ἢν δὲ φλεβοτομίην μὲν ἡ δύναμις ἀποτρέπῃ, φλεγμασίαι δὲ ἔωσι, σικύην τῇδε προσβάλλειν πολὺ πρόσθεν τῆς κρίσιος τοῦ νοσήματος. ἐν κρισίμοισι γὰρ ἡ συγκοπή· ἐπεὶ τῇσι αὐτέῃσι περιόδοισι αἵ τε φύσιες κρίνουσι, αἵ τε νοῦσοι κτείνουσι. κἢν γὰρ ἐς ἀνάγκην οἰνοποσίης ἥκῃ ὁ ἄνθρωπος, οὐ κάρτα ἀσφαλὲς ἐπὶ φλεγμον ῇσι οἰνοποτέειν. οἶνος γὰρ φλεγμαίνουσι μὲν πόνων ἐπίδοσις, ἀφλεγμάντοισι δὲ φύσιος αὔξησις. ἐπίπροσθεν δὲ τῆς σικύης, πρὸ μιῆς ἢ δευτέρης, ἐπιπλάσιος χρέος, ἔς τε ἄνεσιν τῶν μερέων, ἀτὰρ ἠδὲ ἐς εὐροὴν τοῦ αἵματος· μετεξετέροισι δὲ καὶ ἐπὶ τῇ σικύῃ ἐς τὴν δευτέρην ἐπιπλάσσειν. ἔστω δὲ καὶ τῇδε φειδώ· κίνδυνος γὰρ ωὐτὸς τοῦ αἵματος τῆς ἀμετρίης καὶ ἐπὶ τῇ σικύῃ. κλυσμοῖσι δὲ ἐπὶ σκυβάλοισι παλαοῖσι μοῦνον χρέο· τῆς δυνάμιος δὲ φείδεο. τέγξιες κεφαλῆς ψυχραὶ, ὁκόσαι μοι ἐπὶ φρενιτι κοῖσι λελέχαται, ὅκως εὐμετρίης ὀλίγῳ μέζω. καθαρὸς ἠὴρ, ψυχρότερος , ἐς ἀνάπνευσιν. ὄψιος τερπωλὴ, φυτῶν, γραφῆς, ὑδάτων, ὡς ὁρῆσθαι τὰ πάντα ἡδέως. λαλιὴ τῶν παρεόντων φιλομει δής· ἡσυχίη, θυμηδίη τοῦ νοσέοντος. ὀσμαὶ εὐώδεες, ἀβαρέες ἐς κεφαλῆς αἴσθησιν. ἀτὰρ καὶ τῶν τρεφόντων ἔστωσαν ὀσμαὶ, ἀλφίτων ξὺν ὕδατι δευθέντων, ἢ ὄξεϊ· ἄρτων θερμῶν νεοπέπτων· οἴνῳ δὲ μὴ κάρτα κλύζειν στόμα, μηδὲ ἅμα εἴργειν. ποτὸν θᾶσσον καὶ συνεχέστερον ἢ τοῖσι ἄλλοισι· τροφὴ ἀνὰ πᾶσαν ἡμέρην κούφη, εὔπεπτος, τὰ πολλὰ σιτώδης ἠδὲ καὶ ἡδεῖα, κἢν μικρὸν χείρων ἔῃ. τοῖσίδε γὰρ τῶν ἄλλων μᾶλλον χαριστέον. οὐχ ἥκιστα γὰρ τῷ στομάχῳ ἐς ἔκλυσιν ἡ νοῦσος ἐμφύνει. ἀσιτία δὲ, ἢ λιμὸς, οὐδαμᾶ. ἱκανὴ γὰρ ἡ νοῦσος τὰ πάντα λαφύξαι. ἢν δὲ ἥκῃ μὲν ἤδη ἡ περίοδος ἐς κρίσιν, νοτὶς δὲ κληϊδα καὶ μέτωπον ἱζάνῃ, καὶ ἄκρεα ψυχρὰ, σφυγμὸς δὲ σμικρότατος ἠδὲ πυκνότατος, ὁκοῖον ἕρπων, ἀμυδρὸς τὸν τόνον, μικρόν τι ἄρα λαβεῖν χρὴ σίτων, καὶ οἶνου ἐνεργῶς ἅπτεσθαι. χρὴ δὲ κεφαλὴν προησφαλίσθαι τέγξεσι, ἠδὲ τὴν κύστιν.