δοιαὶ συνάγχης ἔασι ἰδέαι. ἡ μὲν σὺν θερμασίῃ καὶ μεγάλῃ πρήσιτῶν παρισθμίων, καὶ ἐξογκώσι ἔξω· ἀτὰρ καὶ ἡ γλῶσσα, καὶ ὁ γαργαρεὼν, καὶ πάντα τὰ τῇδε μέρεα ἐς ὄγκον ἀείρεται· ἡ δὲ ἑτέρη ξύμπτωσίς ἐστι τουτέων ἠδὲ ἐς τὸ ἔσω πίεσις, ξὺν ἀγχόνῃ μέζονι, ὡς δοκέειν τὴν φλεγμασίην εἴσω μέσφι τῆς κραδίης ἐρηρεῖσθαι. τῇδε χρὴ μάλιστα ὠκέως ἀρήγειν· τῇδε γὰρ καὶ ὠκέως θνήσκουσι. ἢν μὲν ὦν ἀπὸ κραιπάλης καὶ οἰνοφλυγίης ἔωσι, ὑποκλύζειν αὐτῆμαρ. ἀλλὰ καὶ δισσοῖς κλύσμασι, τῷ μὲν ξυνήθεϊ, ὡς ἄγειν κοπρώδεα· τῷ δὲ ὡς ἀποσπᾶσθαί τι τῶν χυμῶν ἀπὸ τῶν παρισθμίων τε καὶ θώρηκος. ἔσται ὦν, ἀλλὰ μήτε ἀκρητεστέρη, καὶ κενταυρίου καὶ ὑσσώπου ἑψήματα. τάδε γὰρ καὶ φλεγμάτων ἀγωγά. κἢν δὲ ἀπὸ λεπτῆς διαίτης ἔωσι, τάμνειν φλέβατὴν ἐπʼ ἀγκῶνι. μέζονα δὲ τὴν τομὴν σχάζειν, ὅκως Ῥοιζηδὸν ἠδὲ ἀθρόον Ῥέῃ τὸ αἷμα. ὅδε γὰρ ὁ Ῥόος ἱκανὸς μὲν ὡς ὤκιστα θερμασίην πρηϋναι, δυνατὸς δέ ἀγχόνην λῦσαι καὶ πάντα μειῶσαι. οὐκ ἀγεννὲς δὲ καὶ μέχρι λειποθυμίη ς ἄγειν, μὴ μέντοι λειποθυμέειν. μετεξέτεροι γὰρ ξὺν τῇ πληγῇ ἐξέθανον ἐπὶ τῇ λειποψυχίῃ ἢ δεσμοῖσι σφίγγοντες ὑπὲρ σφυρὰ καὶ γούνατα· ἄριστον δὲ καὶ ὑπὲρ καρποὺς ἐς πήχεας καὶ ὑπὲρ πήχεας ἐς βραχίονα· ἢν δὲ καταπίνειν Ῥήϊστον ᾖ, ἐλατήριον διδόναι ξὺν μελικρήτῳ καὶ ὀρρῷ γάλακτος, ὁκόσον ἂν καθῆραι ἱκανὸν ᾖ τὸν ἄνθρωπον. ἐλατήριον δὲ τοῖσδε τῶν ἄλλων καθαρτηρίων κρέσσον· ξύμφορον δὲ καὶ κνέωρον καὶ νᾶπυ. τώδε γὰρ ἄμφω τὰς κοιλίας καθαίρει· ἐπὶ δὲ τοῖσι ἢν μὴ ἐνδίδωσι αἱ πρήσιες, πρὸς τὸν οὐρανὸν ἀνακλάσαντα τὴν γλῶσσαν τάμνειν τὰς ἐν αὐτέῃ φλέβας. κἢν εὐρόως καὶ πολλὸν Ῥυῇ τὸ αἷμα, τῶν ἄλλων μᾶλλον ἂν ὤνησε. τέγξιες ἐπὶ τοῖσι φλεγμαίνουσι, τὰ πρῶτα μὲν στύφουσαι, ὅκως ἐς παλίρροιαν ἴωσιν αἱ ὗλαι· ἔριά τʼ ὦν πιναρὰ ξὺν οἰσύπῳ, δευθέντα οἴνῳ καὶ ἀλείφατι τῷ ἀπὸ τῆς ἐλαίης τῆς ὄμφακος.