σταθμὸς δὲ ὁλκῆς δραχμαὶ δύο. ἐπὶ δὲ τῶν ἀσθενεστέρων καὶ ἰσχνοτέρων τὸ ἕψημα ξὺν μέλιτι· μέτρον μυστίλαι δύο ἢ τρεῖς· τῆσδε ποιήσιος ὁ τρόπος ἄλλῃ πη λελέξεται. μεσηγὺ δὲ ἑκάστου ἄκεος, ὑπανατρέφειν τὸν νοσέοντα, ἐς τὴν τῶν μέσων ὑπομονήν. ἀρήγειν δὲ καὶ ἐπὶ τοῖσι παροξυσμοῖσι ὧδε· διαδέειν μὲν τὰ σκέλεα ὑπὲρ σφυρὰ καὶ γούνατα, καὶ χειρὸς καρπούς τε καὶ βραχίονας ἔνερθε τῶν ὤμων πρὸς τοῖσι ἀγκῶσι. τέγξιες κεφαλῆς· Ῥόδινον μύρον ξὺν ὄξεϊ· ἐνεψῆσαι δὲ χρὴ τῷ ἐλαίῳ ἑρπύλλιον, ἢ σπονδύλιον, ἢ κισσοὺς, ἤ τι τοιόνδε. ἀνάτριψις ἄκρων καὶ προσώπου· ὄσφρησις ὄξεος, γλήχωνος, ἡδυόσμου, καὶ τάδε ξὺν ὄξεϊ. διάστασις τῆς γένυος· ἔσθʼ ὅπη γὰρ ἐρείδουσι τὰς γνάθους· γαργαλισμὸς παρισθμίων, ἐμετοῦ πρόκλησις. ἐπὶ γὰρ ἐγχύσι κοτὲ φλέγματος ἀνέγροντο ἐκ τοῦ ζόφου. τάδε μὲν ὦν ἐς τὴν τοῦ παροξυσμοῦ παρηγορίην, καὶ σκέδασιν τοῦ ζοφώδεος. διαίτης δὲ περὶ ἁπάσης τῆς ἐν τῇ θεραπείῃ καὶ τῆς ἐς αὖθις τάδε γιγνώσκω. ὕπνος πουλὺς κακὸν, καὶ ἀϋπνίη. πουλὺς μὲν γὰρ ναρκᾷ τὰς αἰσθήσιας τῆς κεφαλῆς. ἀτμῶν πλημμύρᾳ, ὄκνος ἁπάσης πρήξιος. τάδε μέντοι βάρεος καὶ ἤχων καὶ μαρμαρυγῶν ἐστι αἴτια, τῆς νούσου τὰ ξύμβολα· ἀγρυπνίη δὲ ἄπεπτον, ἄτροφον, καματηρὸν τῷ σκήνεϊ, ἄθυμον, εὐπαράγωγος ἡ γνώμη· διὰ τάδε Ῥηϊδίως μαίνονται καὶ μελαγχολέουσι οἵδε· ξύμφορος δὲ ὁ μέτριος, ἐς τὴν τῆς τροφῆς οἰκονομίην , καὶ ἐς ἀνάπαυλαν τῶν διʼ ἡμέρας καμάτων. πρόνοια καὶ ἐπιμονή προεδρίη τῆς κοιλίης ἐς ἀπόκρισιν· διαπνοῆς γὰρ ἡ μέζων αἰτίη, κοιλίη. ἀνάτριψις αὖθις σκελῶν διʼ ἡμιτυμβίων τρηχέων μέσφι φοινίξιος, ἔπειτα νώτου καὶ πλευρέων, ὕστατα κεφαλῆς· ἀπὸ τουτέων περίπατοι, προσηνέες μὲν ἀρχῆθεν καὶ ἐς ἀπόπαυσιν, ἐπίτροχοι δὲ οἱ μέσοι, ἠρεμίη, κατάστασις τοῦ πνεύματος ἐπὶ τοῖσι περιπάτοισι ἔστω. ἀναφωνέειν χρὴ, τοῖσι βαρέσι φθόγγοισι μᾶλλον χρεόμενον ἠχέειν.ὀξέες γὰρ, κεφαλῆς διαστάσιες , κροτάφων παλμοὶ, ἐγκεφάλου διασφύξιες , ὀφθαλμῶν πρήσιες, ἤχων ἀκοή· μετρίη ὀξυφωνίη κεφαλῇ ὀνήϊστον· ἔπειτα δὲ καιρὸς αἰώρης, ἐς διαπνοὴν τοῦ παντὸς κεφαλῆς βάρεος, πλῆθος δὲ ἔσται πολλὸν, πλὴν ὁκόσον ἀκάματον ᾖ· μηδὲ ἐπὶ ἐλιγμοῖσι τοῖσι τοῦ χωρίου, μηδὲ ξυνεχέσι καμπῇσι, αἰώρη