐτῷ θεασάμενος ὄχλου, καὶ λίθον ὁρᾷ κατὰ τὸ τῆς εἰσόδου μεσαίτατον κειμενον, ἐφʼ ὃν ἕκαστος τῶν εἰσιόντων τε καὶ ἐξιόντων τὸν πόδα προσέπταιε. τοῦτον δὲ εἶς τις εἰσιών ἐφʼ ᾧ λούσασθαι, ἄρας μετέθηκεν. ὑποστρέψας οὖν πρὸς τὸν δεσπότην, „εἰ κελεύεις“ φησί „δέσποτα, λούσασθαι, ἕνα ἄνθρωπον ἐν τῷ βαλανείῳ τεθέαμαι“. καὶ τοῦ Ξάνθου ἐλθόντος καὶ τὸ πλῆθος τῶν λουομένων ἰδόντος καὶ „τί τοῦτο,“ εἰπόντος “Αἴσωπε; οὐχ ἕνα ἄνθρωπον ἔφης ἑωρακέναι ;“ ὁ Αἴσωπος „ναί·“ φησί “τὸν γὰρ λίθον ἐκεῖνον“, τῇ χειρὶ δείξας, „πρὸ τῆς εἰσόδου κείμενον εὗρον, ἐφʼ ὃν οἱ εἰσιόντες πάντες καὶ ἐξιόντες προσέπταιον. εἶς δέτις πρὶν ἢ προσπταῖσαι ἄρας μετέθηκεν. ἐκεῖνον οὖν ἕνα ἄνθρωπον εἶπον ἑωρακέναι, προτιμήσας τῶν ἄλλων“. καὶ ὁ Ξάνθος· „οὐδὲν παρὰ τῷ Αἰσώπῳ ἀργὸν πρὸς ἀπολογίαν.“