ὕδρωπος ἰδέη τὸ διαβήτεω πάθος αἰτίῃ καὶ διαθέσι, χώρῃ δὲ μούνῃ διάφορον, ἔνθα τὸ ὑγρὸν ἐκρέει. ἀσκίτῃ μὲν γὰρ δοχεῖον, τὸ περιτόναιον, οὐδʼ ἐκροὴν ἴσχει, ἀλλὰ μίμνον τῇδε πλημμυρεῖ. διαβήτεω δὲ φορὴ μὲν ὑγροῦ ἡ ἀπὸ τοῦ πάσχοντος ἡ ωὐτὴ, καὶ σύντηξις· ἐς δὲ νεφροὺς καὶ κύστιν ἡ ξύνδοσις τὰ περὶ ἔξοδον φέρει. ἥδε τοῖσι ὑδεριῶσι ἡ ὁδὸς ἐπιγίγνεται, ἢν ἐς ἀγαθὸν ἡ νοῦσος τρέπηται. ἀγαθὸν δὲ ἡ λύσις τῆς αἰτίης, καὶ μὴ τοῦ ἄχθεος ἐλαφρίη μοῦνον· δίψος δὲ τουτέοισι μέζον, ἐκρέον γὰρ τὸ ὑγρὸν αὐαίνει. ἔστι δὲ τὰ ἄκεα ἐς τὴν ἐπίσχεσιν τῆς ξυντήξιος, τὰ ωὐτὰ τοῖσι ὕδρωψι· ἐς δὲ τὸ δίψος μεγάλης ἰητρείης χρέος, τόδε γὰρ ἐν τῷ εἴδεϊ ἀλγέων πάντων μέζον. καὶ ἢν πίωσί τι ὑγρὸν, πρόκλησις οὐρήσιος. ποτὶ καὶ ἐκθέον τόδε ξυναπάγει τῆκον τὰ ἐν τῷ σκήνεϊ. φαρμάκων ὦν ἀδίψων χρέος· δίψος γὰρ μέγα, ἀκορίῃ ποτοῦ. ποτὸν γὰρ οὐδʼ ὅσον γίγνηται δίψεος ἄκος. πάντη δεῖ τῷ στομάχῳ ἀρήγειν ἔνθα τοῦ δίψεος αἱ πηγαί. ἢν ὦν τῇ ἱερῇ καθαίρῃς, ἐπιθήμασι χρέο, νάρδῳ, μαστίχῃ, φοίνιξι, μήλοισι κυδωνίοισι ὠμοῖσι· τῶνδε ὁ χυλὸς μὲν ξὺν νάρδῳ καὶ Ῥοδίνῳ, ἄριστον ἐς τέγξιν· ἐπίπλασμα δὲ ἡ σάρξ αὐτέων ξὺν μαστίχῃσι καὶ φοίνιξι· ἐν κηρῷ δὲ καὶ νάρδῳ τῷ μύρῳ ἡ τουτέων μῖξις ἀγαθὴ, ἢ οἱ χυλοὶ ἀκακίης τε καὶ ὑποκιστίδος ἔς τε τὰς τέγξιας καὶ ἐς τὰ ἐπιπλάσματα. ἀτὰρ καὶ ὕδωρ τὸ ποτὸν ξὺν τῇσι ὀπώρῃσι ἑψείσθω. τροφαὶ δὲ, καὶ γάλα, καὶ ξὺν τῷδε σιτία, ἄμυλοι, χόνδροι, Ῥοφήματα. οἶνοι στύφοντες ἐς τὸν τοῦ στομάχου τόνον, ἀκρητέστεροι μᾶλλον, ἐς τὴν τῶν ἄλλων χυμῶν ἐξηέρωσίν τε καὶ διάνιψιν· ἁλμώδεσι γὰρ δίψος· οἶνος δὲ, στύφων θʼ ἅμα καὶ ψύχων, μεταβολῇ τε καὶ εὐκρασίῃ χρήσιμος· ἐς δύναμιν δὲ κἢν οἶνος γλυκὺς, ὁκοῖον αἷμα ἔῃ, ἐς τὴν αὐτοῦ γένναν. φάρμακα ποικίλα τὰ ωὐτὰ, ἡ διὰ τῶν θηρίων, ἡ τοῦ Μιθριδάτεω, ἡ διὰ τῶν ὀπωρέων, τά τε ἄλλα ὁκόσα ὕδρωπος ὀνηϊστά. ἀτὰρ καὶ ἡ ξύμπασα δίαιτα καὶ ὁ βίος ωὐτός.