κἢν μὲν ἐπὶ τοῖσι ἴσχηται μὲν ὁ ἱδρὼς καὶ ἡ γαστὴρ, ὅ τε στόμαχος δέχηται τὰ σιτία καὶ μὴ ἐμέῃ, σφυγμοὶ δὲ μεγάλοι τε καὶ εὔτονοι ἔωσι, καὶ ἡ ξύντασις ἀπολείπῃ, θέρμη δὲ καὶ πάντα ἀναίρῃ καὶ ἐς τὰ ἄκρα ἀφίκῃ, ὕπνος δὲ πάντα πέσσῃ, δευτέρῃ ἡμέρῃ ἢ τρίτῃ λούσαντα, τρέπειν ἐς τὰ ξυνήθεα· ἢν δὲ πάντα μὲν ἀπεμέῃ, ἱδρὼς δὲ ἄσχετος Ῥέῃ, ψυχρὸς δὲ καὶ πελιὸς γίγνηται ὥνθρωπος, σφυγμοὶ δὲ πρὸς ἀπόσβεσιν ἔωσι, καὶ ἀπηυδήκῃ, ἀγαθὸν ἐν τοῖσι τουτέοισι εὐπρεπέα εὑρέσθαι φυγήν.ἐν εἰλεῷ πόνος ἐστὶ ὁ κτείνων ἐπὶ φλεγμονῇ ἐντέρων, ἢ ἔντασις καὶ πρῆσις· ὤκιστος ἠδὲ κάκιστος ὄλεθρος. μετεξέτεροι μὲν γὰρ ἀνελπίστως νοσέοντες θάνατον προφανέα μοῦνον ὀρρωδέουσι· οἱ δʼ ἐν εἰλεῷ πόνου ὑπερβολῇ, θανάτου ἔρανται. χρὴ ὦν μήτε σμικρότερόν τι γίγνεσθαι τὸν ἰητρὸν τοῦ πάθεος, μήτε βραδύτερον. ἀλλὰ, ἢν μὲν φλεγμασίην αἰτίην εὕρηται, τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι μεγάλῃ τῇ σχάσι, ὅκως ἀθρόως διεκρέῃ τὸ αἷμα, τῆς φλεγμασίης ἡ τροφὴ, κἢν μέσφι λειποθυμίης· τόδε γὰρ ἢ ἀπονίης ἀρχὴ γιγνεται, ἢ νάρκης ἐς ἀναισθησίην· ἀνάπνευσις δὲ ἐν εἰλεῷ, κἢν ὑπʼ ἀγνοίης ἐς βαιὸν χρόνον ἔῃ τοῦ πόνου ἀμβολή· ἐπεὶ καὶ τὸ θνήσκειν τοῖς μὲν ὧδε πονέουσι εὐδαιμονίη· τῳ ἀρχιητρῷ δὲ οὐ θέμις πρήσσειν. θέμις δέ κοτε προγιγνώσκοντα σκοντα σάφα τὰ παρεόντα ὡς οὐ φύξιμα, καρηβαρ έῃ νωθρῇ εὐνᾶσθαι. ἢν δὲ ἄνευ φλεγμασίης , ἐπὶ διαφθορῇ ἢ ψύξι κραταιῇ γίγνεται ὁ εἰλεὸς, φλεβοτομίην μὲν ἴσχειν, τὰ δὲ λοιπὰ ἅμα πάντα πρήσσειν· ἐμέειν ἀπὸ ὕδατος θαμινὰ, συχνὸν πίνειν ἔλαιον, εἶτα αὖθις ἐξεμέειν. φύσας ἄγειν κάτω ἐρεθίσμασι· ἐρεθιστικὸν μὲν κυκλαμίνου χυλὸς, καὶ νίτρον, ἢ ἅλες· φυσέων δὲ ἀγωγὰ κύμινον, ἠδὲ πήγανον. χρὴ ὦν πάντα ὁμοῦ ξὺν Ῥητίνῃ τῇ τοῦ τερμίνθου διαχρίειν τάδε, καὶ σπόγγοισι πυριῆν, ἢ τοῖσδε ὑποκλύζειν ξὺν ἐλαίῳ καὶ μέλιτι, καὶ ὑσσώπῳ, καὶ κολοκύν της ἀγρίας τῆς σαρκὸς