ἐπεὶ δὲ καὶ θώρηκα ἐν πάσῃσι τῇσι ὀξείῃσι νούσοισι ἀκέεσθαι χρὴ, τὸν πάντη κάμνοντα, ξὺν καρδίῃ, καὶ πνεύμονι, πρώτιστα μὲν ὑπʼ ἀνάγκης τῆς ἀναπνοῆς ἄλλοτε μὲν θερμῆς, ἄλλοτε δὲ ψυχρῆς· ἔτι δὲ ὑπὸ πυρετοῦ καυσώδεος, καὶ βηχὸς, καὶ ὑγρῶν πονηρίης, καὶ νεύρων κοινωνίης, καὶ στομάχου συμφορῆς, καὶ ὑπεζωκότος τε καὶ διαφράγματος κακίης· (καρδίη γὰρ ἢν πάθῃ μέζον τι δεινὸν οὔποτε ἀκέεται)· ἐπὶ δὲ τοῖσι φρενιτι κοῖσι καὶ μάλα χρὴ τάδε μειλίσσειν. παραφορὴ μὲν γὰρ μετεξετέροισι ἔκ τινος τῶν ἐν τῷ θώρηκι· ἀναπνοὴ θερμή τε καὶ ξηρή· δίψος δριμὺ, οὐκ εὔφορον πῦρ, τῷ πάντη ἐς θώρηκα ξυρρέειν. καὶ κακίη μὲν ἀπὸ τοῦ οἰκείου θάλπεος τετραμμένου· μέζων τε καὶ δυσφορωτέρη ἡ ἀπὸ τῶν ἄλλων ἐς θώρηκα ξύνδοσις. ἄκρεα γὰρ ψυχρὰ, κεφαλὴ, πόδες τε, καὶ χεῖρες· ὕπερθεν δὲ τῶνδε ὁ θώρηξ. καὶ δέεται ὦν ἀρήγειν ὑγρασίῃ καὶ ψύξι. τέγξις μὲν ὦν ἔλαιον ξὺν χαμαιμήλῳ ἑψηθὲν ἢ νάρδῳ· θέρεος δὲ καὶ σίραιος Ἑλληνικός· ἢν δὲ καὶ ἐπιθέτοισι δέῃ χρέεσθαι, φοίνικες ἐν οἴνῳ αὐστηρῷ δευθέντες· ἔπειτα λεῖοι ἐς μᾶζαν τετριμμένοι ξὺν νάρδῳ, ἀλφίτοισι, οἰνάνθῃ, προσηνὲς θώρηκι ἐπίπλασμα· ψυκτικὸν δὲ καὶ μῆλα θλασθέντα ξὺν μαστίχῃ καὶ μελιλώτῳ. πάντα δὲ κηρῷ καὶ νάρδῳ ἀναλαμβάνειν· ἢν δὲ καὶ τὸν στόμαχον ἔχῃ νάρκη καὶ ἀποσιτίη, ἀψινθίο υχυλὸν ἢ κόμην τοισίδε ξυλλεαίνειν· καὶ τῷδε ἑψηθέντι ξὺν λίπαϊ καταιονεῖν τὸ ὑποχόνδριον. πιπίσκειν δὲ καὶ τὸ ἀπόβρεγμα ἢ χυλὸν αὐτέου πρὸ τῆς τροφῆς, ὁκόσον κυάθους δύο τοῦ ἀποβρέγματος, ἢ κύαθον πικροῦ τοῦ χυλοῦ ξὺν ὕδατος κυάθοις δύο. ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν στόμαχον, οὐκ ἀπὸ τῆς καταστάσεως τῆς νούσου, ἀλλʼ αὐτοῦ μούνου ἀπὸ χυμῶν δριμέων καὶ ἁλμυρῶν, ἢ ὑπὸ χολῆς δακνομένου , καὶ δίψεϊ αὐαινομένου, ὑδρομιγὲς γάλα δοτέον ἐν τροφῇ, ὅσον ἡμικοτύλιον τοῦ γάλακτος ἐν ὕδατος κυάθῳ ἑνί· Ῥυμφάνειν δὲ αὐτέου τὸ πλεῖστον. βραχὺ δέ τι καὶ σὺν ἄρτῳ ἀναλίσκειν.ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν ἄνθρωπον, καὶ δίψος, καὶ ἀπορίη, καὶ μανίη, καὶ ἐπιθυμίη ψυχροῦ ὕδατος, διδόναι μεῖον μὲν ἢ ὁκόσον ἐν καύσου νούσῳ ἄνευ φρενίτιδος. τῶνδε γὰρ ἀμφὶ τῶν νεύρων ὀρρωδέειν χρή. διδόναι ὦν ὁκόσον ἐς στομάχου ἄκος· ὀλίγον δὲ ἀπαρκέει· βραχυπότ αι γὰρ οἱ φρενιτι κοί. ἢν δὲ καὶ εἰς συγκοπὴν τράπωνται, γίγνεται γὰρ καὶ τόδε· τῆς μὲν δυνάμιος λυομένης, ἱδρῶτι δὲ χεομένου τοῦ ἀνθρώπου, πάντων δὲ εἰς τὸ ἐκτὸς τὴν φορὴν ποιευμένων τῶν ὑγρῶν, καὶ τοῦ τόνου λυομένου καὶ τοῦ πνεύματος, ἔς τε ἀκηδίην μὲν τῆς παραφορῆς, δέος δὲ εἰς ἀτμὸν λυθῆναι καὶ ὑγρασίην τὸν ἄνθρωπον· ἄλκαρ μοῦνόν ἐστι οἶνος, θρέψαι μὲν ὠκέως κατʼ οὐσίην, καὶ πάντη μέχρι περάτων μολεῖν· τόνῳ δὲ προσθεῖναι τόνον, καὶ πνεῦμα νεναρκωμένον ἐγεῖραι, ψῦξιν ἀλεῆναι, στῦψαι πλάδον, φερομένων ἔξω καὶ Ῥεόντων κρατῆσαι, ἡδὺς μὲν ὀσφραίνεσθαι ἐς ἡδονὴν, κραταιὸς δὲ στηρίξαι δύναμιν ἐς ζωήν· ἄριστος δὲ μειλίξαι θυμὸν ἐν παραφορῇ· τάδε μέντοι ποθεὶς ἅμα πάντα πρήσσει. θυμόν τε γὰρ πρηο̈́νονται μαλθάξι φρενῶν, καὶ ἐξ ἑωυτέων ἐς δύναμιν τρέφονται· ἀτὰρ ἠδὲ ἑωυτέοισι ἐμπνέουσι ἐς ἡδονήν. ὅταν πρόσω μὲν ἤδη πολλὸν ἥκῃ χρόνου, ὅ τε πυρετὸς νωθὴς ἔῃ, ἀτὰρ ἠδὲ ἡ παραφορὴ ἐς μώρωσιν τρέπηται· τὸ δὲ ὑποχόνδριον μὴ πολλόν τι προσβλάπτηται ἢ ὄγκῳ, ἢ φυσήσι, ἢ σκληρίῃ, κεφαλὴ δὲ τὸ πλέον ἔχῃ τῆς αἰτίης, χρὴ τολμέον τα λούειν ἠδὲ καταιον εῖν πολλόν τι τὴν κεφαλήν. ἥ τε γὰρ ἕξις ὑγρανθήσεται, καὶ ἡ κεφαλὴ διαπνευσθήσεται, καὶ τὸ ξύμπαν σκῆνος διατμισθήσεται. ὧδε γὰρ τὸ μὲν ξηρὸν ἀμβλύνεται, καὶ καθαρεύεται δὲ τῆς ὀμίχλης ἡ αἴσθησις· ἡ δὲ γνώμη εὐσταθὴς ἠδὲ ἔμπεδος μίμνει. τάδε μέντοι τῆς λύσιος τῆς νούσου γνώματα.