ἀμφὶ μὲν φλεγμασίης , καὶ αἱμορραγίης, καὶ ὁκόσα ὀξέως ἀπὸ νεφρῶν κτείνει, ἐν τοῖσι ὀξέσι γεγράφαται· ἀμφὶ δὲ ἑλκώσιο ς, ἠδὲ λίθων γενέσιος, ὁκόσα τὰ πολλὰ ξυναποθνήσκει πρεσβύτῃσι, μάλιστα νῦν γράφω· ἄγχιστα μὲν ἐς ἄκεσιν· εἰ δὲ μὴ, οἷσι ὅγε παρηγορήσεται. λίθων μὲν ὦν εὐφυῆ γένναν ἐς ἄγονον τρέψαι, ἀδύνατον. Ῥηΐτερον μὲν γὰρ μήτρην ἄτοκον θέμεναι, ἢ νεφροὺς λιθιῶντας ἀλίθους. ἐς διέξοδον ὅκως ἀρηγειν χρή· ἢν ὦν ἐν ἕδρῃ ἵζωσι οἱ λίθοι, τὰ ἄκεα φράσω. κάρτα γὰρ ὀδυνέονται , ποτὶ καὶ ἐξέθανον στρόφοισι καὶ εἰλέῳ κώλου καὶ ἰσχουρίῃ. ξυναφέα γὰρ ἀλλήλοισι νεφροί τε καὶ κῶλον. ἢν γὰρ λίθων ἐντάσιες ἔωσι, ἐπὶ δὲ τοῖσι ἰσχουρίη τε καὶ στρόφοι, τὴν ἐπὶ τῷ σφυρῷ τάμνειν φλέβα τῷ κατʼ ἴξιν τοῦ νεφροῦ. αἱ γὰρ τοῦ αἵματος ἀπὸ νεφρῶν ἔκροιαι ἀνιᾶσι τῶν λίθων τὰς σφίγξιας. φλεγμονὴ γὰρ δήσασα ἴσχει τὰ πάντα· φλεγμον ῆς δὲ κενεαγγείη λύσις· τέγγειν τε τὰς ψύας ἔνθα τῶν νεφρῶν ἡ χώρη· λίπας δὲ παλαιὸν, ἢ τὸ νέον, Ῥύτην ἰσχέτω· οὐρητικὸν δὲ καὶ ἀνήθου ἡ κόμη καὶ λιβανωτὶς, ἢ σάμψυχον. τοῖσδε χρὴ, ὅκως ὕδατι, καταιον εῖν· σμικρὸν γὰρ αἱ χρίσιες. ἀτὰρ καὶ τοῖσδε πυριῆν, βοείῃσι κύστεσι ἐγχέοντα ἔλαιον ἀνθέμιδος. ἐπιπλασμάτων νῦν ὕλη ξὺν τοῖσι ἀλήτοισι ἡ ωὐτή. ἔλυσε καὶ σικύη κούφη κοτὲ τῶν λίθων τὴν ἔνστασιν· ἄριστον δὲ κἢν ἐπὶ φλεγμασίης σχάσῃς. ἢν δὲ τάδε σοι ποιέοντι ἔτι μίμνωσι οἱ λίθοι, ἐς ἔλαιον τὸν ἄνθρωπον καθιέναι. τόδε γάρ τοι ἅμα πάντα ποιέει· ἀλέῃ μὲν χαλᾷ, πῆ δὲ ἐκγλισχραίνει· τὸ δριμὺ δὲ ἐς προθυμίην δάκνει. τάδε μέντοι ἔξοδα λίθων καὶ σφῶν προκλήσιες· πίνειν δὲ φαρμάκων τῶν ἁπλῶν μὲν Ῥίζας, φοῦ, μῆον, ἄσαρον· βοτάνας δὲ, τὴν πριονίτην, ἢ πετρόσελινον, ἢ σίον· ποικίλων δὲ, μύρα μὲν ὁκόσα ἴσχει νάρδον, κασίην, σμύρναν, κιννάμωμον. ἀπουλώσε ι σίνηπι, καὶ ἐκ πυρὸς ἐσχάραι, καὶ ἐπιθήματα ἃ πρόσθεν μοι λέλεκται·δίαιτα δὲ καὶ ἄλειψις, καὶ πλοῦς, καὶ ἡ ἐν θαλάσσῃ βιοτὴ, ἅπαντα τοῖσι ἐπὶ νεφρῶν ἐστι ἄκεα.