ἀτὰρ καὶ τὰ ἐπιπλάσματα ἴκελα τῇ τέγξι, φοίνικες ἐν οἴνῳ δεδευμένοι , λεῖοι ξὺν Ῥοδίοισι πετάλοισι. ὡς δὲ γλίσχρον τε καὶ μαλακὸν ἔῃ τὸ ἐπίπλασμα, καὶ ἄλητον ἔστω, ἢ λίνου σπέρμα, καὶ μέλι, καὶ ἔλαιον, ἐς τὴν ἁπάντων μίξιν. ἢν δὲ ἐς πύησιν τρέπηται, τοῖσι θερμοῖσι χρέεσθαι, οἷσπερ καὶ ἐπὶ τῆς ἑτέρης συνάγχης. τῆλις ὦν ἔστω τὸ ἄλητον, καὶ μάννα, καὶ Ῥητίνη τὰ τηκτά· καὶ πολίου κόμη ἐμπασσέσθω. καὶ πυρίη θερμὴ σπόγγοισι δάφνης τοῦ καρποῦ καὶ ὑσσώπου ἑψήματι. ἐς δὲ ἐμπύησιν δυνατώτατον, πελιάδων ἢ κυνῶν κόπρον προσεπιπάσσειν λεπτὴν ἀπὸ κρησέρης· διακλύσματα δὲ, μελίκρητον ξὺν φακῆς ἢ ὑσσώπου ἑψήματι, ἢ Ῥόδων, ἢ φοινίκων, ἢ ὁμοὺ πάντων. ἐγχρίειν δὲ τὸ στόμα πᾶν μέχρι τῆς ἔσω φάρυγγος, ἁπλοῖσι μὲν, — χυλῷ μόρων, Ῥοιῶν ὕδατι λεανθέντων , ἢ φοινίκων ἑψήματι· φαρμάκοισι δὲ τῇ διὰ τῶν μόρων, ἢ καὶ τῇ βησασᾷ, καὶ χυλῷ Ῥοὸς, καὶ τῇ διὰ τῶν χελιδόνων. ἢν δὲ ἕλκεα ἐσχάρων ἔωσι, διακλύσματα τάδε καὶ ἀνακογχυλισμοὶ, ὑσσώπου ἀφεψήματι ἐν μελικρήτῳ, ἢ σύκων τῶν πιόνων ἐν ὕδατι καὶ ἐπὶ τοῖσδε ἄμυλος διεθεὶς ἐν μελικρή τῳ, ἢ πτισάνης χυλῷ, ἢ τράγου. ἐπὶ δὲ τῆς μετὰ ξυμπτώσιος συνάγχης, ἔσωθεν ἔξω ἄγειν πάντα, καὶ ὕγρὰ, καὶ θέρμην, καὶ σάρκα πᾶσαν, ὡς ἐξογκέῃ ἔξω τὸ πᾶν. ἔστωσαν ὦν θερμαὶ αἱ τέγξιες ξὺν πηγάνῳ καὶ ἀνήθῳ, ἐμπασσομ έν ου νίτρου· καὶ ἐπιπλάσμα τα ξὺν τουτέοισι τὰ πρόσθεν. ἀγαθὸν δὲ κηρωτὴν σὺν νίτρῳ καὶ σινήπι τιθέναι ἐς θερμασίην. θερμασίη δὲ ἡ ἐς τὰ ἔξω τὰ τοιάδε ἰῆται. ἀτὰρ ἠδὲ ἐξογκέει ἐς τὸν αὐχένα· ὄγκος δὲ περιπνευμονίης Ῥύεται ἐπαιωρεύμενος ἔξω· εἴσω δὲ τοῖσι συναγχι κοῖσι ὀλέθριον κακόν· ὁκόσοι δὲ ὑπʼ εὐλαβίης τῆς ἐπὶ τῆς συνάγχης πνιγὸς τὴν ἀρτηρίην ἔταμον ἐς ἄναπνοὴν, οὔ μοι δοκέουσι πείρῃ τὸ πρῆγμα πιστώσασθαι· ἥ τε γὰρ θερμασίη τῆς φλεγμασίης μέζων ἐκ τοῦ τρώματος γίγνεται καὶ προστιμωρέει τῇ πνιγὶ, καὶ βήσσουσι·ἢν δὲ καὶ ἄλλως ἐκφύγωσι τόνδε τὸν κίνδυνον, οὐ ξυνάγεται τοῦ τρώματος τὰ χείλεα. ἄμφω γὰρ χονδρώδεα καὶ ἀξύμφυτα.