Ληθαργικοῖσι κατάκλισις ἐν φωτὶ καὶ πρὸς αὐγήν· ζόφος γὰρ ἡ νοῦσος· ἠδὲ ἐν ἀλέῃ μᾶλλον· ψῦξις γὰρ ἔμφυτος ἡ αἰτίη. κοίτη εὐαφὴς, τοιχογραφίη, στρώματα ποικίλα, πάντα ὁκόσα περ ἐρεθιστικὰ ὄψιος, λαλιὴ, ψηλαφίη ξὺν πιέσι ποδῶν· τιλμοί· κνησμοί. ἢν βαθὺ κῶμα ἴσχῃ, ἐμβόησις, νουθεσίη ὀργίλη, δεῖμα, ἐφʼ οἷσι δειμαίνει. προσαγγελίη τῶν ὁκόσα ἐπόθεε καὶ προσεδόκεε. πάντα ἐς ἐγρήγορσιν ἐναντίως τοῖσι φρενιτι κοῖσι. ἀμφὶ δὲ καὶ κενώσιος ληθαργι κῶν τάδε χρὴ γινώσκειν. ἢν μὲν ἐξ ἑτέρης νούσου, ὁκοῖόν τι φρενίτιδος , διαδέξηται ἡ λήθη, φλέβα μὲν μὴ τάμνειν, μηδὲ ἀθρόον ποθὲν κενοῦν αἷμα. ὑποκλύζειν δὲ τὴν κοιλίην, μὴ τοῦ κοπρώδεος εἵνεκε μοῦνον, ἀλλʼ ὅκως τι καὶ ἄνωθεν ἀντισπασθῇ, καὶ ἀπὸ τῆς κεφαλῆς ὀχετευθῇ. πλέον οὖν ἔστω ἁλῶν τε καὶ νίτρου. ἄριστον δὲ τῷ κλύσματι εἰ καστόριον ἐμπάσσοις· ψυχρὸν γὰρ τὸ κάτω ἔντερον ληθαργι κοῖσι καὶ πρὸς ἔκκρισιν νεκρῶδες. ἢν δὲ μὴ ἐκ διαδέξιος νούσου, ἀλλʼ ἑωυτέου ἄρχηται ὁ λήθαργος, καὶ δοκέῃ πεπλῆσθαι ὁ νουσέων, ἢν μὲν αἵματος, φλέβα τὴν ἐπʼ ἀγκῶνι τάμνειν· ἢν δὲ φλέγματος ὑδατώδεος εἴτε ἄλλων χυμῶν, καθαίρειν χρὴ κνεώρῳ σὺν τῇ πτισάνῃ, ἢ ἐλλεβόρῳ μέλανι ξὺν μελικρή τῳ, πρὸς τῇσι ἀρχῇσι, ἢν μετρίως βούλῃ· ἢν δὲ μεζόνως, τοῦ φαρμάκου τῆς ἱερῆς καλευμένης νήστι διδόναι ὁλκῆσβʼ, ξὺν μελικρήτου κυάθοις τρισὶ, καὶ περιμείναν τα καθήρασθαι, τότε διδόναι σιτία, ἢν καιρὸς ᾖ· ἢν δὲ μὴ, εἰς τὴν ἐπιοῦσαν ἡμέρην ἡ τροφή· εὐκαιρίη δέ κοτε καὶ ἐν ἑσπέρῃ γίγνεται τῆς ἱερῆς ὁλκῆς ͵α′ ὕδατι ἢ μελικρή τῳ λυομένης, κυάθοις δύο. ἀτροφίη κακὸν, κακὸν δὲ καὶ πολυτροφίη. χρὴ ὦν ὀλιγοσιτίῃ χρέεσθαι ἐς ἑκάστην ἡμέρην· ἀθρόον δὲ μὴ ἀσιτεῖν· ὑπομνήσιός τε γὰρ ἠδʼ ἀλέης τῷ στομάχῳ χρέος ἀνὰ πᾶσαν τὴν ἡμέρην. ἀτὰρ καὶ ἡ τροφὴ ἔστω λεπτύνουσα καὶ διαχωρητικὴ ἐν ζωμοῖσι μᾶλλον ἢ ὀπτοῖσι ἀλεκτορίδι , κεγχρίδι. λινόζωστις δὲ ξυνεψείσθω καὶ ὄξος παραχεέσθω.