ἑψήματι· κἢν ἐκκριθῇ κόπρος, αὖθις ἔλαιον θερμὸν ξὺν πηγάνῳ ἐνιέναι· τόδε γὰρ ἢν εἴσω μίμνῃ, πυρίημα τοῖσι ἐντέροισι εὐμενές. τέγγειν δὲ τὰ πονέοντα χωρία ἐλαίῳ ξὺν πηγάνῳ καὶ ἀνήθῳ ἄδην ἑψηθέντι. ἔστω δὲ καὶ πυρίη, φακῶν τῶν κεραμήων, ἢ χαλκέων, ἢ κέγχρου καὶ ἁλῶν φωχθέντων. ἐπιπλάσματα πρὸς τοῖσι ξυνοῖσι ἔστω αἴρης ἄλητον καὶ κύμινον καὶ ὑσσώπου ἢ ὀριγάνου κόμη· σικύαι δὲ κοῦφαι μὲν, συχναὶ δὲ, ἄλλη πρὸς ἄλλας τιθεμένη, ἐς τὸ ἐπιγάστριον, ἐς τὰς ἰξύας μέσφι βουβώνων· ἠδὲ κατόπιν ἐς ἰσχία πρὸς νεφροὺς καὶ Ῥάχιν.πάντη γὰρ ἀντισπᾶν τὸν πόνον ξυμφέροι. προπίνειν δὲ κυμίνου ἢ πηγάνου ἀφεψήματος , καὶ τοῦ σίσωνος, ἢ ξὺν τουτέοισι τῶν φαρμάκων τῶν ἀνωδύνων τινά· μυρία δὲ ἄλλοισι ἄλλα πείρῃ γεγόνασι πιστά. ἀγαθὸν δὲ καὶ τὸ διʼ ἐχιδνῶν φάρμακον, μέζον τοῦ μέτρου πρὸς τὸ ξύνηθες ποθέν· ἢν δὲ μήτε ὁ πόνος ἐνδιδῷ, μήτε φῦσα, μήτε κόπριον ἀναδοίη, τοῦ καθαρτηρίου τῆς ἱερῆς ὑπʼ ἀνάγκης διδόναι. ἢ γὰρ ἀπηλάθη ξὺν φλέγματι καὶ χολῇ τὸ φάρμακον, ἢ διῆλθεν ἐξάγον φύσας, σκύβαλα, φλέγμα, χολὴν, τοῦ κακοῦ τὰς ἐντάσιας. τροφὴ διεξάγουσα· ζωμοὶ ἀλεκτορίδων, κογχαρίων, πτισάνης ὁ χυλὸς κάθεφθος, ξὺν πολλῷ λίπαϊ ἀρχῆθεν προσεγχυθέντι τῆς ἑψήσιος· συνεψεῖν τῷδε, κύμινον, λίτρον, πράσον ξὺν τῇ κόμῃ· ἢ ἰητρείη ξὺν ζωμῷ τινι διαχωρητικῷ, κοχλίαι ἄκρως ἑφθοὶ, καὶ ωὐτῶν δὲ χυμὸς ἢ τελλίνης· ὕδωρ ποτὸν, ἢν πυρεταίνῃ, ξὺν ἀσάρῳ, ἢ νάρδῳ, ἢ κάγχρυ ἑψηθέν. καὶ γὰρ φύσης ἀγωγὰ, καὶ οὐρητικὰ, καὶ εὔπνοα· ἢν δὲ ἄπυρος ἔῃ, καὶ οἶνος ἔς τε τὴν τῶν ἐντέρων θέρμην, ἀτὰρ ἠδὲ ἐς ἀνάκλησιν τῆς δυνάμιος, ἀρήγει· καὶ μαράθρου Ῥίζης ἕψημα ποθὲν, καὶ ἀδίαντον, καὶ κινάμωμον. ἢν δὲ ἐς ἀπόστασιν τρέπηται ἡ φλεγμασίη, τῇδε ξυμβάλλειν ἄμεινον, τοῖσι ἐς ἀπόστασιν φαρμάκοισι χρεόμενον· γεγράφαται δὲ τάδε ἐν τοῖσι χρονίοισι, ἔνθα κωλικῶν θεραπείη ἐγράφη.