ἢν ἐκ προσαγωγῆς ἔωσι, γυμνάσια ὀρθὰ ἐς στέρνα καὶ ὤμους, χειρονομίη , ἁλτήρων βολὴ, ἔξαλσις, καὶ ἡ ξυνευπαί δευτος ἐν τούτοις ἀνείλησις· τρῖψις τὰ πρῶτα καὶ τὰ ὕστατα σκελῶν, κεφαλῆς δὲ ἐς μέσον. Πιττοκοπίητῷ ἐμπάττειν ξυνεχής· φοινίσσειν δὲ καὶ τὴν κεφαλὴν, ἄλλοτε μὲν σίνηπι ξὺν ἄρτῳ διπλόῳ ἐγχρίοντα, ὡς μὴ ἀφόρητον εἴη τὸ πῦρ· ἄλλοτε δὲ φάρμακα ξυναλείφοντα, ὡς τὸ ξύνθετον τὸ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου καὶ πυρέθρου· ἔχει δὲ καὶ ἀνώδυνον περί τε τὸν ἐν καιρῷ πόνον καὶ ἐς μόχλευσιν τῆς Ῥίζης τοῦ κακοῦ, θαψίης ὁ ὀπὸς, καὶ τὰ ξὺν τῇδε φάρμακα, ὁκόσα ἐσοιδαίνει τὸ δέρμα, καὶ ἰόνθοισι ἴκελα ἐκφύει βλαστήματα. δίαιτα δὲ ἡ μὲν ἐφʼ ἑκάστῳ τῶν ἀλγέων λεπτὴ, ὀλιγοποτίη καὶ ὑδροποτίη, ἐπίπροσθεν μάλιστα ἄκεός τινος. ξύμπαν δὲ, δριμέων μὲν ἄφεξις, κρομμύων καὶ σκορόδων καὶ ὀποῦ τοῦ σιλφίου, σινήπιος δὲ μὴ πάγχυ, καὶ γὰρ τὸ δριμὺ αὐτέου πρὸς τῇ τοῦ στομάχου ἀρετῇ καὶ ἐς κεφαλὴν οὐκ ἄχαρι, φλέγμα χύον, καὶ διαπνέον, ἢ διελαῦνον κάτω. ὀσπρίων κάκιστον κύαμος καὶ τὰ τοῦδε εἴδεα, πισσοὶ, καὶ ὠχροὶ, καὶ δολιχοί· δεύτερον φακοὶ, οἵ γε ἔχουσι μέν τινας ἀρετὰς πέψιός τε καὶ ἐκκρίσιος, κεφαλῆς δὲ πλήσμιοι καὶ πόνου ποιητικοί· πλὴν ἑψηθέντες ξὺν πεπέρι οὐκ ἀποξενωτέοι· χόνδροι δὲ οἵ τε πλυτοὶ χαρίεντες ξὺν οἴνῳ, καὶ μέλιτι ὅσον ἡδῦναι· καὶ τὸ ἐκ τουτέων Ῥόφημα καὶ οἱ ξὺν ἁπλοῖσι ζωμοῖσι. καλοὶ γὰρ καὶ οἱ ἐν τῇ καρυκείᾳ καρποὶ, κάρου, κοριάνου, ἀνίσου, σελίνου· τουτέων δὲ κρέσσων ἡ ἡδύοσμος ἡ βοτάνη, καὶ γλήχων πρὸς τοῖσι εὐώδεσι, ἴσχουσί τι καὶ οὔρων ἀγωγὸν καὶ φυσῶν ἔξοδον. κρεῶν δὲ πονηρὰ μὲν τὰ παλαιὰ πάντα· νεοσφαγῆ δὲ ἀλέκτορος, πτηνῶν ἡ φάσσα, ἡ πελειὰς, καὶ τὰ ἄλλα ὁκόσα μὴ μάλιστα πίονα. συῶν τὰ ἄκρεα, λαγωὸς ὀπτός· βοὸς δὲ καὶ ὄϊος παχῦνόν τε καὶ κεφαλῆς πλήσμιον· ἔριφος δὲ οὐ πάντη κακός· γάλα καὶ τυροὶ κεφαλαλγέες. ἰχθύων οἱ πετραῖοι, ἠδὲ ὁκόσοι κατὰ χώρην ἄριστοι.