ἑτέρου δὲ πάλιν τοιόνδε τι προθέντος, ὅτου χάριν τὸ μὲν πρόβατον ἐπὶ σφαγὴν ἑλκόμενον οὐ βοᾷ, ὁ δὲ χοῖρος ὅτι μάλιστα κράζει, Αἴσωπος αὖθις ἔφη ὅτι „τὸ μὲν πρόβατον κατὰ τὸ εἰωθὸς ἀμελγόμενον ἢ τὸ τοῦ πόκου βάρος ἀποτιθέμενον, σιγῇ ἕπεται· διὸ καὶ ὑποσκελιζόμενον καὶ τὸν σίδηρον ὁρῶν, οὐδὲν δεινὸν ὑποπτεύει, ἀλλʼ ἐκεῖνα τὰ συνήθη καὶ μόνα δοκεῖ πείσεσθαι. ὁ δὲ χοῖρος ἅτε δὴ μήτʼ ἀμελγόμενος μήτε κειρόμενος μηδὲ συνειδὼς ἑαυτῷ πρός τι τῶν τοιούτων ἑλκόμενος, ἀλλʼ ὅτι τῶν σαρκῶν αὐτοῦ μόνον ἐστὶ χρεία, εἰκότως βοᾷ“. τούτων οὕτω ῥηθέντων, οἱ σχολαστικοὶ πάλιν ἐπῄνεσαν αὐτόν, τραπέντες εἰς γέλωτα. παυσαμένου μέντοι τοῦ πότου καὶ τοῦ Ξάνθου πρὸς τὴν οἰκίαν ἀπονοστήσαντος, καὶ τῇ γυναικὶ συνήθως ὁρμήσαντος προσλαλεῖν, ἐκείνη τοῦτον ἀποστραφεῖσά φησι· „μὴ μου πλησίον γένῃ. δός μοι τὴν προῖκα καὶ ἀπελεύσομαι. οὐδὲ γὰρ ἂν μείναιμι σύν σοὶ τοὐντεῦθεν. σὺ δʼ ἀπελθών τὴν κύνα κολάκευε, ᾗ πέπομφας τὰς μερίδας“. καὶ ὁ Ξάνθος ἐκπλαγεὶς λέγει· “οὐκ ἔστιν ὅπως οὐκ ἤρτυσέ μοί τι κακὸν πάλιν Αἴσωπος“. καὶ πρὸς τὴν γυναῖκά φησι· „κυρία, ἐμοῦ πεπωκότος σύ μεθύεις; τίνι τὰς μερίδας πέπομφα, οὐχὶ σοί“; μὰ Δίʼ, ἐμοὶ μὲν οὔ“, φησὶν ἐκείνη „τῄ δὲ κυνί“. καὶ ὁ Ξάνθος τῷ Αἰσώπῳ κληθέντι φησί· „τίνι δέδωκας τὰς μερίδας“; κἀκεῖνος· „τῇ εὐνοούσῃ σοι“. καὶ πρὸς τὴν γυναῖκα ὁ Ξάνθος· “οὐδὲν ἔλαβες“; κἀκείνη· „οὐδέν“. καὶ ὁ Αἴσωπος· „τίνι γὰρ ἐκέλευσας τὰς μερίδας δοθῆναι, ὦ δέσποτα“; κἀκεῖνος· “τῇ εὐνοούσῃ μοι“. καὶ ὁ Αἴσωπος τὴν κύνα φωνήσας, „αὕτη σοι“ φησίν „εὐνοεῖ. ἡ γὰρ γυνὴ κἂν εὐνοεῖν λέγῃ, ἀλλ ἐπʼ ἐλαχίστῳ ἀλγήσασα ἀντιλέγει, λοιδορεῖται, ἀναχωρεῖ· τὴν μέντοι κύνα τύψον, ἀπέλασον, καὶ οὐκ ἀναχωρήσειεν ἄν, ἀλλʼ ἐπιλαθομένη πάντων, αὐτίκα φιλοφρόνως σαίνει καὶ σύν χάριτι τὸν δεσπότην.