ἀτὰρ καὶ τὰ μαλάγμα τα τοιάδε χρὴ ἔμμεναι ὁκοῖα λεπτῦναι, ἢ ἐξαραιῶσαι , ἢ οὔρησιν τρέψαι. ἄριστον μὲν ὦν τὸ διὰ τῶν σπερμάτων, ὧν ἅπασι ἰητροῖσι ἡ πείρη εὔγνωστος. ἀγαθὸν δὲ καὶ ἔνθα ἡ σάμψυχος, ἢ τὸ μελίλωτον ἐγκέεται. τροφαὶ δὲ λεπταὶ, εὔδρομοι, οὐρήσιος προκλητικαὶ, εὐδίοδοι· χόνδροι ξὺν μελικρήτῳ, καὶ Ῥόφημα ἐκ τῶνδε ξὺν ἁλσὶ ἠδὲ ἀνήθῳ. πτισάνης δὲ χυλὸς καὶ σμηγματώδης. ἢν δὲ καὶ δαύκου τοῦ καρποῦ ἐγχέῃς τι, κρέσσον ἐς οὔρησιν. ὑπεξάγει γὰρ διὰ τῶν ὀχετῶν, οἵπερ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσι· καιρίη δὲ τοῖς ἀπὸ ἥπατος ἐκρέουσι ἡ τῇδε ἔξοδος, εὐρύτητίτε τῶν ἀγγείων καὶ ἰθύτητι τῆς ὁδοῦ. χρὴ ὦν καὶ σικύῃ τῇδε ἕλκειν ἐς τὴν χώραν προσβάλλοντα τῶν νεφρῶν κατʼ ἰσχίον ἀτὰρ καὶ τέγγειν τάδε λίπαϊ ξὺν πηγάνῳ, ἢ σχοίνῳ, ἢ καλάμῳ τῷ ἀρωματικῷ. ἐπὶ δὲ τοῖσδε ἐλπὶς τὸν νοσέοντα διαδρᾶναι τὸν ὄλεθρον. ἢν δὲ ἐς ἐμπύησιν τρέπηται, τοῖσι πυοποιοῖσι χρέεσθαι, ὁκόσα μοι ἐπὶ κωλικοῖσι λελέξεται. ἢν δὲ καὶ πῦον γένηται, ὅκως μὲν τάμνειν, ὅκως δὲ ἰητρεύειν, ἄλλῃ πηγεγράψεται· τάδε μοι καὶ ἐπὶ σπληνὶ γεγράφθω, ἤν κοτε ξυμφορὴ φλεγμασίης ὀξέης καὶ τόνδε καταλάβῃ.τὴν τῆς κοίλης φλεβὸς φλεγμασίην καὶ παχείης ἀρτηρίης, αἳ παρὰ τὴν Ῥάχιν τέτανται, καύσου ἰδέην ἐκάλεον οἱ πρόσθεν. καὶ γὰρ καὶ καύσοισι ἴκελα πάθεα ἐπὶ τοῖσι γίγνεται· πῦρ ὀξὺ καὶ δριμὺ, ἄση, δίψος, ἀπορίη, σφυγμὸς παλμώδης ἐν ὑποχονδρίῳ ἠδὲ τοῖσι μεταφρένοισι· ἄλλα, ὁκόσα μοι ἐπὶ τοῖσι σημείοισι γεγράφαται. ἀτὰρ καὶ ἐς ξυγκοπὴν ὀκέλλει τὸ πῦρ, ὅκως ἐπὶ τῇσι καύσεσι. τῆς μὲν γὰρ φλεβὸς Ῥίζωσις ἧπαρ, τῆς δʼ ἀρτηρίης ἀρχὴ, κραδίη. δοκέοις ἂν ὦν μὲν τὰ ἄνω μέρεα τῶνδε τῶν σπλάγχνων νοσέειν τὰ καίρια. θέρμην μὲν γὰρ ἡ κραδίη ἐνδιδοῖ τῇ ἀρτηρίῃ, τῇ φλεβὶ δὲ τὸ ἧπαρ αἷμα. ἀμφοῖν δὲ μεγάλοιν μεγάλα τὰ ἔγγονα αἱ φλεγμοναί. τάμνειν ὦν αὐτίκα τὰς ἐπʼ ἀγκῶνι φλέβας· καὶ συχνὸν μὲν ἀφαιρέειν αἷμα, μὴ ἀθρόον δὲ, ἀλλὰ καὶ δὶς, καὶ τρὶς, καὶ τῆς ἄλλης ἡμέρης, ὡς μεσηγὺ ἡ δύναμις ἀναλάβῃ· ἔπειτα ἐπιπλάσμασι χρέεσθαι καὶ σικύῃ ἐς τὸ ὑποχόνδριον, ἔνθα ἡ διάσφυξις τῆς ἀρτηρίης· ἀτὰρ ἠδὲ μεσηγὺ τῶν ὠμοπλατέων. καὶ γὰρ καὶ τῇδε σφύξιες ἔασι· σχάζειν τε ἀφειδῶς, ἠδὲ πολλὸν ἀφαιρέειν αἷμα. οὐ κάρτα γὰρ ἐκ τῆς κενώσιος τῶνδε λειποθυμέουσι ὥνθρωποι· ἰσχομένη δὲ καὶ γαστὴρ πολλόν τι τοῦ ξυνήθεος· κλυσμοῖσι ἐς ὄλισθον χρέεσθαι μαλθακοῖσι , δριμέσι δὲ ἥκιστα· ἐπιπυρεταίν ουσι γὰρ οἵδε ἅλμῃ καὶ νίτρου τήξι. λίνου ὦν καρποῦ χυλὸς ἔστω, καὶ τήλιος καὶ μαλάχης τῶν Ῥιζῶν ἕψημα, καὶ ἐς πρόκλησιν καὶ δῆξιν ἱκανόν· μέληἄκρεα, πόδες καὶ χεῖρες, τεθάλφθωσανγλευκίνῳ, ἢ σικυωνίῳ λίπαϊ, ἢ τῷ διὰ τῆς λιμνήστιδος χρίσματι. κάρτα γὰρ ψυχρὰ αὐτῶν τάδε γίγνεται. πιπίσκειν τε πρὸ τῶν σιτίων ὁκόσα οὖρον ἐξάγει, μῆον, ἄσαρον, ἀψίνθιον· ἐμπασσέσθω δὲ καὶ λίτρου· πάντων δὲ κράτιστον κασσίη καὶ κιννάμωμον, ἤν τις εὐπορῇ· γάλα τοῖσδε καὶ τροφὴ καὶ φάρμακον. ἐμψύξιος γὰρ δέονται, ἔνδον ὁκοῖόν τι πυρὸς εἰλευμένου· καὶ τροφῆς γλυκείης, ἀτὰρ ἠδʼ ἐν ὀλίγῳ ὄγκῳ πολλῆς. τάσδε μέντοι ἐν τροφῇ τὰς ἀρετὰς ἴσχει τὸ γάλα·εὐπορείσθω δὲ νεοτόκου, καὶ ἐς δύο κυάθους τοῦ γάλακτος ἐμβεβλήσθω εἷς ὕδατος· ἄριστον δὲ καὶ τὸ τῆς βοός· τρίτον δὲ αἰγός· τροφαὶ εὔπεπτοι, τὰ πολλὰ χυλοὶ μαράθρου Ῥίζης, καὶ σελίνου καρπὸς ἐμβεβλήσθω καὶ μέλι· τὸ ὕδωρ δὲ τὸ πινόμενον ἐχέτω τάδε. ἀτὰρ καὶ ἱδρῶτας χρὴ κινέειν, καὶ πάντα διαπνοὰς ὑγρὰς καὶ εὐρόους ποιέειν. τέγξις κεφαλῆς ὁκοῖον ἡ ἐν καύσοισι· ἐπίθημα ἐς θώρηκα καὶ μαζὸν ἀριστερὸν ὁκοῖον ἐν συγκοπῇ· κοίτη, κατάκλισις ὄρθιος, ὅκως ἴκελα πάντα τοῖσι ἐν καύσοισι ᾖ· αἰώρη σμικρὴ ἐς ἱδρώτων πρόκλησιν· ἠδὲ λουτρὸν, ἢν οὗτος ὑπεκκαυθῇ. οὐ γὰρ κρίσεσι τάδε τὰ πάθεα λύεται, εἰ καὶ καύσου ἔασι ἰδέαι.