καὶ γὰρ τὰ ἐν τοῖσδε φάρμακα ὀνηϊστὰ, ἄσφαλτος, ἢ θεῖον, ἢ στυπτηρίη, πολλὸν πλεῦνες τουτέων ἄλλαι δυνάμιες. ἀγαθὸν μὲν γὰρ ὑγρασίη ἐξ αὐχμοῦ τῆς νούσου καὶ ταλαιπωρίῃ τῆς ἰήσιος· ἀραιαὶ δὲ καὶ μαλθακαὶ σάρκες Ῥηϊσταὶ πρὸς ἄφεσιν τοῦ νοσήματος· ξηραὶ δὲ καὶ πυκναὶ τοῖς μελαγχολῶσι αἱ σάρκες. ἄλειμμα λιπαρὸν ἅμα τρίψιος εὐαφοῦς, πολλῷ τῷ λίπαϊ δέχοντα ἄρτοι πλυτοὶ, ξύν τινι γλυκεῖ, σιραίῳ τῷ Κρητικῷ καὶ σκυβελιτῇ τῷ Παμφύλῳ. ἢ οἶνος καὶ μέλιμίξιος παλαιῆς· ὠῶν, καὶ ψυχροτέρων καὶ θερμῶν, τῶν γυμνῶν ἀπὸ τοῦ ὀστρακώ δεος· κρεῶν, τὰ μὴ πίονα καὶ σμηγματώδεα· συῶν μὲν πόδες, καὶ τὰ τῆς κεφαλῆς, πτηνῶν τὰ πτερὰ ἀπίονα· θηρίων, λαγωῶν, δορκάδων, πτωκός· ὀπώρης, ὁκοῖόν τι ἄριστον ᾖ, ἐπὶ τῇ τοῦ στομάχου ἀναφορῇ προμηθέεσθαι πρὸ τῆς τροφῆς, ὅκως μὴ καταποθεὶς ἀνεμῆται. διδόναι ὦν πρὸ πάντων σιτίων μελίκρητον , κυάθου ἥμισυ, καὶ πιόντα ἐξεμέειν ἐς τὴν τοῦ στομάχου κάθαρσιν. ὧδε γάρ σοι ἡ τροφὴ ἑδραίη μένει· φάρμακα δὲ τῶν ἀναγκαίων καθαρτήρια , πίτυος καρπὸς καὶ κνίδης, τῶν σπερμάτων τοῦ κοκκάλου, καὶ πεπέριος, ἀμυγδάλων αἱ πικραὶ, καὶ μέλι ᾖ τῷδε ἡ ξύστασις· ἢν δὲ ξηρῆναι θέλῃς, ἄριστον σμύρνα, καὶ ἴρεως ἡ Ῥίζα, καὶ τὸ διὰ τῶν θηρίων φάρμακον, καὶ ἡ τοῦ Βηστίνου, καὶ Μιθριδάτου , καὶ ἄλλαι μυρίαι· ἐπιθήματα δὲ, ἡ τῶν ἐπιπλασμά των ὕλη, μελίλωτον, καὶ μήκωνες, καὶ τερμίνθου δάκρυον, καὶ ὕσσωπον, καὶ λίπας τὸ ἀπὸ Ῥόδων, ἢ τῆς οἰνάνθης. κηρὸς δὲ τουτέων πάντων πάγος. ἄλειμμα λιπαρόν· αἰῶραι· περίπατοι· ἄλλʼ ὅσα σαρκῶν τε ἀνάπλασιν ποιέεται καὶ δυνάμιος ἰσχὺν, καὶ τῆς φύσιος ἐς τὸ ἀρχαῖον ἀποκατάστασιν.