καὶ γάρ μοί κοτε ἐκ ξυντυχίης τάδε ξυνέβη, καταπιόντος τοῦ ἀνθρώπου κατὰ γνώμην τὴν ἐμήν· ἀγαθὴ δὲ διδάσκαλος ἡ πείρη· χρὴ δὲ καὶ αὐτὸν πειρῆν· εὐλαβίη γὰρ ἀπειρίη. χρὴ δὲ καὶ τὴν κεφαλὴν μετὰ τὴν κουρὴν τὴν ἐν χρῷ, ἢν μὴ μέγα ἥδε ἀνύῃ, ξυρεῖν ἐς διαπνοήν· ἀτὰρ ἠδὲ ἐς φαρμάκω ν δριμέων χρίσιν, τοῦ διὰ τῆς λημνήστιδος, ἢ ἀδάρκην, ἢ θαψίην, ἢ σίνηπι ὑγρὸν ἐξ ὕδατος ξὺν ἄρτῳ διπλῷ ἐς τρύχνιον ἐγχρίσαντα ἐμπάσσειν τὴν κεφαλήν· φυλάξαν τα δὲ ἐς ὥρην μίην εὐκαιρίῃ σπόγγοισι θερμοῖσι πυριῆν. οὐκ ἀνωφελὲς δὲ καὶ λούειν, ἤδη πάντων μὲν, ἢ τῶν γε πλείστων καὶ καιρίων τῶν ἐς τὴν νοῦσον λελυμένων. τῆς δὲ νωθείης μενούσης, εὖτε καὶ αἰώρης χρέος, καὶ τρίψιος, καὶ πάσης προσηνοῦς κινήσιος.τοισίδε μέντοι κἢν μαρασμὸς ἔῃ, ἀρήγειν θᾶσσον ἰόντα ἐπὶ λουτρὰ καὶ κινήσιας. μαρασμοῦ μέντοι καὶ γάλα ἰητήριον, καὶ θρέψαι, καὶ ἀλεῆναι καὶ ὑγρῆναι γαστέρα, καὶ κύστιν πρηο̈́ναι· ἀτὰρ ἠδὲ κατόχοις τωὐτὰ τὰ ξυμφέροντα. ὁμοίη γὰρ καὶ ἡ ωὐτὴ τῶνδε τῶν νούσων ἡ ἰδέη. καστόριον δὲ τουτέοισι καιριώτερόν τε καὶ εὐμενέστερον πιεῖν τε καὶ χρίσασθαι καὶ ἐς τὸ ἔντερον ἐνεῖναι. τῇσι δὲ γυναιξὶ ὁκοῖα τουτέοισι ἴκελα πάθεα ἀπὸ ὑστέρης γίγνεται, ἐν τοῖσι γυναικείοσι λελέξεται.ἀποπληξίη ἰσχυρὴ μὲν εἴη, ἅπαντα γὰρ ἔασι νεκρώδεες, ἢν καὶ ὁ νουσέων γηραιὸς ᾖ, τοῖσί περ ξύνηθες τὸ πάθος. οὐ γὰρ περιγίγνονται τῷ τε μεγέθεϊ τοῦ κακοῦ καὶ τῇ τῆς ἡλικίης ξυμφορῇ. ὅκως δὲ τεκμαρτέα τὰ μεγέθεα, πρόσθεν μοι λέλεκται. ἢν δὲ νεηνίης, καὶ ἀσθενὴς ἡ ἀποπληξίη πέλῃ, ἰῆσθαι μὲν οὐ Ῥηΐδιον, πειρῆσθαι δὲ ὦν. ἰσόρροπον μὲν ὦν ἰητήριον, ὡς μεγάλῳ πάθεϊ μέγα βοήθημα, φλεβοτομίη, ἢν μή τις ἐς ἁμαρτωλὴν ἴῃ τοῦ πλήθεος δυστέκμαρτον δὲ τὸ μέτρον. ἤν τε γὰρ σμικρῷ πλέον ἀφέλῃς, προσαπέπνιξας τὸν ἄνθρωπον. ἐς γὰρ τὸ ζῆν τουτέοισι καὶ τὸ σμικρὸν αἷμα δυνατώτατον, καὶ ἡ ἀλέη τῆς ζωῆς τοῦ σκήνεος καὶ τῆς τροφῆς ἐόν· ἤν τε μεῖον τῆς αἰτίης, οὐδὲν μέγα ὤνησας διὰ μεγάλου ἄκεος· ἔτι γὰρ ἡ αἰτίη μίμνει· κρέσσον δὲ ἐς τὸ ἔλασσον ἁμαρτάνειν. ἢν γὰρ καὶ δοκέῃ μὲν ἐνδέειν, χρησταὶ δέ τινες ὑποφάσιες γίγνοιντο, αὖθις ἐπανατάμνειν τὴν φλέβα. τάμνειν δὲ τὴν ἐν τῷ κοίλῳ τοῦ ἀγκῶνος, εὔροος γὰρ ἥδε ἐν τῷ λαιῷ· ξυντεκμαίρεσθαι δὲ ἐν τῇ σμικρῇ ἀποπληξίῃ καὶ τὰ πάρετα μέρεα, εἰ ἐπʼ ἀριστερὰ, ἢ δεξιὰ, ἡ πάρεσις. ἀπὸ γὰρ τῶν ὑγιηρῶν, ὡς ἔπος εἰπεῖν, τὴν ἀφαίρεσιν χρὴ ποιέειν. τῇδε γὰρ τὸ αἷμα εὔροον· τῇδε καὶ ἡ παροχέτευσις ἀπὸ τῶν