κάτοξυ μὲν ἐν νεφροῖσι φλεγμασίη· συμφλεγ μαίνουσι γὰρ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσαι φλέβες· τῇσι δὲ τὸ ἧπαρ· οὐ κάρτα ἐπιμήκεες ἐοῦσαι, κάρτα δὲ εὐρεῖαι, ὡς δοκέειν τοὺς νεφροὺς ἐξηρτῆσθαι ἀγχοῦ τοῦ ἥπατος· ἀτὰρ καὶ ἰσχουρίη ἐπὶ φλεγμασίῃ γίνεται ξυντιμωρέουσα τῷ ὀξέϊ τῆς φλεγμασίης· πίμπλαται γὰρ ἡ τῶν νεφρῶν κοιλίη ὑπὸ πλημμυρίης τῶν οὔρων οὐ διεκθεόντων· τόδε μέντοι καὶ ἐπὶ λίθων γίγνεται, ἢν φύῃ μὲν ἐν νεφροῖσι μέζων τῆς εὐρύτητος τῶν οὐρητήρων· ἐνίζει μὲν μὴ διεξιὼν, ἀτὰρ καὶ τὰ οὖρα ὅδε ἐπίσχει. ἀλλὰ ἀμφὶ μὲν τῆς γενέσιος τῶν λίθων ἐν τοῖσι χρονίοισι λελέξεται, ὅκως ἢ μὴ ξυνήσωνται, ἢ θρύπτωνται γιγνόμενοι. ἀμφὶ θερμασίης, ἠδʼ ἐμφράξιος ὁκόσα ὀξέως κτείνει, τῇδέ μοι γεγράψεται. ἢν ἐνστάσιες λίθων ἔωσι, ἤν τε φλεγμασίη, τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι, ἢν μὴ κωλύῃ τις ἡλικίη· εὔροον δὲ καὶ πολλὸν ἔστω τὸ αἷμα. οὐ γὰρ αἱ φλεγμοναὶ πρηο̈́νονται μοῦνον κενώσι· ἀλλὰ καὶ σφηνώσιες τῶν λίθων χαλῶνται τῇσι τῶν ἀγγείων κενώσεσι. ἀτὰρ ἠδὲ ἐν οὐρήσι διεκθέουσι οἱ λίθοι. ἔπειτα τέγξεσι γλευκίνου λίπαος, ἢ κυπρίνου, καὶ πυρίῃσι, καὶ ἐπιπλάσμασι ἀνίεται τὰ μέρεα. ἀρτεμισίη δʼ ἔστω ἡ βοτάνη, καὶ σχοῖνος, καὶ κάλαμος ὁ εὐώδης ἐν τοῖς καταπλάσμασι· ἔπειτα σικύην προσβάλλειν ἐς νεφροὺς κατʼ ἰσχίον, μάλιστα δʼ ἂν ἡ ἀπὸ τοῦδε τοῦ χωρίου κένωσις ὤνησε· λελαπάχθω δὲ κοιλίη κλυσμοῖσι ὀλισθηροῖσι, γλίσχροισι μᾶλλον ἢ δριμέσι, μαλάχης ἢ τήλιος χυλοῖσι· κοτὲ δὲ φάρμακα πρὸ τῶν σιτίων οὐρητικὰ, ὁκοῖα ἐπὶ ἥπατος λέλεκται· ἀτὰρ καὶ σιτία ἴκελα, εὔπεπτα. κακὸν γὰρ τουτέοισι ἀπεψίη. ἄριστον δὲ γάλα, μάλιστα μὲν ὄνου, ἵππου δὲ δεύτερον καὶ ὄϊος δὲ καὶ αἰγὸς χρήσιμον, ὅτι γάλα. ἢν μὲν οὖν ἄπυροι ἔωσι, καὶ λούειν κρέσσον· ἢν δὲ μὴ, ἐς ἕψημα τῶν βοτανῶν ἐνίζεσθαι, ἄχρις ὀμφαλοῦ τὸ ἄγγος πληροῦντα·