λαχάνων δὲ ἑφθῶν μὲν ὁκόσα οὔρων καὶ κοιλίας ὑπαγωγὰ, μαλάχη, βλίτον, τεῦτλον, ἀσπάραγοι· δριμὺ δὲ καὶ κράμβη· ὠμὰ δὲ, θριδακίνη πάντων ἄριστον· ῥίζαι δὲ πονηραὶ καὶ ἑφθαὶ, Ῥαφανῖδες, γογγυλίδες , σταφυλῖνοι · οὐρητικὰ μὲν, πλήσμια δέ· σίσαρονφυῶδες μὲν καὶ στομάχου ἐπαρτικόν. οἶνος λευκὸς, λεπτὸς, γλυκὺς μὲν ἐγγεγράφθω , στύψιος ἔχων, ὡς μὴ ἴσχειν τὴν γαστέρα· τράγημα πᾶν κεφαλαλγὲς , πλὴν φοίνικες πάσης ἰδέης· σῦκον δὲ ὀπώρῃ καὶ σταφυλὴ προσηνὲς, καὶ ὅ τι ἂν ἐπὶ τῆς ὥρης ἄριστον· πλησμονὴ πάντων καὶ τῶν ὠφελούν των κακόν. κάκιον δὲ ἀπεψίη· κόποι ἀπεψίης μὲν ἀσινέστεροι, ἐπιβλαβέες δὲ καὶ οἵδε. περίπατοι ἕωθεν, ἐπὶ τῆς κοιλίης ἐκκρίσι· εὔπνοοι δὲ καὶ εὔφοροι · ἄριστοι δὲ καὶ οἱ ἐπὶ τῷ δείπνῳ· αἰώρη μακρὰ, νήνεμος, ἀνήλιος τῇ κεφαλῇ· κακὸς γὰρ αὐτέῃ ὁ σείριος. ὁμιλίη γυναικὸς κεφαλῇ, νεύροις, κακὸν ἐπίσπαστον. ἀποδημίη ἐς θερμότερον ἀπὸ ψυχρῶν, καὶ ἀπὸ ὑγρῶν ἐς ξηρότερον. ξύμφορος δὲ πλοῦς καὶ ἐν θαλάσσῃ διεξαγωγὴ τοῦ βίου· κἢν παράλιός τις ᾖ, ἀγαθὸν λούεσθαίτε τῇ ἅλμῃ ψυχρῇ, καὶ νήχεσθαι τῇ θαλάσσῃ, καὶ τῇσι ψάμμοισι ἐγκαλινδέεσθαι, καὶ βιοτεύειν ἐς θάλασσαν. Ἑτεροκρανίης ταὐτὰ ἄκεα. ὁκοῖα γὰρ τῇ κεφαλῇ ὅλῃ ἄκεα πρόσφορα, τοῖσδε πρὸς ἅπαν τῆς κεφαλῆς μέρος χρέεσθαι καλόν. ὁκόσοισι δὲ ἐκ τῶνδε ἄφυκτος ἡ νοῦσος, ἐλλεβόρῳ χρέεσθαι, τῇ ἐσχάτῃ καὶ δυνατωτάτῃ πάντων ἀγωγῇ.