ἔδει σε οὖν εἰπεῖν, δέσποτα, τῇ γυναικὶ τὰς μερίδας κομίσαι, καὶ μὴ τῇ εὐνοούσῃ.“ καὶ ὁ Ξάνθος· „όρᾷς, ὦ κυρία, ὡς οὐκ ἐμὸν τὸ ἁμάρτημα, ἀλλὰ τοῦ κομίσαντος; ἀνάσχουτοιγαροῦν, καὶ οὐκ ἀπορήσω προφάσεως, διʼ ἣν αὐτὸν μαστιγώσω“. τῆς δὲ μὴ πειθομένης, ἀλλὰ λάθρα πρὸς τούς ἑαυτῆς γονεῖς ἀποχωρησάσης, Αἴσωπος εἶπεν· “οὐκ ὀρθῶς εἶπον, ὦ δέσποτα, ὡς ἡ κύων σοι μᾶλλον εὐνοεῖ, καὶ οὐχ ἡ ἐμὴ δέσποινα;“ ἡμερῶν δέ τινων παρῳχηκυιῶν, καὶ τῆς γυναικὸς ἀδιαλλάκτου μενούσης, καὶ τοῦ Ξάνθου τῶν προσηκόντων τινὰς ὡς αὐτην ὡς ἂν ὑποστρέψειεν οἴκαδε πέμψαντος, τῆς δὲ μὴ ὑπείκειν θελούσης, καὶ τοῦ Ξάνθου διʼ αὐτὴν εἰς ἀθυμίαν πεσόντος, Αἴσωπος αὐτῷ προσελθών φησι· „μὴ ἀνιῶ, δέσποτα. ἐγὼ γὰρ αὐτὴν αὔριον ἥκειν αὐθαίρετον καὶ ἀπαράκλητον δράσω πρὸς σέ.“ καὶ λαβών κέρμα, πρὸς τὴν ἀγορὰν ἦλθε, καὶ ὠνησάμενος χῆνας καὶ ὄρνιθας καὶ ἄλλʼ ἄττα τῶν πρὸς εὐωχίαν ἐπιτηδείων, βαδίζων τὰς οἰκίας περιενόστει. παρῄει τοίνυν καὶ τὴν τῶν τῆς αὐτοῦ δεσποίνης γεννητόρων οἰκίαν, μήτε ταύτην εἰδέναι προσποιούμενος ἐκείνων τυγχάνουσαν, μήτε μὴν ἐν αὐτῇ τὴν δέσποιναν μένουσαν. καὶ δὴ τινι τῶν τῆς οἰκίας ἐκείνης ἐντυχών ἠρώτα εἴ τί που τῶν εἰς γάμους χρησίμων οἱ κατὰ τὴν οἰκίαν ἔχοιεν αὐτῷ πωλῆσαι. τοῦ δὲ “καὶ τίς τούτων ἔχει τὴν χρείαν;“ πυνθανομένου, „Ξάνθος“ φησίν „ὁ φιλόσοφος· αὔριον γὰρ γυναικὶ μέλλει συνάπτεσθαι.“ τοῦ δὲ ἀναβάντος καὶ τῇ γυναικὶ ταῦτα τοῦ Ξάνθου ὡς ἤκουσεν ἀναγγείλαντος, ἐκείνη σύν δρόμῳ καὶ σπουδῇ πρὸς τὸν Ξάνθον ἦλθεν αὐτίκα, καὶ αὐτοῦ κατεβόα λέγουσα πρὸς τοῖς ἄλλοις καὶ ταῦτα, ὡς “οὐκ ἂν ἐμοῦ ζώσης, ὦ Ξάνθε, ἑτέρᾳ γυναικὶ δυνηθείης συναρμοσθῆναι.“ καὶ οὕτως ἔμεινεν ἐπὶ τῆς οἰκίας δι᾿ Αἰσώπου, ὡς καὶ διʼ ἐκεῖνον ἀπῆρε.