ξυντεκμαίρεσθαι δὲ καὶ τὴν ἡλικίην καὶ τὴν γνώμην τοῦ νοσέοντος, εἰ πιεῖν ἐς πλεῦνας ἡμέρας ἑτοῖμος. ἔστι δὲ καὶ χρίσματα κρέσσονα τῆς τέγξιος, εὐφορέστερά τε καὶ δυνατώτερα. οὔτε γὰρ περιρρέει ἐς τὸ τῶν στρωμάτων αἶσχος· ἀχάριστον γὰρ τοῖσι κάμνουσι τὸ τοιόνδε, καὶ προσίζεται τῷ σκήνεϊ, ἔς τε τὰ ξυντακέντα ὑπό τε τῆς ἀλέης ἀνεπόθη. ἀλλὰ καὶ τὸ ἀΐδιον αὐτέων ὀνηϊστόν, περιρρέει γὰρ ἡ τέγξις. ὕλη δὲ ἀλειφάτων μὲν ὁκόσα μοι λέλεκται· ξὺν αὐτέοισι δὲ καστόριον, Ῥητίνη τερμίνθου τοῦ δένδρεος, εὐφορβίου, λημνήστιδος, πυρέθρουἶσα· πεπέριος, χαλβάνης ἐς ἥμισυ· ξὺν νίτρῳ Αἰγυπτίῳ τριπλάσιον, κηροῦ ὁκόσον ἐς σύστασιν ὑγρήν. πολλὸν δὲ τουτέων φαρμακίη ποικιλωτέρη καὶ πλέον καὶ ἰδίῃ λέλεκταὶ. ἐπιπλάσματα τῇσι σκληρίῃσι καὶ τῇσι ἐντάσεσι τῶν μερέων ἐπιθετέον· ὕλη δὲ, λίνου σπέρμα, τῆλις, ἄλφιτον κρίθινον, μέλι, ἔλαιον ἔνθα πήγανον ἢ ἄνηθον ἐζέσθη, ἀλθαίης Ῥίζα κοπεῖσα καὶ ἐν μελικρήτῳ ἑψηθεῖσα, ὡς κηροειδὴς γενέσθαι· ἔστω δὲ εὐαφέα καὶ προσηνέα τῇ ξυστάσι. ἢν μὲν ὦν ἄπυροι ἔωσι ἔτι, ἢ σμικρὸν ἐπιπυρεταίνωσι, τάδε χρὴ πρήσσειν οὐκ ἀλεγίζοντα τῆς θέρμης. ἢν δὲ πυρετοὶ ὀξέες ἔωσι καὶ ἡ ἄλλη νοῦσος σμικροτέρη τῶνδε φαίνηται, καὶ ἐς τὸν κίνδυνον οἵδε ξυνεπείγωσι, πρὸς τούσδε χρὴ τὴν δίαιταν καὶ τὴν ἄλλην θεραπείην ἁρμόζεσθαι. τροφῇσίτε ὦν τελέως λεπτῇσι, εὐπέπτοισι χρέεσθαι· καὶ τῇ εὐκαιρίῃ προσεκτέον νῦν μᾶλλον· καὶ τοὺς παροξυσμοὺς ὑποστέλλεσθαι ἐς πᾶσαν ἰητρείην, καὶ τὸ ξύμπαν τοῖσι πυρετοῖσι προσκέεσθαι χρή. ἢν δὲ πρόσω προήκῃ χρόνῳ καὶ τὴν κεφαλὴν ἐν αἰτίῃ ἴσχῃ, σικύην χρῆ ἐς τὸ ἰνίον προσβάλλοντα, αἱμάσσειν ἀφειδέως. καὶ γὰρ φλεβοτομίης ὀνίνησι μᾶλλον, καὶ τὰς δυνάμιας οὐκ ἀφαιρέει. προτέρη δὲ μεσηγὺ τῶν ὠμοπλατέων κουφὴ τιθέσθω ἐς ἀντίσπασιν τῆς ἐν τῷ ἰνίῳ.