τῶν παθέων ὁκόσα ἀμφὶ τὴν κιονίδα γίγνεται, τὰ μὲν ὑποτάμνειν χρὴ, ἀλλʼ οὐ τοῦ παρεόντος λόγου ἡ τῶνδε χειρουργίη· τὰ δὲ ὡς ὀξέα ἰῆσθαι. Ῥηϊδίως γὰρ πνίγει καὶ δυσπνοίῃ τινὰ τουτέων κτείνει. τοιάδε μέντοι ἐστὶ, ἣν καλέομεν σταφυλήν τε καὶ κιονίδα. ἄμφω γὰρ ξὺν φλεγμασίῃ καὶ πάχεϊ καὶ μήκεϊ ξυνίσταντα ι, ὡς ἐς τὴν ἀρτηρίην ἐκκρεμέα γίγνεσθαι· ἴσῳ μὲν πάχεϊ ἀπὸ τῆς βάσιος μέσφι ἄκρου τοῦ οὐρανοῦ ὁ κίων· ἀνίσῳ δὲ ἡ σταφυλή. τῆσδε γὰρ ἰσχνὴ μὲν ἡ ἀπὸ τοῦ οὐρανοῦ βάσις· ἐς δὲ τὸ ἄκρον στρογγύλη καὶ παχεῖα, ξὺν ἐρυθήμα τι, ἢ πελιδνώσι· τῇδε καὶ σταφυλὴν ἐπίκλησιν ἔσχηκε τὸ πάθος. τοῖσι ὦν χρὴ ὠκέως ἀρήγειν. ὤκιστος γὰρ ὁ ἀπὸ πνιγὸς ὄλεθρος. ἢν μὲν ὦν νεηνίαι οἱ πεπονθότες ἔωσι, τάμνειν τὴν ἐπʼ ἀγκῶνι φλέβα, ἠδʼ ἀθρόον κενοῦν μέζονι τῇ τομῇ. ὡς γὰρ ἀπʼ ἀγχόνης ἀπέλυσε τῆς πνιγὸς ἡ τοιήδε ἀφαίρεσις· δεῖ δὲ ὑποκλύζειν κλυσμῷ πρηέϊ, ἔπειτα δὲ δριμέϊ ἄλλοτε καὶ ἄλλοτε, ἔς τʼ ἂν ἑλκύσῃ τι ἄνωθεν ἐς μετάστασιν. περικεέσθωσαν δὲ καὶ δεσμοὶ σφίγγοντες ἄκροισι τοῖσι σκέλεσι ὑπὲρ σφυρὰ καὶ γούνατα καὶ ὕπερθεν καρπῶν καὶ πήχεων ἐς βραχίον ας. εἰ δέ τι ἡ πνὶξ ἐπισπέρχοι, σικύην ἐπὶ τὸ ἰνίον, ἠδὲ ἐς τὸν θώρηκα προσβάλλειν, καὶ τουτέων ἐντάμνειν τινὰ· πρήσσειν τε ἅπαντα, ὁκόσα μοι ἐν τῇ συνάγχῃ λέλεκται. ωὐτὸς γὰρ ἀμφοῖν ὀλέθρου τρόπος· ἀλλὰ καὶ τοῖσι ἐς τὸ στόμα φαρμάκοισι τοῖσι αὐτέοισι χρέεσθαι καὶ στύψεσι καὶ μαλθακτηρίοις, καὶ πυρίῃ τῇ ἔξωθεν, καὶ ἐπιπλάσμασι, καὶ ἐς τὸ στόμα ἐγχρίσμασι· περὶ δὲ τὸν κίονα ἢ τὴν σταφυλὴν ἔστω στῦμμα, Ῥοὸς χυλὸς, μέλιτι ἢ ὕδατι λυθεῖσα ἀκακία, ὑποκιστὶς, γῆ Σαμίη, ἢ Λημνίη, ἢ Σινῶπις, ἠδὲ ὀμφάκιον· ἢν δὲ ἑλκώδης ἔῃ, κόμμι καὶ ἄμυλον δευθέντα Ῥόδων ἢ φοινίκων ἀφεψήματι, καὶ πτισάνης, ἢ τράγου χυλός· ἐπὶ δὲ τοῦ κίονος ἔστω πλέον τι τῶν εὐτονωτέρων, διὰ σμύρνης τε καὶ κόστου, καὶ κυπέρου. ἀνέχεται γὰρ τῶνδε τῶν δριμέων ὁ κίων.