καὶ ἐκ διαδέξιος μὲν κεφαλαίης γίγνεται σκοτοδινίη· ἀτὰρ καὶ αὐτὴ πρώτη ἐπʼ αἰτίῃσι φύεται, αἱμορρο ΐδων Ῥόου ἐπισχέσι· κἢν ἀπὸ Ῥινὸς αἷμα μὴ Ῥέῃ, πρόσθεν Ῥέον, ἢ μὴ διαπνέηται τὸ σκῆνος, ἢ ἱδρῶτι, ἢ πόνῳ, πρόσθεν πονεύμενον. ἢν μὲν ὦν ἐπὶ τῇ κεφαλαί ῃ ξυστῇ, τάδε χρὴ πρήσσειν ἐς ἴησιν, ὁκόσα ἐπὶ τῇσι κεφαλαίῃσι λέλεκται· τίσι δὲ καὶ βιαιότερον ἰῆσθαι χρὴ ἐς τέλος τῶν ἀκέων, ὕστερον φράσω· ἢν δὲ ἀπό τευ ἐπισχέσιος ὑγρῶν ἡ νοῦσος ἀποβῇ, τὴν ξυνήθη ἔκκρισιν κινέειν. ὑγιεινὸν γὰρ τῆς φύσιος ἡ παλινδρομίη. ἢν δὲ ἡ μὲν μέλλῃ, τὸ δὲ πάθος αὔξῃ, ἐπὶ μὲν τῇσι ἄλλῃσι ἐπισχέσεσι, τῇσι διὰ Ῥινὸς, ἢ ἱδρώτων, φλέβα τάμνειν τὴν ἐπʼ ἀγκῶνι· ἢν δʼ ἐπὶ ἥπατι πλημμύροντι, ἢ σπληνὶ, ἤ τινι τῶν ἐν τοῖσι μέσοισι σπλάγχνων, ἀρῆγον ἡ σικύη. χρὴ δὲ ὁκόσον ἂν ἐκ φλεβὸς πολλὸν ἐκρέῃ, τοσόνδε ἐκ τῶνδε ἀφαιρέειν αἷμα. τόδε γὰρ τῆς προφάσιος ἡ τροφὴ, ὥσπερ δὴ καὶ γαστήρ· ἐπὶ δὲ τῷδε τὰ τῆς κεφαλῆς ἄκεα ξυνάπτειν, φλέβα τὴν ἐπὶ τῷ μετώπῳ ὀρθὴν τάμνοντα, ἢ τὰς ἑκατέρωθεν τῆς Ῥινὸς πρὸς τοῖσι κανθοῖσι, σικύην τῇ κορυφῇ προσβάλλειν, ἐκκόπτειν τὰς ἀρτηρίας· ξυρεῖν τὴν κεφαλὴν, φοινίσσειν , φλέγμα ἄγειν διὰ Ῥινῶν πταρμικοῖσι, ἢ διὰ στόματος, ὅκως ἔλεξα· ἅπαντα πρήσσειν ἐν κόσμῳ τῷ ἐπὶ τῇ κεφαλαίῃ εἰρημένῳ, πλὴν ὁκόσον κυκλαμίνου χυλὸς, ἢ ἀναγαλλίδος, ἐγχυτὸς εἰς τὴν Ῥῖνα, ἔχει τὴν πρόσθεσιν. ἐπὴν δὲ τῶν ἀμφὶ τὴν κεφαλὴν ἀκέων ἵκγῃ ἐς τέλος, ὁκοσα βιαιότερα ἐς τοὺς σκοτώδεας, τάδε χρὴ πρήσσειν· ἐμέτοισι τοῖσι ἀπὸ δείπνου, ἠδὲ τοῖσι ἀπὸ Ῥαφανίδων χρέεσθαι, τὸ ἐκ τοῦδε δέον ἐστὶ, ἀτὰρ ἠδὲ ἐς ἐλλεβόρου παρασκευήν · μελέτῃσι γὰρ χρὴ τοῦ στομάχου ἐμέειν, ἐπὶ τοῖσι δεινοτέροισι ἐμετηρίοισι· ἀτὰρ καὶ τὸ φλέγμα λεπτότερον νῦν γίγνεται, καὶ ἐς τὸν ἐλλέβορον εὔχυτον · ἐλλεβόρου δὲ δόσιες πλεῦνες, τοῖσι μὲν ἰσχυροτέροισι ὀρέξαι ἐς μέγεθος σησάμου, ἢ ὀλίγον ἁδρότερον τετμημένον· ξὺν χόνδρῳ τε πλυτῷ ἢ φακῷ ἡ δόσις·