λέλεκται δέ μοι τάδε τὰ ἄκεα ἐπὶ τοῖσι φρενιτι κοῖσι. διδόναι δὲ οἴνου μὴ χανδὸν, μηδὲ ἄδην. μετεξέτεροι δὲ πλησμονῆς ἀκαιρίῃ, ἀνορεξίῃτε, καὶ ἀδρανίῃ τοῦ φαγεῖν τε καὶ πιεῖν, ἀπώλοντο· πολλοῖσι δὲ, καὶ εὐσίτοισι ἐοῦσι, λελυμένης ἤδη τῆς φύσιος, οὐδὲν τὸ πλῆθος ἐς τὸ μὴ θανεῖν ἤρκεσε, ἐς μὲν τὴν γαστέρα κατιόντων τῶν σιτίων, οὐκ ἀνιόντων δὲ ἐς τὴν δύναμιν ἀπὸ τῆς κοιλίης. ἔστω ὦν σιτία μὲν ποικίλα, τὰ πολλὰ σιτώδεα, ὡς Ῥυμφάνειν μᾶλλον ἢ μασᾶσθαι· κἢν στερεὰ ἔῃ, ὀλισθηρὰ γιγνέσθω. ὠὰ μὴ κάρτα ξυνεστῶτα, μηδʼ ὀπτὰ ὅλα, τοῦ στερεοῦ γυμνά· ψωμοὶ διάβροχοι οἴνῳ, τὰ πρῶτα θερμῷ, δύο ἢ τρεῖς· ἐπὶ δὲ τοῖσι τὰ πάντα ψυχρὰ, ἢν μὴ ὑποικουρέωσι φλεγμοναί· οἶνος εὐώδης, μὴ κάρτα στύφων, παχὺς δὲ ὡς ἥκιστα. Ἑλληνικοὶ μὲν Χῖος, ἢ Λέσβιος, ὁκόσοι τε ἄλλοι νησιῶται λεπτοί· Ἰταλῶν δὲ, Σουρεντῖνος, ἢ Φουνδανὸς, ἢ Φαλερῖνος, ἢ Σιγνῖνος, ἢν μὴ σφόδρα στύφῃ· παραιτέεσθαι δὲ τῶνδε τὸν κάρτα παλαιὸν, ἢ νεώτερον. διδόναι ὦν, τὰ πρῶτα, θερμὸν, μὴ μεῖον κυάθων τεσσάρων, πρὸ τὴς κρίσιος, μηδὲ κοτύλης πλεῖον, κἢν εὔποτος ἔῃ· ἐπὶ δὲ τῶνδε σιτίον διδόντα, εἰ τὰ τῆς φλεγμασίης παρήκοι, αὖθις ψυχρὸν ὀρέγειν, ὅκως ἐς ἄκος δίψεος. πρὸς ἀνάγκην δὲ, μὴ μόνον μὲν, ξὺν σιτίῳ δέ· προυπερηρεῖσθαι δὲ χρὴ, ὡς μὴ ἅψιν φρενῶν ὁ οἶνος ποιέηται. καὶ ἐπὶ τοῖσι δὲ συνανέχειν· κἢν ἐκ διαστάσιος εὕδειν θέλῃ, ἡσυχίη προσακτέη. ἢν δὲ πουλὺς μὲν ἱδρὼς ἐκρέῃ, σφυγμοὶ δὲ πρὸς ἀκινησίην, ὀξεῖα δὲ φωνὴ, ἄθερμα δὲ καὶ τὰ στήθεα, διδόναι τοῦ οἴνου ὁκόσον ἂν δύνηται πιεῖν. μοῦνος γὰρ οἶνος ἐλπὶς ἐς ζωὴν ψυχροῖς. καὶ οἶνος ὦν ξυνήθης εἰ εἴη, ἄλλοτε μὲν πιεῖν, ἄλλοτε δὲ αὖ σιτίον ξὺν οἴνῳ φαγεῖν. ἐκ διαστήσιος μὲν ἐς ἀνάπαυλαν τοῦ καμάτου, τοῦ ἔκ τε τῆς νούσου καὶ τῆς τροφῆς. ἐν γὰρ σμικρῇ τῇ ἰσχύϊ μογέουσι κάρτα καὶ ἐπὶ τῇ ἐδωδῇ.