σιναρῶν. ἢν μὲν ὦν ἄνευ φανερῆς προφάσιος ἀπόπληκτοι γίγνωνται, ὧδε χρὴ συλλογί ζεσθαι ἀμφὶ τῆς ἀφαιρέσιος· ἢν δὲ ἀπὸ πληγῆς, ἢ καταφορῆς, ἢ πιέσιος ξυμβῇ, οὐ χρὴ ἀναβάλλεσθαι. μετεξετέροισι δὲ τόδε μοῦνον εἰς ἄκεσιν ἠδὲ ζωὴν ἤρκεσεν. ἢν δὲ μὴ δοκέῃ τάμνειν φλέβα, ψύξιος πολλῆς καὶ νάρκης καὶ ἀναισθήσιος ἀμφισχούσης τὸν ἄνθρωπον, ὑποκλύζειν ἐς κένωσιν τοῦ πλήθεος τῶν ἐν τοῖσι ἐντέροισι (τὰ πολλὰ γὰρ ὑπʼ ἀδηφαγίης καὶ οἰνοφλυγίης παραπλῆγες γίγνονται), καὶ εἰς τὴν ἀντίσπασιν τῶν τὴν κεφαλὴν ἀμφεχόν των χυμῶν·ἔστω δὲ τὸ κλύσμα δριμὺ, καὶ φλεγμάτων καὶ χολῆς ἀγωγὸν, ὡς μὴ νίτρον ἔχειν μοῦνον, ἀλλὰ καὶ εὐφόρβιον, ὅσον ὁλκῆς τριώβολον, ἐς τόδε ξύνηθες πλῆθος τοῦ κλύσματος, καὶ κολοκυνθίδος τὸ ἐντός, ἢ κενταυρίου τῆς κόμης ἀφεψήματος εἰς ἔλαιον, ἧ ὕδωρ. ἄριστον δὲ κλύσμα καὶ τὸ τοιόνδε· τοῦ μέλιτος τῷ ξυνήθει πήγανον ξὺν τῷ λίπαϊ ἑψηθὲν, καὶ τερμίνθου τοῦ δένδρεος τῆς Ῥητίνης, καὶ ἁλῶν ἀντὶ νίτρου, καὶ ὑσσώπου ἐψήματος. καὶ ἢν ἐκ τῶνδε μικρὸν ἀνέγρηται ὁ ἄνθρωπος, ἢ κινεόμενος τοῖσι πυρετοῖσι, ἢ αἰσθανόμενος ἀπὸ τῆς ἀναισθησίης, ἢ εὐσφυξίη γένοιτο, ἢ ὅλως τὸ πρόσωπον εὔσημον ᾖ, εὔελπιν χρὴ ἔμμεναι, ἠδʼ ἀρήγειν εὐτολμότερον. κρατύναντα ὦν μεσηγὺ τὴν δύναμιν τῆς ἱερῆς τοῦ καθαρτηρίου διδόναι νήστεϊ, μάλιστα μὲν τὸ πᾶν τῆς πόσιος· εἰ δὲ κώλυμα ἡ δύναμις ἔοι, ἐς τὸ ἥμισυ σὺν μελικρήτῳ. καὶ κινέειν αὐτὸν ἐν δίφρῳ ἐνθέντα ἀνακλίτῳ, ἀτρέμα μὲν αἰωρούντων τῶν φερόντων, διαναπαύοντα δὲ ξυνεχὲς διὰ τὸ ἄκοπον· κἢν μὲν ἡ γαστὴρ εὐρόως ὑποφέρῃ, δέχεσθαι· εἰ δὲ μὴ, ὕδωρ ἢ μελίκρητον πιπίσκειν, ὅσον κυάθους δύο· ἢν δὲ καὶ ναυτίη μὲν ἕλῃ ἐπὶ τῇσι καθάρσεσι, μὴ ἀποτρέπειν. ἥ τε ἔντασις ἐς ἐγρήγορσιν ἔχει τι ζώπυρον, καὶ ὁ τῶν φλεγμάτων ἔμετος τὴν αἰτίην τῆς νούσου ἄγει. αἰσθήσιος δὲ, καὶ κεφαλῆς, καὶ νεύρων καθαρτήριον ἡ ἱερὴ τὸ φάρμακον. ἀμφὶ μὲν ὦν κενώσιος παντοίης, τῆς ἐν ἀρχῇσι, ἅλις. ὅλον δὲ χρὴ τὸν ἄνθρωπον ἐρίοισι εἰλίξαντα καταιονεῖν λίπαϊ σικυωνίῳ, ἢ γλευκίνῳ, ἢ παλαιῷ, ἢ ἰδίῃ ἑκάστῳ, ἢ ξυμπάντεσσι συμμεμιγμένοισι· ἄριστον δὲ κηροῦ μικρὸν ἐντήκειν ἐς πάχος τῶν ἀλειφάτων· ποιέειν δὲ χρὴ δυνατωτέρην τήνδε· ἐμπάσσειν δὲ καὶ νίτρου καὶ πεπέρεος. ἔστω δὲ λεπτὰ σησθέντα κρησέρῃ· μέγα δὲ ἐς δύναμιν τῶν παρέντων καὶ τὸ καστόριον· καὶ ἄλειμμα, ξύν τινι λίπαϊ τῶν εἰρημένων, πολλὸν δὲ δυνατώτερον καὶ πιπίσκειν ξὺν μελικρή τῳ. τὸ δὲ πλῆθος ὁκόσον ἐπὶ ληθαργικῶν ἴσμεν·