Μετὰ δʼ ἡμέρας πάλιν τινὰς καλέσας ὁ Ξάνθος σχολαστικούς εἰς ἄριστον, τῷ Αἰσώπῳ φησίν· „ὀψώνησον ἀπελθών πᾶν ὅ τι χρηστότατόν τε καὶ βέλτιστον.“ ὃ δὲ ἀπιών καθʼ ἑαυτὸν ἔλεγεν· „ἐγώ διδάξω τὸν δεσπότην μὴ μωρὰ διατάττεσθαι“. γλώττας οὖν μόνας ὑείους πριάμενος καὶ ἑτοιμάσας, ἀνακλιθεῖσι γλῶτταν ὀπτὴν ἑκάστῳ σύν ὀξυγάρῳ παρέθηκε. τῶν δὲ σχολαστικῶν ἐπαινεσάντων ὡς φιλόσοφον τὸ πρῶτον ἔδεσμα διὰ τὴν τῆς γλώττης πρὸς τὸν λόγον ὑπηρεσίαν, πάλιν Αἴσωπος ἑφθὰς γλώττας παρέθηκε. καὶ αὖθις αὖ βρώματος αἰτηθέντος ἄλλου καὶ ἄλλου, ὃ δʼ οὐδὲν ἕτερον ὅτι μὴ γλώττας προὐτίθει. τῶν δὲ σχολαστικῶν ἐπὶ τῷ ταὐτῷ τῆς τροφῆς ἀγανακτησάντων καὶ „μέχρι τίνος γλώττας;“ εἰπόντων, καὶ ὡς „ἠμεῖς διʼ ἡμέρας γλώττας ἐσθίοντες τὰς ἡμετέρας ἠλγήσαμεν“, ὁ Ξάνθος φησὶ πρὸς ὀργήν· „οὐδέν σοι πάρεστιν ἕτερον, Αἴσωπε;“ καὶ ὅς· “οὐ δῆτα“. κἀκεῖνος· “οὔκουν ἐνετειλάμην σοι, κατάρατον ἀνθρώπιον, πᾶν ὅ τι χρηστότατόν τε καὶ ἄριστον ὀψωνῆσαι“; καὶ ὁ Αἴσωπος “πολλὰς ὁμολογῶ σοι τὰς χάριτας μεμφομένῳ με φιλοσόφων ἀνδρῶν παρόντων· τί οὖν ἂν γένοιτο γλώττης χρηστότερόν τε καὶ βέλτιον ἐν τῷ βίῳ; πᾶσα γὰρ παιδεία καὶ φιλοσοφία διʼ αὐτῆς παιδεύεται καὶ διδάσκεται· διʼ αὐτῆς δόσεις, λήψεις, ἀγοραί, ἀσπασμοί, εὐφημίαι, μοῦσα πᾶσα· διʼ αὐτῆς συγκροτοῦνται γάμοι, πόλεις ἀνορθοῦνται, ἄνθρωποι διασώζονται. καὶ συνελόντι φάναι, διʼ αὐτῆς ἅπας ὁ βίος ἡμῶν συνέστηκεν. οὐδὲν ἄρα τῆς γλώττης ἄμεινον“. ἐπὶ τούτοις οἱ σχολαστικοὶ τὸν μὲν Αἴσωπον ὀρθῶς λέγειν φάμενοι, ἡμαρτηκέναι δὲ τὸν διδάσκαλον, διελύθησαν ἕκαστος ἐπʼ οἴκου. τῇ δʼ ὑστεραίᾳ πάλιν αἰτιωμένων αὐτῶν τὸν Ξάνθον, ἐκεῖνος ἀπελογεῖτο μὴ κατὰ γνώμην αὐτοῦ ταῦτα γεγονέναι, ἀλλὰ τοῦ ἀχρείου δούλου τῇ κακουργίᾳ. σήμερον δὲ ἀλλʼ ἀμείψει τὸ δεῖπνον· „κἀγὼ δὴ παρόντων ὑμῶν αὐτῷ διαλέξομαι“.