χρὴ ὦν αὐτόν τε ἀλκήεντα καὶ εὔθυμον ἔμμεναι, καὶ τὸν ἰητρὸν ἔπεσι μὲν παραφάσθαι ἐς εὐελπιστίην ἔμμεναι, ὡς δὲ ἀρήγειν ποικίλῃ τροφῇ τε καὶ οἴνῳ. χρὴ δὲ καὶ τῇ ἄλλῃ ἰητρείῃ ἐνεργῷ χρέεσθαι, ἔς τε τὴν τῶν ἱδρώτων κάθεξιν, καὶ τῆς δυνάμιος ἀνάστασιν ἐς τὸ ζώπυρον· ἔστω ὦν ἐπίθημα τῷ θώρηκι ἐς τὸν ἀριστερὸν μαστὸν, φοίνικες ἐν οἴνῳ λεῖοι, ξὺν ἀλόῃ καὶ μαστίχῃ, κηρωτῇ δὲ ξὺν νάρδῳ πεποιημένῃ ἀνειλήφθω τάδε· καὶ ἢν τόδε ἀσηρὸν γίγνηται, ἄλλο ἐπιτιθέναι ἐπίθημα, μήλων ἐξελόντα τὸ σπέρμα καὶ ὅτι περ ἂν σκληρὸν ᾖ, θλάσαντα, ξυμμίσγειν ἀλφίτοισι εὐώδεσι. ἔπειτα ἀψινθίου κόμην, καὶ μυρσίνης, ἠδʼ ἀκακίης, καὶ μάννης σεσησμένων , ξυμμίσγειν· ὁμοῦ δὲ τὰ πάντα φυράσαντα, κηρωτῇ ἀναλαμβάνειν οἰνανθίνῃ· ἢν δὲ ὑπὸ τῶνδε μὴ ἴσχηται ὁ ἱδρὼς, ὄμφακος χυλὸς εἰς φύρησιν ξυντεθεὶς, καὶ ἀκακίη, καὶ κόμμι, ἠδὲ Ῥοὸς τὸ ἐδώδιμον, καὶ στυπτηρίη, καὶ φοίνικες, καὶ Ῥόδων χυλὸς εὔπνοος· ἅμα πάντα νάρδῳ τε καὶ οἰνάνθης τῷ λίπαϊ, ἐς τὸν θώρηκα τιθέναι· καὶ γὰρ τόδε ἐμψύχει τε καὶ στύφει. κατακεέ σθω δὲ ἐν ἠέρι ψυχρῷ, εἴτε καὶ πρὸς ἄρκτον ὁ οἶκος· εἰ δὲ καὶ εἴη αὔρη βορέου ψυχρὴ ἐπιπνείουσα, ζωγρήσει κακῶς κεκαφηότα θυμόν. ἔστω δὲ καὶ εἰς λειμῶνας καὶ πηγὰς καὶ κελαρύζποντας ὀχετούς· καὶ γὰρ καὶ τὸ εὔπνοον τῶνδε καὶ ἡ θυμηδίη καὶ τὴν ψυχὴν θάλπει καὶ τὴν φύσιν ζωγρεῖ. ἀτὰρ καὶ πρόκλησις τοῦ φαγεῖν τε καὶ πιεῖν· ἢν δὲ ὑπʼ ἀπορίης μὴ τάδε τις εὐτυχῇ, μιμέεσθαι χρὴ καὶ αὔρην ψυχρὴν, πτόρθων εὐωδέων ἡδονῆς Ῥιπίσι, καὶ ὥρην εἰαρὸς φύλλοισι ἠδʼ ἄνθεσι τοῖσι παρεοῦσι στορέσαντα τὴν γῆν. ἀτὰρ καὶ ἐπίβλημα ἔστω κοῦφον, παλαιὸν , ὡς δέχηται μὲν τὸν ἠέρα, διαπνέῃ δὲ τοῦ θώρηκος τὴν θέρμην. ἄριστον δὲ ὀθόνη παλαιή. πάσσειν δὲ αὐχένας καὶ κληῗδας ἀλφίτοισι, καὶ θώρηκα· τρέφειν μὲν τῷ εὐόσμῳ, τῷ δὲ αὐχμηρῷ ξυνέχειν. καὶ παιπάλῃ δὲ τοῦ σώματος τὸ ἀραιὸν ἐμπάσσειν.