ἢν δὲ ἔμπυος ὅδε ὁ χῶρος γένηται, μετεξετέροισι ἠδὲ τὰ τῆς ὑπερώης ὀστέα ἐφθάρη, καὶ ἐς μακρὸν φθίνοντες τὸν βίον ἐτελεύτησαν. τῶνδε μέντοι τὰ ἄκεα ἑτέρωθι λελέξεται.πῆ μὲν ξυνὴ καὶ τῶνδε πρὸς τἄλλα πάθεα τὰ ἐν τοῖσι παρισθμίοισι ἰητρειη, πῆ δὲ ἰδίη. ἐπὶ φλεγμασίῃ καὶ ἀγχόνῃ, κλυσμοὶ, φλεβοτομίη , τέγξιες, ἐπιπλάσιες, πυρίη, διάδεσμοι, σικύη, πάντα τωὐτά. χρίσιες δὲ φαρμάκων δυνατωτέρων· οὐ γὰρ ἀτρεμέει τὰ ἕλκεα, οὐδὲ ἐσχάραι γίγνονται ἐπιπολῆς· ἀλλὰ κἢν ἰχὼρ ἀπὸ τουτέων εἴσω στάξῃ, ὤκιστα μὲν ἑλκοῦται τὰ μέρη, κἢν ἀσινέα ᾖ· ὤκιστα δὲ εἰς τὸ εἴσω νέμεται καὶ κτείνει. πυρὶ μὲν ὦν καίειν τὸ πάθος ἀρωγὸν, ἀλλʼ ἀξύνετον διὰ τὸν ἰσθμόν· φαρμάκοισι δὲ πυρὶ ἰκέλοισι χρέεσθαι ἔς τε τὴν ἐπίσχεσι ν τῆς νεμήσιος, ἀτὰρ ἠδὲ ἐς τὴν τῶν ἐσχαρέων ἔκπτωσιν. ἔστι δὲ στυπτηρίη ξὺν μέλιτι, κηκὶς, βαλαύστιον , ξηρὰ, ἢ ξὺν μελικρή τῳ. τοῖσι δὲ αὐτοῖς καὶ ἐμφυσῆν καλάμῳ, ἢ πτίλῳ, ἢ καυλῷ παχέϊ καὶ ἐπιμήκεϊ, ὡς τῶν ἑλκέων θιγγάνειν τὰ φάρμακα. ἄριστον δὲ καὶ χαλκῖτις ὀπτὴ ξὺν καδμίῃ λείῃ ξὺν ὄξεϊ· ἔστω δὲ μοίρης διπλάσιον τῆς καδμίης, καὶ Ῥήου ἡ Ῥίζα ξύν τινι ὑγρῷ. φυλάσσεσθαι δὲ χρὴ τῶνδε τὰς ἐπιθλίψιας· ὑγραίνει γὰρ τὰ ἕλκεα καὶ ἐπὶ μᾶλλον νέμεται. χρὴ ὦν πτερῷ τὰ ξηρὰ καταπάσσειν· τὰ δὲ ὑγρὰ ὑγρότατα ποιέοντα ἐς τὸν γαργαρεῶνα ἐγχέειν. ἢν δὲ αἱ ἐσχάραι ἤδη τε ἀπολύωνται, τὰ δὲ ἕλκεα ἐρυθρὰ γίγνηται, κίνδυνος τότε μάλιστα σπασμοῦ. ἐπιξηραίνε ται γὰρ ὡς ἐπίπαν τὰ ἕλκεα, καὶ τοῖσι δὲ τὰ νεῦρα ξυντείνετα ι. χρὴ ὦν γάλακτι ξὺν ἀμύλῳ καὶ χυλῷ πτισάνης, ἢ τράγου, ἢ λίνου σπέρματι, ἢ τήλιος μαλθάσσειν καὶ ὑγραίνειν. μετεξετέροισι δὲ καὶ ἡ κιονὶς διεβρώθη μέχρις ὀστέου τοῦ τῆς ὑπερώης, καὶ τὰ παρίσθμια ἄχρι βάσιος καὶ ἐπιγλωττίδος, καὶ ἐπὶ τῇ ὠτειλῇ καταπίνειν οὔτε στερεὸν, οὔτε ὑγρὸν ἠδύναντο, ἀλλὰ καὶ τὸ ποτὸν ἀνακοπτόμενον ἀπέπνιγέ κοτε τὸν ἄνθρωπον λιμῷ.