ὅκως ἐν νηϊ καὶ γαλήνῃ. καὶ γὰρ, εἰ εὐτυχοίη ὁ νοσέων, ἐν θαλάσσῃ γίγνοιτʼ ἂν αἰώρη καὶ βιοτή. καὶ γάρ τι ξηρὸν ἐς τὰ ἕλκεα ξυνδίδωσι ἅλμη· ἀπὸ δὲ τῆς αἰώρης ἐφησυχάσαν τα χρίεσθαι νῦν λιπαρῷλίπαϊ, ἐπὶ τῇσι τρίψεσι ἐξεχὲς καταιον ούμ ενον ἀπʼ ὀλίγου ἐκ προσαγωγῆς, ἐς κοτύλας πέντε, ἢ ἓξ, ἢ πολλόν τι πλεῖον· ἢν δὲ μὴ, ὁκόσον τις δύνηται· πολλάκι γὰρ τόδε μοῦνον ἀντὶ πάσης τροφῆς ἤρκεσε· γάλα δὲ ἡδὺ μὲν προσάρασθαι· πιεῖν δὲ Ῥήϊστον, στερεὸν θρέψαι, καὶ τροφῆς ἁπάσης ἐκ παιδὸς ξυνηθέστερον· ἰδεῖν δὲ τερπνὸν τῇ χροιῇ· φάρμακον δὲ ἀρτηρίῃ ἄκερχνον, διαπτερῶσαι βρόγχον, ἄγειν φλέγμα, εὔπνοον, ὀλισθηρὸν δὲ τὴν κάτω διέξοδον· ἕλκεσι δὲ φάρμακον γλυκὺ καὶ ἄλλου παντὸς εὐμενές τερον. ἢν μὲν ὦν τις πολλὸν τοῦδε πίνῃ, οὐδεμίης τροφῆς ἄλλης χρέος. ἀγαθὸν γὰρ ἐν νούσῳ ἔνι φάρμακον γάλα τωὐτὸν γίγνεσθαι καὶ τροφήν. καὶ γὰρ ἀνθρώπων τῶν γαλακτο φάγων τὰ ἔθνεα σῖτον οὐκ ἔδει· ἄριστον δὲ ξὺν γάλακτι, καὶ πολτοὶ, καὶ ἰτρία, καὶ χόνδροι πλυτοὶ, καὶ ὁκόσα ἐδεστὰ ἐκ γάλακτος γίγνεται. καὶ τροφῆς ἢν ἑτέρης δέῃ, ἔστω ὁμοίη, πτισάνης ὁ χυλὸς, εὔπεπτος, λιτή· χρὴ δὲ τοσόνδε ἡδύνθαι, ὁκόσον Ῥυμφάνεσθαί ἐστι Ῥηΐστη· ἢν καὶ τῶν ἐς ἡδονήν τι λαμβάνῃ, καὶ τόδε ἔστω φάρμακον, λιγυστι κοῦ κόμην, γλήχωνα, ἡδύοσμον, ἁλῶν βραχὺ, ὄξος, ἢ μέλι. ἢν μὲν στόμαχος ἀπεπτέῃ, τόδε παρέχειν· ἢν δὲ μηδὲν ὅδε προσαναγκάζῃ, πάντων ἐστὶ πτισάνη κρέσσων · ἔξεστι δὲ τὴν πτισάνην ἐς χόνδρον ἀλλάξαι· ἀφυσότερος γὰρ, καὶ εὐπεπτότερος καὶ σμηγματώδης ἢν ὡς πτισάνη πτίσθῃ. ἐν τῇσι ὑγροτέρῃσι ἀναγωγῇσι κύαμος καθαίρει ἕλκεα, ἀλλʼ ἔστι φυσώδης. πισὸς καὶ ὦχρος, ὁκόσον ἀφυσότερα, τοσόνδε ἑλκέων ἀκαθαρτότερα. ξυντεκμαιρόμενον ὦν πρὸς τὰ παρέοντα, τοῖσδε χρῆσθαι· ὄψα δὲ αὐτέων, ἅσσα καὶ ἐπὶ πτισάνῃ λέλεκται· ὠὰ δὲ ἐκ πυρὸς μὲν ὑδαρέα, θερμά· ἄριστον δὲ ἐκ ζῴων ἀρτίτοκα, πρὶν τὴνἥπατι ἕλκος ἔοι ὀλέθριον. ἡ χαλεπωτάτη δὲ ἐς τὴν γαστέρα ξύρροια τοῦ πύου, ἢν τὸν στόμαχον ἴσχῃ ὁδὸν ἐς τὴν ἄνω φορήν. τροφὴ γὰρ αἰτίη τοῦ ζῆν· τροφῆς δὲ ἡγεμὼν ὁ στόμαχος· ποτὶ καὶ τὰ φάρμακα ὅδε τοῖσι εἴσω διαφέρει. ἢν ὦν πρὸς ἅπαντα μὲν ὄκνος καταπόσιος ἔλθῃ, θᾶσσον ἐκθανεῖν ἀνάγκη νόσῳ τε καὶ λιμῷ. γνώματα δὲ ἑκάστου χώρου, ὅπη τὸ πῦον τρέψεται, ἕτερα καὶ ἕτερα. ἤν τε διʼ ἐντέρων ἥκῃ, στρόφοι, γαστὴρ ὑγρὴ, φλέγματα καὶ χολὴ, ἔπειτα ξὺν περιρροῇ αἱμάλωψ, ἢ περίπλυσις ὁκοίη κρεῶν ὠμῶν· ἢν δὲ ἐς κύστιν ἔῃ, βάρος ἐν νεφροῖσι καὶ ὀσφύϊ. τὰ μὲν ὦν πρῶτα πολλὰ καὶ χολοβαφέα· ἔπειτα θολερὰ, ἀνυπόστατα καὶ ἀκατάστατα· ἐπὶ πᾶσι δὲ καὶ ἡ ὑπόστασις λευκὴ παρείη. ἢν δὲ ἐς στόμαχον ἄνω Ῥέπῃ, ναυτίη, ἀποσιτίη, ἔμετοι φλέγματος, ἢ χολῆς, λειποθυμίη , σκοτοδινίη, μέσφι ξυρραγῇ. μάλιστα μὲν ὦν ἀποτρέπειν τήνδε· πονηρὴ γὰρ ἡ ὁδός. ἢν δὲ τὸ πῦον βιαιότερον Ῥεύσῃ, χρὴ πάντα ποιέειν καὶ τῷ στομάχῳ ἀρήγειν καὶ τροφῇσι, καὶ φαρμάκοισι, καὶ διαίταις, πάντα μειλίχως. φαρμάκοισι ἐς τὴν τοῦ κόλπου Ῥαγήν· βοτάνης τῆς ὑσσώπου ξὺν μελικρή τῳ πιπίσκειν, καὶ πρασίου τῆς κόμης, καὶ τῆσδε ξὺν μελικρή τῳ καὶ χυλῷ τῆς ἀψίνθου. τάδε μέντοι πρὸ τῶν σιτίων πίνειν χρεὼν, ὡς λεπτὰ μὲν τὰ ὑγρὰ γίγνηται, εὔροα δὲ τὰ χωρία, εὔρηκτα δὲ τὰ ἔμπυα σώματα. διδόναι καὶ ὄνου γάλα, λεῖον, ἄχολον, εὔτροφον, ἐς τυρὸν ἀσύστατον, ἥπερ ἐστὶ γάλακτος ἀρετή. προστίθει δὲ καὶ χάριτας πόματος καὶ σίτου. κἢν μικρῷ χείρω τῶν ὠφελεύντων ἔωσι, διδόναι, — ἔσται γὰρ διέξοδος ναυτιώδεϊ καὶ ἀτέρπεϊ ὑγρῷ· — μετεξετέρους γὰρ ἡ τοῦ πύου δίοδος βλάψαι. μήπω τι καὶ ἀπόσιτοι ἔσονται· κἤν τι λάβωσι εὐημέες. χρὴ δὲ καὶ ἐπὶ τῇσι ἄλλῃσι ἐκροῇσι παντοίην μελέτην τοῦ στομάχου ποιέεσθαι· ὅδε γὰρ ἡ πάντων φαρμάκων ὁδός· μεμνῆσθαι δὲ καὶ τοῦ ἥπατος χρεὼν, ἔνθα τῶν ἐλκέων ἐστὶ ἡ Ῥίζα.