ἢν δὲ ἐς πῦον τρέπηται, ὁκοίοισι χρὴ ἐπιπλάσμασι ἠδὲ φαρμάκοισι χρέεσθαι, ἐπὶ πολλοῖσι μὲν καὶ πρόσθεν ὑποκέεται. ἢν δὲ ἐνστήκῃ λίθος, πυρίῃσι μὲν καὶ ἐπιπλάσμασι τοῖσι αὐτέοισι χρέεσθαι. θρύπτειν δὲ τοὺς λίθους τοῖσι πινομένοισι φαρμάκοισι· ἁπλαῖ μὲν, σίον καὶ πριονίτης αἱ βοτάναι, ἑφθαὶ ξὺν ἐλαίῳ, ἢ ὄξεϊ ἐδωδίμῳ καὶ τῶνδε χυλὸς προπινόμενος· ποικίλα δὲ ἡ Βηστίνου καλευμένη καὶ ἡ διʼ ἐχιδνῶν καὶ σκίγκου τοῦ θηρίου, ὁκόσα τε δοκέουσι ἔμμεναι τῇ πείρῃ κράτιστα· αἰῶραι τοῖσδε καὶ σείσιες ἐς κίνησιν καὶ πρόωσιν τῶν λίθων. κάρτα γὰρ ἐπίπονος τῶν λίθων ἡ ἐς τὴν κύστιν ὁδοιπορίη. ἢν δὲ ἐκπέσωσι ἔνθεν, ἄπονοί τε γίγνονται, οὐδʼ ὄναρ ἀπηλλάχθαι δοκέειν τοῦ πόνου εἰθισμένοι· ἀτὰρ καὶ ὡς ἐξ ἀφύκτων κακῶν τὴν ψυχὴν καὶ τὰ μέλεα λύονται.καὶ τῇ κύστι πάθεα ὀξέα ἴκελα τοῖσι νεφροῖσι γίγνεται, φλεγμον αὶ καὶ ἕλκεα καὶ λίθοι καὶ θρόμβων ἐμφράξιες, ἐφʼ οἷσι ἰσχουρίη, στραγγουρίη· ἀλλὰ ὀξύτερος τῇδε ὁ πόνος καὶ ὄλεθρος ὤκιστος· νεῦρον γὰρ πλατὺ ἡ κύστις. νεφροὶ δὲ, ὁκοῖον αἱμάλωψ, τῆς ἥπατος ἔασι ἰδέης· ἀλλὰ καὶ αἰνότατοι καὶ οἴκτιστοι, ἔνθα μάλιστα γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσι. τάμνειν ὦν αὐτίκα τὸν κενεῶνα, καταιον εῖν δὲ τὴν κύστιν λίπαϊ συχνῷ ξὺν πηγάνῳ καὶ ἀνήθῳ. ἢν δὲ θρόμβοι ἔωσι τοῦ πόνου καὶ τῆς ἰσχουρίης αἴτιοι, ὀξύμελι πιπίσκειν, ἢ τιτάνου μικρὸν ξὺν μελικρήτῳ, ἐς τὴν διάλυσιν τῶν θρόμβων, ἠδὲ ὁκόσα οὐρήσιας προκαλέεται, καὶ βοτάνας, καὶ σπέρματα· ἢν δὲ ἐξ αἱμορραγίης ὁ κίνδυνος, ἴσχειν μὲν οὐκ εἰς ἀμβολὴν τῶνδε μᾶλλον· ἀτὰρ καὶ ὅδε οὐχ ἥκιστα ὁ κίνδυνος. ἀρήγειν μὲν ὦν καὶ τοῖσι αἷμα ἐπέχουσι. ἀρήγει δὲ ἡ ψῦξις τῆς