Ἡ ἐν τοῖσι ἄλλοισι πάθεσι μετὰ τὴν θεραπείην δίαιτα ἐς ἰσχὺν καὶ κράτος τοῦ σώματος εὐπεψίῃ ἀγαθή· στομαχικοῖσι δὲ μούνοις ἥδε γίγνεται πλημμελής. ὅκως ὦν αὕτη γίγνοιτο, φράσω. ἱκανὴ γὰρ αἰώρη, περίπατοι, γυμνασίη, φωνασκίη, τροφαὶ ἐς πέψιν ἀγαθαὶ, ἀναμαχέσασθαι τὴν τοῦ στομάχου κακοσιτίην· ἀδύνατον δὲ τάδε καὶ ἀπεψίην λῦσαι μακρὴν, καὶ τὴν σκελετίην τοῦ σκήνεος εὔογκον σάρκα ποιῆσαι· πολλὸν δὲ μέζον ἐπὶ τουτέων ἔστων αἱ τοῖσι κάμνουσι χάριτες, καὶ τὸ καθαρῶς ἅπαν δρᾶν, καὶ τῇσι ἐπιθυμίῃσι ἕπεσθαι τὸν ἰητρὸν, μὴ μεγάλα βλάπτοντα· ἄριστον γὰρ τόδε, ἢν μὴ κάρτα ὠφελεύντων ὄρεξις ἥκῃ. φάρμακα δὲ ποτὰ, χυλοὶ, ἀψίνθιον, καὶ νάρδος τὸ μύρον, καὶ ἡ διὰ τῶν θηρίων, καὶ τοῦ ἐν πέτραις ὁ καρπὸς, καὶ ζιγγιβέριος, καὶ πεπέριος, καὶ σεσέλιος. τάδε πεπτήρια· καὶ κατὰ τοῦ στέρνου ἐς στῦψιν ἐπίθημα, νάρδοι, μαστίχαι, ἀλόαι, ἀκακίαι, καὶ μήλων κυδωνίων ὁ χυλὸς, καὶ αὐταὶ δὲ τῶν μήλων αἱ σάρκες ἀμφιθλασθεῖσαι ξὺν φοίνιξι ἐπίθημα στῦφον. ἀτὰρ καὶ τἄλλα ὁκόσα μοι ἐς διαβήτεω γεγράφαται , ἐς δίψεος ἄκος. τὰ ωὐτὰ γὰρ καὶ τοῖσι δίψος γίγνεται· ὁ δὲ τόνος τοῦ στομάχου ἄδιψον στομαχι κοῖσι.ἢν τῶν σιτίων ἀκρατὴς ἡ κοιλίη ἔῃ, διαρρέῃ δὲ ἡ τροφὴ ἄπεπτος, ἄθρεπτος, ὠμὴ, καὶ μηδὲν εἰς τὸν ὄγκον ἀνίῃ, κοιλιακοὺς τούσδε κικλήσκομεν. ψύχεϊ μὲν ἐμφύτου τῆς ἐς πέψιν θερμασίης, ἀτονίῃ δὲ τῆς ἐς ἀνάδοσιν δυνάμιος. χρὴ ὦν τὴν κοιλίην πρώτιστα μὲν πόνων ἀνιέναι ἠρεμίῃ καὶ ἀποσιτίῃ· ὧδε γὰρ παλινδρομέουσι αἱ δυνάμιες. ἢν δὲ καὶ πλήθεος τῶν ἐν τῷ στομάχῳ φαντασίη ἔῃ, νήστεσι ἐμέτοισι χρέεσθαι ἀφʼ ὕδατος, ἢ μελικρή του· τὴν κοιλίην δὲ σκέπειν καὶ τέγγειν ἐς στῦψιν, ἐρίοισι μὲν τοῖς ἐξ ὄϊος πιναροῖσι· λίπαϊ δὲ, Ῥοδίνῳ μύρῳ, ἢ τῷ διὰ τῆς οἰνάνθης, ἢ μηλίνῳ· ἄριστον, κἢν ἀπὸ τοῦ σχίνου, καὶ ὑποκιστίδι, ἢ ὀμφακίῳ· ξὺν