τάδε μέντοι καὶ ὑπὸ τῇ γλώσσῃ ἔχειν ἐς τὸ διηνεκὲς τῆς συντήξιος. ἀτὰρ καὶ κόμμι ξὺν τῷ φυτῷ καὶ τράγου τῆς ἀκάνθης τὸ δάκρυον · ποικίλων δὲ φαρμάκων μυρίη μὲν ἡ πείρη, ποικίλαι δὲ καὶ χρήσιες, τροχίσκων, τοῦ διὰ τῆς Αἰγυπτίας ἀκάνθης, καὶ ἑτέρου διʼ ἠλέκτρου, καὶ ἄλλου τοῦ κροκώδεος, ὧν ἡ σκευασίη ἰδίῃ λέλεκται. ἄνευ μὲν ὦν πυρετῶν ἅπαντα τολμέειν ἐπὶ τοῖσι φαρμάκοισι , καὶ πολλὰ καὶ πολλάκις διδόντα· ἢν δὲ ἐπιπυρεταίνωσι, — τὰ πολλὰ καὶ ἐπὶ τῇσι φλεγμασίῃσι τῶν τρωμάτων γίγνονται πυρετοὶ, — μήτε ἀθρόον ἴσχειν τὴν φορὴν, μήτε ἐν τοῖσι παροξυσμοῖσι φάρμακα πιπίσκειν. πολλοὶ γὰρ ὑπὸ πυρετῶν θᾶσσον ὄλλυνται ἢ ὑπὸ τῆς τοῦ αἵματος φορῆς. τροφαὶ ποικίλαι καὶ τὴν ἰδέην ὁκοῖα τὰ φάρμακα. ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ. οὔτε γὰρ ἐπὶ μιῇ μούνῃ ἅπαντα εὑρεῖν τὰ τροφῆς ἀγαθὰ εὔπορον, οὔτε, ἢν μὲν οὖν μούνη ἐς ἰητρείην ἀρκέῃ, μιῇ μούνῃ χρέεσθαι, διὰ τὸν κόρον Ῥηίδιον. καὶ γὰρ τὰ ποικίλα εἴκειν, εἰ δὴ ἀπὸ χρόνιον γίγνεται. ἔστω ὦν στύφουσα καὶ ἐς δύναμιν ψύχουσα· ἀτὰρ ἠδὲ ἐς θίξιν· θέρμη γὰρ αἵματος πρόκλησις. χόνδροι πλυτοί· ὄρυζα ἐς ὀξύκρητον· ἢν δὲ τὸ ὄξος βῆχας ἐμποιέῃ, φοινίκων ἕψημα, ἄρτος ὀπτὸς, κατάξηρος, κοπεὶς, ἠδὲ καὶ ἐς ἄλητον σεσησμένος. ἁπάντων ὦν Ῥόφημα ξὺν λίπαϊ· θύμβρη ἁλσὶ ἡδυνθεῖσα, Ῥοὸς ἐπίπασμα. ἢν δὲ καὶ χαρίσασθαί τι κάμνοντι ἐθέλῃς, κορίανον ἔστω ἐς ἡδονὴν ὅτῳ φίλον, ἤ τι τῶν οὐρητικῶν ἠδὲ εὐπνόων σπερμάτων. φακὸς, ἢν μὲν ἡ αἱμορραγίη ἐπείγῃ, ξὺν ἀρνογλώσσου χυλῷ· ἢν δὲ μὴ, τοῦ χυλοῦ ἔστω φειδώ. οὐ γὰρ εὔπεπτον οὐδὲ προσηνὲς ἐς γεῦσιν. χρὴ δὲ τουτέοισι ἥκιστα πάντων δύσπεπτα διδόναι. ἢν δὲ ἐξ αἱμορραγίης θάνατον ὀρρωδέῃς, καὶ ἀτερπὲς καὶ δύσπεπτον· ἠδὲ ἀπηνέα ἔστω τὰ σώζοντα. κηκὶς ὦν ξηρὴ, λείη, προσεπιπασσέσθω φακῷ τῷ ξηρῷ καὶ ψυχρῷ· ὠὰ ἑψήσι παχέα, ξὺν Ῥοιῆς σιδίοισι, ἢ κηκῖδι. ἥδε ἐστὶ ὑπʼ ἀνάγκης ἐν φαρμάκῳ τροφή· ποτὸν δὲ τὸ ξύμπαν ὀλίγον ἔστω·ξηρῇ γὰρ διαίτῃ ὑγρὸν ἀξύμφορον. τοιάδε μὲν, στῦψαι καὶ ψῦξαι εἰ ἐθέλεις· ἢν δὲ παχῦναι καὶ αἷμα καὶ πνεῦμα, γάλα καὶ ἄμυλος καὶ χόνδροι, ἄλλοτε μὲν ξὺν ἀμύλῳ, ἄλλοτε δὲ ξὺν χόνδρῳ γάλα· ἐς πῆξιν δὲ ἡ σύστασις ὡς μὴ Ῥόφημα ὑγρὸν ᾖ. ἢν δὲ ἐπὶ μᾶλλον παχῦναι καὶ στῦψαι ἐθέλῃς, οἱ χόνδροι μὲν ξὺν φοίνιξι ἑψείσθωσαν· ἐς δὲ τὴν σύστασιν, ἄμυλος ἔστω, καὶ γάλα, ἄριστον καὶ φὰρ τὸ Τυρρηνικὸν , παχὺ ἐὸν καὶ γλίσχρον, καὶ κολλῶδες ξὺν τῷ γάλακτι· ταμισοῦ δὲ τοῦ ἐρίφου ὑγροῖσι τοῖσι ἑψήμασι προσεγχέειν ἐς πῆξιν, ὅκως ἐπὶ γάλακτι ἐς νέου τυροῦ ξύστασιν ἴσχει· παχύτερον δὲ τουτέων, κέγχρος ἑφθὸς ξὺν γάλακτι ὡς τὸ φὰρ, καὶ τὸ ἐπίπαστον ἡ κηκὶς καὶ τὰ σίδια. τεκμαίρεσθαι δὲ τὰς ξυμμετρίας τῶν ξηραινόντων ἢ παχυνόντων· καὶ γὰρ βηχώδεα ταῦτα, ὑπερβολῇ τε ξηρότητος μετεξετέροισι προσέρρηξε τὰς φλέβας. ἢν δὲ εὖ πρήσσηται μὲν, ἴσχηται δὲ τὸ αἷμα, ἐς τἀναντία ἐκ προσαγωγῆς ἡ μεταβολή· καὶ μηδὲν ἄγαν. φιλόστροφα γὰρ τάδε καὶ κακοήθεα. χρὴ δὲ σαρκοῦν ἤδη τὸν ἄνθρωπον καὶ τὰς ὠτειλὰς ἐς τὸ πιηρὸν ἄγειν, αἰώρῃς, ἢ τρίψεσι μαλθακῇσι, περιόδοισι , θυμηδίῃσι, τροφῇ ποικίλῃ καὶ ξυνήθεϊ. τάδε μὲν ὦν, ἢν ἐκ τῆς φορῆς τοῦ αἵματος τὸ τρῶμα ξυμπεσῃ, καὶ ὁ χῶρος ὑγιασθῇ εὐακέως· ἢν δ͵ ἐγκαταλείπηται ἕλκος, καὶ διάπυον γίγνηται, ἑτέρης μελέτης χρέος· καὶ γὰρ καὶ ἑτέρων διαδέχεται ἡ φορή. περὶ τῆσδε μέντοι ἐν τοῖσι χρονίοισι λελέξεται.