παρελύθη κοτὲ καὶ κατάποσις, ἥπερ μούνη ἀποπλήκτοισι ἄλκαρ ἐστὶ σωτηρίης, εἴς τε τὴν τῆς τροφῆς κατάποσιν καὶ ἐς τὴν τῶν φαρμάκων πάροδον. οὐ γὰρ ἀτροφίης καὶ λιμοῦ κίνδυνος μοῦνον, ἀλλὰ καὶ βηχὸς, καὶ δυσπνοίης, καὶ πνίξιος. κἢν γὰρ καὶ ἐγχέῃ τις εἰς τὸ στόμα ὑγρὸν σιτίον, ἐς τὴν ἀρτηρίην ὑπορρέει, οὔτε τῶν παρισθμίων ξυμπιπτόντων ἐς τὸν ὠσμὸν τῶν σιτίων, οὔτε τῆς ἐπιγλωττίδος ἐνιζούσης ἐς τὴν ἑωυτῆς ἕδρην, ἥτις ἐπίθημα τῆς ἀρτηρίης πέφυκε. χρὴ ὦν μελίκρητον ἢ χυλὸν ἐγχέαντα μυστίλῃ μακρῇ ὑπεραίροντα ὑπὲρ τῆς ἀρτηρίης ἐς τὸν στόμαχον ἐγχέειν. τόδε γὰρ ἔτι ἐς κατάποσιν ὑπουργέει· εἰ δʼ ὁ νοσέων ἐς ὄλεθρονἴῃ ὕστατον, ὁ δὲ αὐχὴν σὺν τῇ ἀναπνοῇ πηγνύηται, τόν τε αὐχένα καὶ τὸν ἀνθερεῶνα θερμάσμασι χρίειν τε καὶ πυριῆν. ματαιόπονοι δὲ καὶ ἀΐδριες ὁκόσοι σικύην ἐς τὸν ἀνθερεῶνα προσβάλλουσι ἐς εὐρύτητα τοῦ στομάχου. οὐ γὰρ διαστάσιος χρέως ἐς ἔνθεσιν τῆς τροφῆς, ἀλλὰ ξυμπτώσιος ἐς κατάποσιν. προσδιαστέλλει δὲ σικύη, κἢν καταπίνειν θέλῃ, ἐπίσχει τῇ ἀποστάσιτε καὶ ἀνθολκῇ· ἐπανιέναι δὲ χρὴ ἐς τὴν περιστολὴν τῆς καταπόσιος· πρὸς δὲ τουτέοισι τὴν ἀρτηρίην πληροῖ ἐς κίνδυνον ἀποπνίξιος. ἀλλʼ οὐδʼ εἰ ἔνθα καὶ ἔνθα τοῦ βρόγχου θείης ἀρήγει· μύες γὰρ καὶ νεῦρα, καὶ τένοντες, καὶ φλέβες ἐπίπροσθεν ἔασι αὐτέου. κύστις δὲ καὶ τὸ χαλαρὸν ἀρχοῦ ἄλλοτε μὲν ἐς ἔκκρισιν παρεῖται, καὶ ἔστι τῶν περιττῶν ἀεὶ ἔντερα πλήρεα, κύστις δὲ καὶ ἐς ὄγκον μέγιστον ἀείρεται, ἄλλοτε δὲ εἰς κάθεξιν αὐτέων, διαρρέει γὰρ τὰ περιττὰ ὡς διʼ ἀψύχων. ἔνθα ὦν ἐς μὲν τὴν κύστιν τῷ καθετῆρι ὀργάνῳ οὐκ εὔτολμον χρέεσθαι· νδυνος γὰρ σφακελίζειν τῇ κύστι, ἠδὲ σπασμὸν διδόναι τῷ ἀνθρώπῳ. ὑποκλύζειν δὲ μὴ πολλῷ πλήθεϊ τοῦ χυλοῦ κρέσσον· κἢν ἐκκοπρωθῇ τὸ ἔντερον, προσενιέναι ξὺν ἐλαίῳ καστόριον. ἐλπὶς δὲ μούνη καὶ πάντων ὁμοῦ τῶν παρέτων, καὶ ἰδίῃ τῶν μερέων, ἡ εἰς ἔλαιον ἐνίζησις.ὁ δὲ τρόπος αὐτέης ἐν τοῖσι χρονίοισι εἰρήσεται.τῆς ἐπιληψίης ὀλεθρίη μὲν ἡ πρωτίστη κατάπτωσις, ἢν ὀξέως εἰσβάλλῃ ἡ νοῦσος. ἔκτεινε γάρ κοτε καὶ ἡμέρῃ μιῇ. κινδυνώδεες δὲ καὶ οἱ ἐν τῇσι περιόδοισι παροξυσμοί. διὰ τάδε μὲν ὦν καὶ ἐν τοῖσι ὀξέσι καταγέγραπται ἡ ἐπιληψίη· ἢν δὲ ἐς μελέτην μὲν ἥκῃ τοῦ κακοῦ ὥνθρωπος, ἡ δὲ νοῦσος ἀπρὶξ ἐμφῦσα ἔχηται, οὐ χρονίη μοῦνον γίγνετα ι, ἀλλὰ μετεξετέροισι αἰωνίη. ἢν γὰρ ὑπερβάλλῃ τὴν ἀκμὴν τῆς ἡλικίης, ξυγγηρᾷ τε καὶ ξυναποθήσκει. ὁκόσα μὲν ὦν ὡς χρονίῃ ἐστὶν ἰητήρια ἐν τοῖσι χρονίοισι λελέξεται· ὁκόσα δὲ ἐς τὸ τάχος τοῦ ὀλέθρου πρηκτέα, τῶνδε τὰ πλεῦνα μὲν ἐπὶ τοῖσι ἀποπληκτικοῖσι λέλεκται, φλεβοτομίη, κλύσματα, χρίσιες, σικύη. τάδε γὰρ ἐς ἀνέγερσιν δυνατώτατα. ὁκόσα δὲ ἴδια καταπτώσιος ἄκεα, τάδε νῦν φράσω. παιδίοισι μὲν ὦν οἷσι ἐκ διαφθορῆς, ἢ ἐκ ψύξιος ἰσχυρῆς, ξύνηθες τὸ πάθος, ἔμετος, ἢ σιτίων, ἢ φλέγματος, ἢ ἄλλου χυμοῦ τινος ὀνηϊστόν. πτίλα δὲ ἰρίνῳ μύρῳ δευθέντα ναυτίην ἐρεθίζει· ἀτὰρ καὶ τὸ ἴρινον οὐκ ἄχρηστον εἰς τὴν τῶν παρισθμίων χρίσιν. ξυμπιέζειν δὲ τὴν λαγόνα πρηέως ἐπὶ γαστέρα ἐκκρεμὲς προβάλλοντα τὸ παιδίον. τόδε γὰρ τὸ σχῆμα πρὸς ἔμετον Ῥήϊστον· ἢν δὲ καὶ σπᾶται ἢ διαστρέφηται τὴν κάτω γνάθον, ἢ τὼ χεῖρε καὶ τὰ σκέλεα Ῥίπτηται, καὶ ξύμπας τιταίνηταί οἱ ὢψ, τὰ γυῖα ψηλαφίῃ ξὺν λίπαϊ μαλθάσσειν , ἀπιθύνειν τε τῆς ὄψιος τὰ διάστροφα· πρηέως δὲ διακρατέειν, ὡς μὴ διαστρέφηται τὰ ἰθέα. τὰ ψυχρὰ πυριῆν ἢ πιναροῖσι ἐρίοισι ἢ παλαιοῖσι τρύχεσι· διαχρίειν τε τὴν ἕδρην μέλιτι ξὺν πηγανίνῳ ἐλαίῳ, ἢ ξὺν νίτρῳ, ἢ Ῥητίνῃ ὑγρῇ ξὺν τοῖσδε, καὶ διωθεῖν πρηέως ἔσω τῆς ἕδρης. τάδε γὰρ φυσέων ἀγωγά· φύσας δὲ διεξίουσι ἐπὶ τῆσδε τῆς νούσου παῖδες. ἢν δὲ καταπίνειν δύνωνται, διδόναι τοῦδε τοῦ φαρμάκου· καρδαμώ μου μέρος ἕν, χαλκοῦ κερ. ά. τάδε ξὺν μελικρή τῳ πιπίσκειν. ἢ γὰρ ἐξήμεσαν ξὺν τοῖσι ἐν τῷ στομάχῳ πιέζουσι, ἢ ὑπηλάθη ἡ γαστήρ. ἄριστον δὲ ἔκλευγμα καὶ τόδε·