κύστιος· Ῥοδίνου καὶ οἴνου τέγξις, καὶ εἰρίων κατείλησις ἀπὸ οἰσύπου. ἐπίθημα , φοίνικες ἐν οἴνῳ δευθέντες ξὺν Ῥοιῇ, ἢ χυλῷ τοῦ Ῥοός· ἢν δὲ ἐκτρέπηται καὶ τῶν ἐπιθημάτων τὰ βάρεα, καὶ τὰς μεγάλας ψύξιας ἐκτρέπειν· χρὴ γὰρ μὴ κάρτα ψύχειν ψυχρήν τε φύσι καὶ λεπτὴν ἐοῦσαν τὴν κύστιν· καταχρίειν δὲ γλευκίνῳ, ἢ ἀκακίῃ, ἢ ὑποκιστίδι, ξὺν οἴνῳ. σπόγγοισι δὲ, ἢν μὴ σφόδρα ἐπείγῃ ἡ αἱμορραγίη, μὴ χρέεσθαι. τροφαὶ σιτώδεες, εὔπεπτοι, εὔχυμοι, οὐρητικαὶ, ὁκοῖαί μοι ἐπὶ νεφροῖσι λελέχαται· γάλα, οἶνος γλυκὺς, Θηραιὸς ἢ Σκυβαλίτης. φάρμακα πινόμενα, οὐρητικὰ, εὐώδεα, εὔροα· καὶ τἄλλα τὰ τοιαῦτα· ἄριστον δὲ κύστιτέττιγες, ἐφʼ ὥρας μὲν ὁπτοὶ, ἔδεσμα· ἔξωροι δὲ ξηροὶ, λεῖοι, ξὺν ὕδατι. ἔστω δὲ καὶ τῆς Ῥίζης τῆς νάρδου βραχὺ ξὺν τοῖσι τέττιξι ἀφεψηθεῖσι. τοῖσι αὐτέοισι ἐνίζεσθαι ἀντὶ λουτροῦ ἐς ἄνεσιν τῆς κύστιος. ἢν δὲ λίθων ἔμφραξις ἐπίσχῃ τὴν οὔρησιν, τῷ ὀργάνῳ τῷ καθετηρίῳ ὠθεῖν τὸν λίθον ἠδὲ ἄγειν τὸ οὖρον, ἢν μὴ ἔωσι φλεγμοναί.ἐπὶ γὰρ φλεγμονῇσι οὔτε ὁ πόρος δέχεται τὸ ὄργανον, πρὸς δὲ τιτρώσκονται τῷ καθετῆρι. ἢν δὲ ἄπορος μὲν ᾖ ἡ τῶνδε ἰητρείη, θνήσκῃ δὲ ὀδύνῃσι ὥνθρωπος τάμνειν τὴν πλιχάδα καὶ τὸν τῆς κυστίδος τράχηλον, ἔς τε τὴν τῶν λίθων ἔκπτωσιν καὶ τὴν τῶν οὔρων ἔκχυσιν. καὶ μάλιστα μὲν ἀκέσασθαι ἐς ὠτειλὴν ἄγοντα τὸ τρῶμα· ἢν δὲ μὴ, Ῥυάδα γενέσθαι τοῦ οὔρου βέλτιον ἐς τὸν αὖθις τοῦ ἀνθρώπου βίον, ἢ τῇ ὀδύνῃ οἰκτίστως θανεῖν.