καὶ τοῦ ἀτερπέος τοῦ πάθεος εἵνεκεν, καὶ τοῦ κατὰ σύντηξιν κινδυνώδεος, καὶ τῆς ἐς διάδεξιν γένεος χρείης, λύειν χρὴ μὴ βραδέως τὴν γονόρροιαν , πάντων κακῶν οὖσαν αἰτίην. πρώτιστα μὲν ὦν ὅκως Ῥεῦμα κοινὸν ἰῆσθαι· στύψεσι τῶν ἀμφὶ τὴν κύστιν καὶ τὴν Ῥοὴν χωρίων· καὶ ἐμψύξεσι ψυῶν, λαγόνος, αἰδοίων, διδύμων, ὅκως μὴ Ῥέῃ ἐς πολλὸν ἡ γονή· εἶτα αὖθις ἀλεῇναι τὸ πᾶν, ἐς τὸ τὰς ἀφόδους ξηραίνειν. στύψεσι μὲν ὦν καὶ τέγξεσι· ἔριον μὲν τὸ ἀπὸ τῆς ὄϊος ξὺν τοῖς λύμασι. λίπας δὲ τὸ Ῥόδινον μύρον, ἢ τὸ διὰ τῆς οἰνάνθης, ξὺν οἴνῳ λευκῷ, εὐώδεϊ. ἐκ προσαγωγ ῆς δε ἀλεαίνοντα λίπας τὸ καινὸν, καὶ μελίλωτ ον ἐκζεσθὲν σὺν αὐτῷ, καὶ σάμψυχον, καὶ λιβανωτὶς, ἢ κόνυζα. ἄριστον καὶ ἀνήθου κόμη, καὶ ἔτι μᾶλλον ἡ Ῥυτή. τοῖσδε ἐς τὰ ἐπιπλάσματα χρέο, κριθῶν καὶ ὀρόβων ἀλήτοισι, καὶ ἐρυσίμου τοῦ σπέρματος καὶ νίτρῳ· μέλι δὲ ἐς τὴν ἁπάντων ξύμπνοιαν καὶ ξυνάφειαν. τοιάδε καὶ ἐπιπλάσμα τα ὁκόσα φοινίσσει, καὶ ἰόνθους ἐγείρει καὶ τὸ Ῥεῦμα παροχετεύει, καὶ ἀλεαίνει τὰ χωρία· τοιόνδε τὸ χλωρὸν ἐπίπλασμα, καὶ τὸ διὰ τοῦ καρποῦ τῆς δάφνης. πιπίσκειν δὲ καὶ τοῦ κάστορος συχνὸν, καὶ τῆς Ῥίζης τοῦ ἁλικακκ άβου ὁκόσον δραχμὴν ὁλκῆς, καὶ τῆς ἡδυόσμου τὸ ἕψημα· ποικίλων δὲ, τὸ διὰ τῶν δύο πεπερέων, ἡ Σύμφωνος, ἡ Φίλωνος· ἄριστον καὶ τὸ διὰ τοῦ σκίγκου τοῦ θηρίου φάρμακον ποτὸν, καὶ ἡ τοῦ Βηστίνου, καὶ ἡ διὰ τῶν ἐχιδνῶν τῶν ἑρπετῶν. τὸ ξύμπαν δὲ διαίτῃ διδόναι· ἐπιτρέπειν τε καὶ πιστεύειν χρὴ καὶ γυμνασίοις , καὶ περιπάτοισι καὶ αἰώρῃσι. τάδε γὰρ τὴν ἕξιν ἐς θερμασίην τρέπει, ὅπερ ἐστὶ τῷ πάθεϊ χρέος· εἰ δὲ καὶ σώφρων ἔοι ἐπὶ τοῖσι ἀφροδισίοισι, καὶ λούοιτο ψυχρῷ, ἐλπὶς ὡς ὤκιστα ἀνδρωθῆναι τὸν ἄνθρωπον.