ἐν συγκοπῇ μάλα χρὴ τὸν ἰητρὸν πρόνοιαν ἐπιτηδεύειν· μέλλουσαν μὲν γὰρ ἢν προγιγνώσκῃς, τά τε παρεόντα ἐπεσσυμένως συνεργοῖένσοι, ἀτὰρ ἠδὲ ἐξελάοις ἂν αὐτέην πρὶν ἥκειν. παρεοῦσαν δὲ οὐ Ῥηϊδίως διδρήσκουσι οἱ νοσεῦντες. λύσιν γὰρ τῆς φύσιος τὴν συγκοπὴν ἔλεξα· οὐ παλίσσυτος δὲ φύσις λυθεῖσα. τήνδε ὦν μάλιστα μὲν μέλλουσαν κωλύειν· ἢν δὲ μὴ, ἄρτι ἀρχομένην. προγιγνώσκειν δὲ χρὴ τοῖσι ἐν τοῖσι ἀμφὶ τῶν ὀξεῶν νούσων λελεγμένοισι, εὖτε τὴν αἰτίην, ἀτὰρ ἠδὲ καὶ τὰ σημήϊα ἐφραζόμεθα. καῦσος μὲν γὰρ ὁ πυρετὸς ἀρχή. ἐπὶ δὲ τῷ καύσῳ κάκιστα σημήϊα, ξηρότης, ἀγρυπνίη, θερμασίη τῶν σπλάγχνων, ὅκως ἀπὸ πυρὸς, ψυχρὰ δὲ τὰ ἔξω· χεῖρες καὶ πόδες ἄκροι ψυχρότατοι· ἀναπνοὴ ἐς ὁλκὴν μακρή· ποθέουσι γὰρ ψυχρὸν ἠέρα, οὕνεκεν ἐκπνέουσι πῦρ. σφυγμοὶ μικροὶ, πυκνότατοι , τρομώδεες. ἐκ τῶνδε ὦν τεκμαιρόμενος ἠδʼ ὁκόσα μοι ἐν τοῖσι σημηΐοισι λέλεκται, αὐτίκʼ ἐξ ἀρχῆς ἀρήγειν. ἢν ὦν μὴ πάντα κωλύῃ, ἕξις, ἡλικίη, ὥρη, ἀψυχίη τοῦ ἀνθρώπου, τάμνειν φλέβα· κἢν πολλὰ κωλύῃ, εἷς δέ τις ἀριθμὸς ἐπίκαιρος ᾖ, ὁκοῖον γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ μἕλαινα· ἥδε τοι γὰρ τὰ εἴσω πάντα σημαίνει· ξυντεκμ αίρεσθαι δὲ ἐπὶ πᾶσι τὴν δύναμιν, εἰ μὴ προαπηύδηκε ἐκ τῆς νούσου πόνων τε καὶ διαίτης. οὐδὲ γὰρ οὐδὲ ἐνδείῃ μοῦνον, ἀλλὰ καὶ πνιγί. ἢν δʼ ὑπὸ πλήθεος γίγνηται συγκοπὴ, καὶ φλεγμασίη τις ὑποχονδρίου, ἢ ἥπατος, μέγα διασημαίνῃ , οὐδὲ ἀμβολῆς χρέος. τάμνειν δὲ τὴν ἐπʼ ἀγκῶνι τὴν κοίλην· ἀτὰρ ἠδὲ διὰ σμικρῆς τῆς σχάσιος ἀφαιρέειν, ὡς μὴ σφόδρα τῇ δυνάμει ἐπίδηλονᾖ. ἐλέγχει γὰρ τὴν φύσιν τὸ ἀθρόον· καὶ πολλόν τι μεῖον ἢ διʼ ἄλλας προφάσιας ἀφαιρέειν. ἢν γὰρ ἐπὶ συγκοπῇ καὶ σμικρὸν ἁμαρτῴη, Ῥηϊδίως εἰς ᾄδου τρέπει. αὐτίκα ὦν διδόναι τροφὴν ἐς νεόχμωσιν τῆς δυνάμιος· γάνυται γὰρ ἡ φύσις καὶ τῇ τῶν παλαιῶν ἀπαλλαγῇ, καὶ τῇ τῶν ποταινίων προσθήκῃ.