τοῖσδε δὲ ἐπιπλάσματα, θερμὰ μὲν ἐς θίξιν, ἐς δύναμιν δὲ στρυφνά· καὶ ἤν πη τοῦ ἥπατος, ἢ τῆς κοιλίης κατὰ στόμα ἐντάσιες, ἢ φλεγμασίαι ἔωσι, σικύην προσβάλλοντα ἐντάμνειν· καὶ ἔστι οἷσι τόδε μοῦνον ἤρκεσε· ἐπὴν δὲ κηρωτῇσι ἐς ὠτειλὴν ἥκῃ τὰ τρώματα, ἠδὲ ἐπὶ σκληρίῃ κραίνῃ, τῇδε βδέλλας τὰ θηρία προσβάλλειν· ἔπειτα ἐπιθήματα πεπτικὰ τιθέναι, ὁκοῖον τὸ διὰ τῶν σπερμάτων, ἢν ἴσχῃ χαμαιλέοντος Ῥίζαν· ἄριστον καὶ ἔνθα οἱ τῆς δάφνης ἔασι καρποὶ, καὶ τὸ μάλαγμα ἐπίκλησιν τὸ χλωρὸν, καὶ τοὐμὸν τὸ μυστήριον. τάδε γὰρ μαλάσσειτε καὶ ἀμύσσει, καὶ θερμασίην ἐγείρει, καὶ ἄφυσα τὰ σπλάγχνα ποιέει, ὧν περ ἐς στῦψιν χρέος. ἀτὰρ καὶ σίνηπι, καὶ λίμνηστις, καὶ εὐφόρβιον, καὶ ὁκόσα τοιάδε πάντα τὴν μὲν ψῦξιν κωλύει, ἀνάκλησιν δὲ θέρμης ποιέεται. τοιάδε χρὴ καὶ πιπίσκειν φάρμακα ἐς στῦψιν. χρέος μὲν πρώτιστα ὁ τοῦ ἀρνογλώσσου χυλὸς ξὺν ὕδατι ἐστυμμένῳ μύρτοισι, ἢ κυδωνίοισι μήλοισι· ἄριστον καὶ γίγαρτον σταφυλῆς ὀμφακιτίδος· οἶνοι τῶν κάρτα στυφόντων. ἔπειτα δὲ τὰ ἀλθαίνοντα τὴν γαστέρα φάρμακα ποτὰ, ὁκόσα διὰ ζιγγιβέριος καὶ πεπέριος, καὶ σελίνου τοῦ καρποῦ τοῦ ἀγρίου τοῦ ἐν πέτραις, τὸ διὰ τῶν θηρίων τῶν ἐχιδνῶν πεπτικώτατον·ἢν δὲ ἐπὶ τοῖσι μηδὲν, ἢ σμικρὸν ἐνδιδῷ, τοῖσι ἀπὸ Ῥαφανίδων ἐμέτοισι χρέο· ἢν δὲ καὶ ἐγκρύψῃς ταῖσδε ἐλλεβόρου τοῦ λευκοῦ Ῥίζαν ἐς μίην νύκτα, εὐτονωτάτη ἄν σοι γένοιτο ἡ κάθαρσις, ἔς τε τὴν τῶν ὑγρῶν τῶν ψυχρῶν κάθαρσίν τε καὶ ἔκκρισιν, καὶ ἐς τὴν ἔξαψιν τοῦ θερμοῦ. ἀτὰρ καὶ ἡ δίαιτα, καὶ ὁ βίος, τοῖσδε ἔστω ξύμμετρα. οἱ ὕπνοι νύκτωρ μὲν, διʼ ἡμέρης δὲ περίπατοι, ἀναφωνήσιες, αἰώρη, ἥ τε ἐν δάφνῃσι, ἢ μυρρίναισι , ἢ θύμῳ. ἔχει γάρ τι ἡ διαπνοὴ καὶ ἡ ἀναπνοὴ τοιῶνδε φάρμακον πεπτήριον · γυμνάσια, τρίψιες, χειρονοσμίη, ἁλτήρων βολαῖσι τοῦ θώρηκος, καὶ τῆς κοιλίης