οὐκ ἀμβολῆς καιρὸς ἐν πλευριτικοῖσι, οὐδʼ ὑπερθέσιος μεγάλης ἰητρείης· ὅ τε γὰρ πυρετὸς, κάτοξυς ἐὼν, ἐς ὄλεθρον ὁρμᾷ· ἥ τε ὀδύνη τοῦ ὑπεζωκότος ξυνεπείγει ἐπὶ τὸ κάκιον· ἀτὰρ καὶ βῆχες κλονέουσαι τὸν θώρηκα καὶ τὴν κεφαλὴν ὑπολύουσι τὰς δυνάμιας. μάλιστα μὲν ὦν αὐτῆμαρ φλέβα τάμνειν· ἢν δὲ ἀπὸ πλήσιος σίτων καὶ ποτῶν ἔῃ, ἐπʼ ἀσιτίης μίην ἡμέρην φυλάξαντα, ἀφαιρέειν ἀπʼ ἀγκῶνος τῆς ἐν τῷ κοίλῳ φλεβὸς, τοῦ κατʼ ἴξιν τῇσι ἑτέρῃσι πλευρῇσι· κρέσσον γὰρ ἀπωτάτω ἄγειν. τὸ δὲ πλῆθος μὴ μέχρι λειποθυμίης· περιπνευμονίην γὰρ ἐπιφοιτῆσαι κίνδυνος, ἢν τὸ σῶμα ἐπιψυχθὲν τὴν ψυχὴν ἐκλείπῃ. εἴσω γὰρ τὰ ὑγρὰ ξυνθέει, τῆς ἐκτὸς ἀφαιρεθέντα θέρμης τε καὶ τάσιος. πνεύμων δὲ μανός τε καὶ θερμὸς, καὶ ἐς ὁλκὴν δυνατώτατος. πλευρῶν δὲ γειτόνημα, πνεύμων , καὶ κοινωνὸς ἀλγέων· ἀτὰρ καὶ αἱ τοῦδε διαδέξιες οὐ μάλα περιγίγνονται. περιεστηκυῖα δὲ πλευρῖτις ἀπὸ περιπνευμονίης, εὐηθέστερον γάρ. χρὴ ὦν ἐπὶ ξυμμέτρῳ τῇ Ῥοῇ τοῦ αἵματος μεσηγὺ τὸν ἄνθρωπον ξυλλέξαντα αὖθις ἀφαιρέειν· εἰ μὲν εὖ ἔχοι, αὐτῆμαρ, τῆς ἐπανέσιος μακρῆς γιγνομένης· ἢν δὲ μὴ, τῆς ὑστέρης· ἢν δὲ μηδὲ ὁ πυρετὸς ἐνδιδῷ· — τὰ πολλὰ γὰρ μίην ἡμέρην ὁ πυρετὸς ἴσχει τε καὶ αὔξει. — τῇ τρίτῃ ἐν τῇ δευτέρῃ ἐπανέσι ἀφαιρέειν, τῇπερ καὶ τὰ προσάρματα δοτέον, λιπαρῶς μὲν χρίσαντα ὅλον τὸν ἄνθρωπον· ἐπὶ δὲ τῇ πλευρῇ καὶ ἔλαιον θέντα μαλθακὸν ξὺν ἀλείφατι θερμῷ πηγάνου ἢ ἀνήθου ἀφεψήματος· καταιον εῖν δὲ τὸ πλευρὸν εὖ μάλα προσηνέως. μετεξετέροισι δὲ καὶ τὸ ἄλγημα καὶ ἡ φλεγμασίη ἔξω ὤκειλε, ὡς δοκέειν τῶν τῇδε τὸ πάθος εἶναι· τὸ δέ ἐστι τῶν ἔνδον αὔξησις. τροφῆς δὲ νῦν, ὡς ἀμφὶ πάσης ἰητρείης ἔστω λόγος, ὡς μηδὲν ἐς ἁμαρτωλὴν εἴη. ἐν τροφῇ γὰρ κείσεται τὰ φάρμακα, ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ. γένεϊ μὲν ὦν θερμὴ καὶ ὑγρὴ, ἠδὲ λείη καὶ ὁμαλὴ, σμηγματώδης, διαλυτικὴ, λῦσαι, λεπτῦναι φλέγμα δυναμένη. σιτίων μὲν ὦν ἁπάντων πτισάνη προκεκρίσθω·ἐν