ἐν ἥπατι τοῦ αἵματος ἡ γέννα, καὶ ἐς τὸ πᾶν ἔνθεν ἡ τοῦδε ἄφεσις. καὶ τὸ ξύμπαν ἧπαρ ὁκοῖον αἵματος πάγος. ὀξύταται ὦν αἱ τῇδε φλεγμοναί. ἐγκέεται γὰρ τῷ χωρίῳ τῷδε ἡ τροφή. ἢν μὲν ἑτέρωθί πη φλεγμονὴ συστῇ, οὐ κάρτα γίγνεται ὀξέη· ζέει γὰρ ἡ τοῦ αἵματος ἐπιρροή. ἐπὶ δὲ τῷ ἥπατι οὐ χρέος ἑτέρωθεν ἥκειν· ἢν γάρ τις ἔμφραξις τὰς ἐξόδους ἐπίσχῃ, πίμπραται τὸ ἧπαρ τῆς ἐκροῆς ἀμερθέν· ὁ δὲ τῆς τροφῆς εἴσρους ἐς τὸ ἧπαρ ἔτι μίμνει· οὐχ ἑτέρη γὰρ ὁδὸς τῆς τροφῆς ἐς τὸ πᾶν σκῆνος ἀπὸ τῆς κοιλίης καὶ τῶν ἐντέρων. εὐπόρως ὦν χρὴ τὴν κένωσιν ἐμποιέειν, τάμνοντα φλέβας τὰς ἐπʼ ἀγκῶνι, συχνὸν μὲν ἀφαιρέοντα , μὴ ἀθρόον δέ. ἀποσιτίη μὲν τὰ πρῶτα, ὀλιγοσι τίη δὲ αὖθις, ὅκως καὶ τοῖσι εἰσιοῦσι τὸ ἧπαρ κενεὸν ᾖ. χρὴ δὲ καὶ τοῖσι ἐπιθέτοισι διασκιδνάναι τὰ ἐν τῷ ἥπατι σταθέντα. τέγξις μὲν ὦν ξὺν ἀλόῃ ἤ λίτρῳ· εἴρια πινόεντα οἰσύπῳ. χρέος ὦν ἐμψύξιος, οὕνεκα τῷ αἵματι αἴθεται τὸ ἧπαρ· θερμὸν γὰρ τὸ αἷμα. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσματα ἔμμεναι, ἀλήτων μὲν αἰρίνων, ἢ ἐρυσίμων, ἢ κριθῆς, καὶ λίνου σπέρματος· χυμῶν δὲ, οἴνου ὀξέος, μήλων τοῦ χυλοῦ, ἑλίκων τῆς ἀμπέλου, οἰνάνθης τῆς ὡραίης, ἢ τοῦ σὺν τῇδε λίπαος· πυρίη, σπόγγοισι καρποῦ δαφνῆς ἑψήματος, σχίνου, γλήχωνος, ἴριδος. ἐπὴν δὲ τουτέοισι πρηο̈́νῃς, σικύην προσβάλλειν μέζονα ὡς ἀμφιλαβεῖν πάντη τὸ ὑποχόνδριον, ἐντάμνειν δὲ βαθύτερα ὡς πολλὸν ἑλκύσειας αἷμα· μετεξετέροισι δὲ αἱ βδέλλαι, ἢ σχάσαι, κρέσσον. παρεισδύεται δὲ τοῦ ζῴου ἡ δῆξις· ἀτὰρ ἠδὲ μέζονας διαβρώσιας ποιέεται· τῇδε καὶ δυσεπίσχετος ἡ ἀπὸ τῶν ζῴων αἱμόρροια· κἢν ἄδην πιὸν ἐκπέσῃ τὸ θηρίον, σικύην προσβάλλειν· νέρθεν γὰρ ἕλκει τὸ νῦν. κἢν ἅλις ἔχῃ κενώσιος, ἐς μὲν τὰ τρώματα ἰσχαίμασι χρέεσθαι ἀδήκτοισι, ἀραχνίων ὑφάσμασι, μάννῃ, ἀλόῃ, ἐπιπάσσειν· ἠδὲ ἄρτῳ ἑφθῷ ξὺν πηγάνῳ ἢ μελιλώτῳ, ἀλθαίης Ῥίζῃσιν. ἐς δὲ τὴν τρίτην ἡμέρην, κήρωμα ξὺν μυροβαλάνῳ , ἢ ἀψινθίου κόμῃ καὶ ἴριδι.