Ἡ ὑστέρη τῇσι γυναιξὶ ὑμένων ἀποτάσιας ἔνθα καὶ ἔνθα κατὰ λαγόνας ἴσχει, ἀτὰρ ἠδὲ ζῴου πάθη ἐν ὀσφρήσι· ἴεται γὰρ ἐπὶ τοῖσι εὐώδεσι πρὸς ἡδονὴν, καὶ τὰ κάκοσμα καὶ ἀτερπέα ὑπὸ ἀχθηδόνος φεύγει. ἢν μὲν ὦν τῶν ἄνω τι λυπῇ, πρόεισι γυναικηΐων ἔξω. ὧν δὲ κατὰ στόματι ἂν εἴη, ὀπίσω χάζεται ἠδὲ ἄνω· ἴῃ δʼ ἄν ποτε καὶ ἔνθα καὶ ἔνθα ποτὶ σπλῆνα καὶ ἧπαρ· ξυνδιδοῖ δὲ τὰ ὑμένια ἐς ἀπόστασιν καὶ ξυναγωγὴν, ὅκως νηὸς λαίφεα. πάσχει δὲ τάδε καὶ ὑπὸ φλεγμασίης. καὶ γὰρ προπετεστέρη τῷ πάθεϊ καὶ τῷ ὄγκῳ τοῦ αὐχένος γίγνεται· ἡ γὰρ κατὰ πυθμένα φλεγμασίη ἄνω Ῥέπει, ἢν μὲν ἐς πόδας, ἔξω. ἀσηρὸν μὲν ὦν καὶ ἀλεγεινον, καὶ ἀτερπές· δύσχρηστον δὲ καὶ βαδίσαι, καὶ ἐς πλευρὰν κατακέεσθαι, καὶ ὑπτίην, ἢν μὴ τὼ πόδε φλεγμήνῃ ἡ γυνή· ἢν δὲ ἄνω φοιτοίη, ὡς ὀξύτατα μὲν τὴν ἄνθρωπον ἀπέπνιξε, πιέζει δʼ ἀγχόνῃ τῆς ἀναπνοῆς. οὐδὲ γὰρ οὐδὲ φθάνει πονέειν τε καὶ βοᾶν, καὶ τοὺς παρόντας κικλήσκειν ἀρωγούς. τῇσι γὰρ ἀναπνοῆς ἐπίσχεσις θᾶττον πολλῇσι, τῇσι δὲ φωνῆς. εἰκὸς ἂν ὦν τοῖς ἐν τουτέοισι καλέσαι τὸν ἰητρὸν, πρὶν τὴν ἄνθρωπον θανεῖν. ἀλλʼ ἤν κοτε ἐκ συντυχίης ἥκῃς, γνόντα τὴν φλεγμονὴν, σχάσαι φλέβα, μάλιστα μὲν τὴν ἐπὶ τῷ σφυρῷ. ἢν δὲ μὴ εὔροον ἔῃ, τὴν ἐπʼ ἀγκῶνι· ἐπαφαιρέειν δὲ ἀπὸ τοῦ σφυροῦ. πρήσσειν δὲ τὰ ἄλλα, ὁκόσα ἂν καὶ ἄνευ φλεγμασίης ἀρήγῃ πνιγί. δεσμοὶ χειρῶν καὶ ποδῶν, σφίγγοντες ἄχρι ναρκώσιος· ὀσμὴ κακωδέων, πίσσης ὑγρῆς, τριχῶν, εἰρίου κεκαυμένων· λύχνου φλογὸς ἐσβεσμένης , καστορίου, πρὸς τῷ κακώδει καὶ τὰ νεῦρα ψυχθέντα θάλπειν. οὖρον παλαιὸν καὶ τὴν αἴσθησιν ἐξανίστησι κάρτα τοῦ νεκρώδεος, καὶ τὴν ὑστέρην κάτω διώκει. τοιγαρῶν καὶ τοῖσι προσθέτοισι εὐώδεα ἐς τὴν χώρην ἐπιβλητέον τῆς ὑστέρης· μύρον ὁκοῖον ἂν ἔῃ προσηνὲς, ἠδὲ ἄδηκτον τὴν ἁφὴν, νάρδον, ἢ βάκχαρι τὸ Αἰγύπτιον· ἢ τὸ διὰ τῶν φύλλων τοῦ μαλαβάθρου , τοῦ δένδρεος τοῦ Ἰνδικοῦ, ἢ κιννάμωμον κοπὲν ξὺν τῶν εὐόσμων τινὶ λίπαϊ·