ἀρχῇ μὲν εἰς χυλὸν διηθημένη, ὡς τὸ στερεὸν αὐτέης διακεκρίσθαι, ξὺν μέλιτι πεποιημένη μοῦνον. πτισάνης δὲ τὰ ξυνήθεα ἐς ἡδονὴν καὶ ποικιλίην φάρμακα ἀπέστω, νῦν γὰρ ἀρκεῖ ὁ χυλὸς μοῦνος· ἱκανὴ μὲν ὑγρῆναι καὶ θερμῆνα ι, δυνατὴ δὲ λῦσαι φλέγμα καὶ σμῆξαι· ἄνω δὲ ἀνάγειν μὲν ἀπόνως ὁκόσα ἀνάγεσθαι χρή· ὑπάγειν δὲ Ῥηϊδίως τὴν κοιλίην. προσηνὲς δὲ τὸ λεῖον αὐτῆς καὶ ἐς κατάποσιν εὔκολον. ἀτὰρ καὶ τὸ γλίσχρασμα θερμασίας πρηο̈́νει, ὑμένας καθαίρει, πεπαίνει βῆχας, πάντα μαλθάσσει. αἵδε κριθῆς ἔασι ἀρεταί· δευτέρην δὲ χώρην ἔχουσι οἱ χόνδροι, ὀλίγοισί τισι τῆς πτισάνης ἀγαθοῖσι καὶ αὐτοὶ ἄριστοι ἐόντες. τὸ γλίσχρασμα γὰρ, τὸ λεῖον, τὸ προσηνὲς ἐς κατάποσιν, ξυνόν· τὰ δʼ ἄλλα πάντα μείους· πεποιήσθωσαν δὲ καὶ οἵδε ἁπλοῖ ξὺν μέλιτι μοῦνον. ἀγαθοὶ δὲ καὶ τράγοι. κακίων δὲ ἐπʼ αὐτῶν ὄρυζα ξηρῆναι, τρηχῆνα ι, ἐπίσχεῖν κάθαρσιν πλευρῶν μᾶλλον ἢ οὐρῆσαι· ἄριστος δὲ καὶ ἄρτος ξηρὸς κοπεὶς, κρησέρῃ σεσησμένος , εὔκρητος, εὔπεπτος, ξὺν μελικρήτῳ διαρκὴς τροφή. ἢν δὲ ἤδη μὲν προήκῃ ἡ νοῦσος, πρὸς δὲ τὰ σιτία ἀπηυδήκῃ ὥνθρωπος, πτισάνη μὲν ἐκ κριθῆς διδόσθω λείη, κάθεφθος· ἄνηθον δὲ ἔστω καὶ ἅλες πτισάνης τὰ ὄψα· καὶ ἔλαιον λεπτὸν, ἄποιον, ἄγλισχρον, ἀτρήχυντον· κρέσσον δὲ ξὺν τῇ πτισάνῃ, ὡς μὴ πολλὸν τοῦ ἐλαίου ἑψεῖν. καὶ γὰρ πῖον ἴσχει τὸ Ῥόφημα, καὶ τὴν κακίην τὸ ἔλαιον ὄλλυσι. οὐδὲ γὰρ ἐμφανὲς ἔτι γίγνεται τῇ πολλῇ ἑψήσι εἰς τὸν χυλὸν ἀναποθέν. ἔστω δὲ καὶ πράσον ξὺν τῇ κόμῃ καὶ ἀμύγδαλα πικρὰ ξὺν τῷ χυλῷ ἑψόμενα. εὔπνοόν τε γὰρ καὶ φαρμακῶδες ὑπὸ τῶνδε γίγνεται, καὶ τὰ πράσα βρωθῆναι ὑπὸ τοῦ χυλοῦ, ὀνησιφόρα καὶ ἥδιστα. ἤδη δὲ καὶ ὠῶν καιρὸς εὐχύλων· ἢν δὲ ὑγρὴ καὶ πολλὴ ἀναγωγὴ ἔῃ, θείου τοῦ ἀπύρου ἐμπασσέσθω καὶ νίτρου. ἄριστον δὲ τῶν ἀρτιτόκων ὠῶν δοθῆναι ἐκ πυρὸς ἀπύρων. ἀπὸ γὰρ τῆς μητρὸς ἡ θέρμη, ὑγροτέρη μὲν πυρὸς, οἰκειοτέρη δὲ τῷ νοσέοντι, ὅκως ἐκ ζῴου ζῴῳ.