γιγνέσθω. ἰλίγγων γὰρ τάδε προκλήσιες. εὐθέες δὲ καὶ μακροὶ καὶ λεῖοι ἔστων καὶ οἱ περίπατοι. ἢν μὲν ὦν ἐν ἔθει ἔωσι ἀρίστου, ἄρτου μόνου ὀρέγειν, ὁκόσον μηδὲν ἐμποδὼν τοῖσι γυμνασίοισι ἔμμεναι, προπεπέφθαι γὰρ χρή· κεφαλὴ καὶ χεῖρες, καὶ αἱ τῶνδε τρίψιες· ἐπὶ δὲ τοῖσι οἷον πρηέως ἐς ἀνάκλησιν θέρμης, καὶ εὐσαρκίης, καὶ τόνου· ἔπειτα κεφαλὴν τρίβεσθαι ὄρθιον ἑωυτέου μέζονι ὑπέχοντα· ἀτὰρ καὶ τὰ γυμνάσια ἐς τραχήλου πρήσιας, καὶ ἐς δίωσμον χειρῶν συντείνει, εὐπαιδεύτως· ὑπεραιωρεῦντα δὲ χρὴ τὴν κεφαλὴν, καὶ τὰς ὄψιας γυμνάζειν χειρονομίῃ , ἢ δίσκων βολῇ, ἢ φιλονεικεῦντα πυγμῇ· κακὸν δὲ σφαῖρα, μικρή τε καὶ μεγάλη· τῆς γὰρ κεφαλῆς καὶ τῶν ὀφθαλμῶν αἱ δινήσιές τε καὶ ἐνστάσιες σκοτώματα ποιέουσν. ἄριστον ἀφάλσεις καὶ δρόμοι. τὸ ὀξὺ μὲν πᾶν ἐς τὰ σκέλεα πάντων τονώσιες· ψυχρολουσίη ἀλουσίης κρέσσων· ἀλουσίη δὲ θερμολουσίης· στῦψαι, πυκνῶσαι, ξηρῆναι κεφαλὴν ψυχρολουσίη δυνατωτάτη , ὑγείης ἡ κατάστασις· ὑγρῆναι, λῦσαι, ἀχλυῶσαι, θερμολουσίη δυνατωτάτη. κεφαλῆς γὰρ νούσου αἱ προφάσιες· τοιοίδε καὶ οἱ νότοι, βαρυήκοοι. ἡσυχίη ἐπὶ τοῖσι γυμνασίοισι, ἐς κατάστασιν τοῦ ταράχου. πίεσις τῆς κεφαλῆς ἐς τὴν τοῦ δέρματος ξῦσιν. Προπόσιες ὕδατος, ἢ οἴνου ὑδαρέος· ἄριστον εὐτελές· λαχάνων κόμης τὰ μαλθακτήρια, μαλάχης, τεύτλου, βλίτου. ἔμβαμμα εὐστόμαχον , εὔστομον, κοιλίης μαλθακτικὸν, ἀβαρὲς δὲ κεφαλῇ, διὰ θύμου, ἢ θύμβρης, ἢ σινήπιος. ὠῶν τὰ θερμὰ χειμῶνος· θέρεος δὲ τὰ ψυχρὰ, γυμνὰ τοῦ ὀστρακώδεος, μὴ ὀπτά·ἐλαῖαι, φοίνικες, τάριχος ὡραῖον, χόνδρος πλυτὸς, ξύν τινι τῶν γλυκέων, ὁκόσον ἡδῦναι, αἱρετόν. ἐπὶ τοῖσδε ἅλες. ἠρεμίη, ἡσυχίη καὶ ἀκοῆς καὶ λαλιῆς. περίπατοι, ἔνθα ἂν εὔπνοον καὶ εὔχαρι, δένδρεσι, ἢ βοτάνῃσι· ἢν δὲ ἐς δεῖπνον ἥκῃ, μάλιστα μὲν αὖθις ψυχρολουτέειν, σμικρὸν ὑποχρισάμενον λίπαϊ· εἰ δὲ μὴ, σκέλεα μοῦνον. τὸ δεῖπνον σιτῶδες, οἷον ἰτρίον, ἢ Ῥόφημα χόνδρου, ἢ πτισάνη ἄφυσος, ἑψήσι εὔπεπτος· φάρμακα δὲ τὰ ἐς ἡδονὴν τῆς πτισάνης, πέπερι, γλήχων, ἡδύοσμον, κρομμύων ἢ πράσων σμικρὸν, μηδὲ ὁκόσον ἐμπλεῦσαι· ὄξεος δὲ τὸ δριμὺ ξύμφορον· κρεῶν τὰ ἐκ πιόνων μὴ πίονα· συῶν πόδες καὶ κεφαλή· πτηνὰ πάντα· τῷ πλήθεϊ δὲ τεκμαίρεσθαι· λαγώς καὶ τὰ θηρευτὰ δέ· ἀλεκτορὶς εὔπορος καὶ ξύμφορος. τράγημα πᾶν κεφαλαλγὲς , πλὴν φοίνικος, ἢ τῶν ὡραίων σύκων, ἢ σταφυλῆς, ἢν ἄφυσος ὥνθρωπος ἔῃ· ἠδὲ πεμμάτων εὔπεπτα, καὶ ἄκνισα, καὶ κοῦφα. περίπατοι· θυμηδία· ἐν ἡσυχίῃ ἐς ὕπνον ἄφεσις.