κόποι· προπόσιες· σμικρότατα γὰρ εἰς τόνον εὐσταλὲς ἄρτος. ἐπὶ τῶνδε φοίνιξις, περίπατοι Ῥαθυ —σιτίων καὶ Ῥαφανίδων πολλάκις. ἔπειτα ἐς τὸν ἐλλέβορον ἄγειν. δίαιτα δὲ ἡ ἐπὶ τοῖσδε ξυνὴ τοῖσι ἄλλοισι πάθεσι· καὶ ἐπὶ τῇ διαίτῃ ἄλειψις, ψυχρολουσίη θαλασσίη· μάλιστα μὲν ὦν ἅπασι ἀρθριτι κοῖσι ξυνὰ ἄκεα· καὶ γὰρ καὶ τοῖσι ποδαγρικοῖσι ἐλλέβορος τὸ μέγα ἄκος, ἀλλὰ ἐν τῇσι πρώτῃσι προσβολῇσι τοῦ πάθεος. ἢν δὲ ἐκ πολλῶν μὲν ἤδη χρόνων ἔῃ, ἀτὰρ καὶ ἐκ διαδέξιος πατέρων φανῇ, ξυναποθνήσκει ἡ νοῦσος. ἐς δὲ τοὺς παροξυσμοὺς τῶν ἄρθρων τάδε χρὴ πρήσσειν. εἰρία μὲν ἔστω ἐξ ὄϊος τὰ οἰσυπώδεα· τέγξιες δὲ διὰ Ῥοδίνου καὶ οἴνου· μετεξετέροισι δὲ καὶ σπογγίη ξὺν ὀξυκρήτῳ ὤνησεν. ἔπειτα ἐπίπλασμα, ἄρτος ξὺν τοῖσι ψύχουσι κολοκύν της , καὶ πέπονος· καὶ σικύη λιτὴ, καὶ ἀρνόγλωσσον ἡ βοτάνη, καὶ Ῥόδων τὰ φύλλα. ἀτὰρ καὶ ἡ σιδηρῖτις ἄπονος ξὺν ἄρτῳ, καὶ βρύον, καὶ συμφύτου Ῥίζα, καὶ πεντάφυλλος ἡ βοτάνη, καὶ πράσιος ἡ τοῖσι φύλλοισι λεπτή. τῆσδε μέντοι τὸ μὲν ἀφέψημα ἐξάντλημα ἄπονον· αὐτὴ δὲ, ἐπίπλασμα, ξὺν ψιξὶ, ἢ κριθῶν ἀλήτῳ· μήλων τε τῶν κιτρίων τὸ ἄβρωτον ξὺν ἀλφίτοισι ἄριστον· σῦκα ξηρὰ, καὶ θάσια ξύν τινι τῶν ἀλήτων. ἥδε μέντοι ψύξιος ἡ ὕλη· καὶ τόδε μέντοι ἄλλοτε ἄλλον ὤνησε καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ. μετεξετέροισι δὲ τὰ ἀλεαίνοντα ξυμφέρει, καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ ὠφελέει. λόγος δὲ καὶ τόδε κάρτα ἄπονον ἔμμεναι· αἶγα χρὴ βοτάνης τῆς ἴριδος ἐμφαγεῖν· ἐπὴν δὲ πλησθῇ, διαλείποντα ὁκόσον ἡ νομὴ ἐν τῇ γαστρὶ μαχθείη, καταθῦσαι τὴν αἶγα, ἠδὲ ἐντὸς τῆς γαστρὸς ἐς τὴν κόπρον ἐγκρύψαι τὼ πόδε. φάρμακα δὲ μυρία. καὶ γὰρ τοὺς νοσέοντας ἑωυτῶν φαρμακέας εὐπόρους τίθησι ἡ ξυμφορή· τῶν δὲ ἰητρῶν τὰ φάρμακα ἐν τῇσι γραφῇσι λελέξεται.