ἀκέων ὅτι περ μέγα καὶ δυνατώτατον ἐς ἐπιληψίην χρέεσθαι. φυγὴ γὰρ οὐ μοῦνον ἐπιπόνου πάθεος καὶ κινδυνώ δεος ἐφʼ ἑκάστης ὑπομνήσιος, ἀλλὰ καὶ ἰδέης αἴσχεος, καὶ ὀνείδεος τῆς συμφορῆς. καί μοι δοκέω, εἴπερ εἰς ἀλλήλους ἐν τοῖσι παροξυσμοῖσι ἐνέβλεπο, ὁκόσα πάσχουσι οἱ νοσεῦντες, οὐκ ἂν ἔτι ζώειν τλαῖεν ἄν. ἀλλὰ γὰρ τὰ δεινὰ ἑκάστῳ καὶ τὰ αἰσχρὰ ἀναισθησίη καὶ ἀθεησίη κρύπτει· ξυνομαρτεῖν δὲ τὴν ἰητρείην τῇ Ῥαστώνῃ τῆς φύσιος ἄριστον, εὖτε τῇσι μεταβολῇσι τῆς ἡλικίης ἐς μέγα ἀμείβει τὸν ἄνθρωπον. ἢν γὰρ ἡ ξυνήθης τῷ κακῷ δίαιτα, ἐν ᾗ ἐμβιοτεύει ἡ νοῦσος, οἴχετο, οὐκέτι ἐπιφοιτέει ἐς τὸν ἄνθρωπον· ξυναποίχεται γὰρ τῷ πρόσθεν ἡδέϊ. ἢν ὦν τῆς κεφαλῆς λάβηται, ἐνοικέει· τῇδε ἅπαντα χρὴ πρήσσειν, ὁκόσα μοι ἀμφὶ κεφαλαίης λέλεκται, ἀμφί τε τὰς τοῦ αἵματος ἀφαιρέσιας , — ἠδʼ ἀμφὶ τὰς καθάρσιας, — φλεβῶν τῶν ἐπʼ ἀγκῶνος, μετώπου τῆς ὀρθίας, σικύης· τὰς δὲ ἀφαιρέσιας μὴ μέσφι λειποθυμίης ποιέεσθαι, πρόκλησις γὰρ τοῦ πάθεος λειποθυμίη· ἀρτηρίας τάμνειν ἁπάσας, τάς τε ὤτων πρόσω τε καὶ ὀπίσω· καθάρσιας δὲ ποιέεσθαι ἐξοχέας τουτέων πάντων, τῇ ἱερῇ τῷ καθαρτηρίῳ καὶ τῆς κεφαλῆς τοῖσι ἄγουσι φλέγμα· πολλῷ δὲ δυνατώτερα ἔστω φάρμακα· φέρει γὰρ ἡ ἕξις τῶνδε τοὺς πόνους· εὐθυμίη δὲ καὶ εὐελπιστίη τίθησι τοὺς νοσέοντας τλήμονας. χρεὼν καὶ πῦρ φέρειν ἐς τὴν κεφαλήν· ἀνύει γάρ. τετρῆναι δὲ χρὴ πρῶτα τὸ ὀστέον μέχρι διπλόης, ἔπειτα κηρωτῇσι καὶ ἐπιπλάσμασι χρέεσθαι. ἔς τʼ ἂν ἡ μῆνιγξ τῶν ὀστέων ἀποστῇ, τερέτρῳ χρὴ περικόπτειν τὰ γυμνὰ ἢν ἔτι σμικρὰ ἀντέχῃ μέχρι αὐτομάτου ἀποσπάσιος, ὅτε μέλαινά κοτε τουτέων καὶ παχείη εὑρεθῇ ἡ μῆνιγξ· καὶ ἐπὴν ἐς μύδησιν, ἢ καὶ κάθαρσιν, τοῦ ἰητροῦ εὐτόλμως ἀκεομένου, ἐς ὠτειλὴν ξυμβῇ τὸ τρῶμα, ὥνθρωπος ἐξῆλθε τῆς νούσου. ἐπὶ πᾶσι, φοινίξιες κεφαλῆς, ξυνήθεες μὲν, ὁκόσαι μοι ἐν τοῖσι πρόσθεν εἰρέαται· δυνατωτέρη δὲ ἡ διὰ τῶν κανθαρίδων·