ἢν δὲ καὶ τὴν γνώμην παρακινέωνται, καὶ τὴν φθέγξιν ἐξαλλάσσωνται, ἑρπύλου κόμης ἐνεψητέον ἐν τοῖσι ἐλαίοισι, ἢ κισσοῦ χυλὸν, ἢ πολυγόνου παραχυτέον· ἢν δʼ ἐπὶ μᾶλλον ἡ παραφορὴ ἐξάπτηται, καὶ πευκέδανον καὶ σπονδύλιον τοῖσι ἐλαίοισι ἐνεψεῖν, καὶ ὄξους παραχεῖν. ἀτμῶν γὰρ τάδε καὶ θέρμης διαπνευστικὰ, καὶ παχέων χυμῶν διαλυτικὰ, ἃ τῆς παραφορῆς ξυναίτια. πεφυλάχθαι δὲ χρὴ τάδε, ὡς μὴ ἐς τὸν αὐχένα καὶ τοὺς τένοντας ἡ τέγξις ἥκῃ. πολεμίη γὰρ τένουσι καὶ νευροῖσι. καιρὸς δὲ πᾶς τέγξιος, πλὴν τῆς ἐσβολῆς τοῦ παροξυσμοῦ· ἀραιοτέρη δὲ ἐν τῇ ἀναβάσι· πάντων δὲ μάλιστα ἐν ἀκμῇ· ᾗ δʼ ἂν ἐκμαίνωνται, τῇδε μάλιστα τέγγειν ψυχρῷ, καὶ ψυχομέν ῳ ἐπὶ μᾶλλον θέρεος ὥρῃ· χειμῶνος δὲ χλιαρῷ. εἰς δὲ τὸ πρηο̈́νειν τὴν παραφορὴν, ὀξυκρήτῳ, ἢ κονύζης ἑψήματι, καὶ σπογγιῇ τὰ πρόσωπα πυριῆν· ἔπειτα χρίειν οἰνανθίνῳ, ἢ κροκίνῳ λίπαϊ, καὶ τὰς Ῥῖνας καὶ τὰ ὦτα τοισίδε διαχρίειν. τάδε μέντοι καὶ ὕπνου ἀγωγά. ἢν γὰρ πάννυχοι μὲν ἐγρήσσωσι, μηδὲ διʼ ἡμέρης εὕδωσι, ἀτενέες δὲ τὸ ξύμπαν ὀφθαλμοὶ, ὁκοῖόντι κέρας ἑστήκωσι, βληστρίζωνται δὲ καὶ ἐξανιστῶνται, ὕπνον αὐτέοισι καὶ ἠρεμίην μηχανέεσθαι, πρώτιστα μὲν διὰ τῶν τῆς κεφαλῆς τεγξίων, Ῥοδίνου ἀκρήτου, ἢ ἀμαρακίνου ξὺν χυλῷ κισσοῦ, ἢ ἑρπύλου, ἢ καὶ μελιλώτου ἐναφεψή ματι. ἐπὶ μᾶλλον δὲ ὑπνωτικὸν μήκων ἀφεψηθεῖσα ἐν λίπαϊ, ἔς τε τὸ τῆς κεφαλῆς βρέγμα, ἢ ὕδατι ἐς τὸ πρόσωπον ξὺν σπογγιῇ· ὑποτιθέναι δὲ χρὴ καὶ αὐτὰς ὅλας, εἰ εἶεν νεοδρεπεῖς, χλωρὰς τοῖσι ὑποκεφαλαίοισι. παχύνει γὰρ καὶ ὑγραίνει τὸ πνεῦμα ξηρόν τε καὶ λεπτὸν ἐὸν, και ὀμίχλην τῇσι αἰσθήσεσι παρέχει· βαρὺ δὲ καὶ νωθὲς ὀμίχλη, ἥπερ ὕπνου ἀρχή· ἢν δὲ μεζόνων δέωνται, καὶ αὐτὸ τὸ μηκώνειον ἐς τὰ μέτωπα ξὺν ὕδατι χρίειν· ἠδὲ ὑπαλείφειν τὰς Ῥῖνας καὶ ἐς τὰ ὦτα ἐγχέειν· ψηλαφίη ποδῶν εὐαφὴς ξὺν λίπαϊ, ψαῦσις τῆς κεφαλῆς, ἀνυτικὸν δὲ καὶ κνῆσις μάλιστα κροτάφων τε καὶ ὤτων.καὶ γὰρ καὶ τὰ θηρία ἐς ἀνάπαυλαν ὀργῆς τε καὶ θυμοῦ κνήσι ὤτων τε καὶ κροτάφων δαμνῶνται. ὕπνου δὲ ἀγωγὰ ἑκάστου καὶ τὰ ξυνήθεα· ναυτίλῳ μὲν, ἡ ἐν ἀκάτῳ κατάκλισις , καὶ ἐν θαλάσσῃ περιφορὴ, καὶ αἰγιαλῶν ἦχος, καὶ κυμάτων κτύπος, ἀνέμων τε βόμβος, καὶ θαλάσσης καὶ νηὸς ὀδμή· μουσικῷ δὲ ἔτι, ἐθισμὸς αὐλῶν ἐφʼ ἡσυχίῃ, ἢ ψαλμὸς λύρης, ἢ πηκτίδος, ἢ μελέτη παίδων σὺν ᾠδῇ· διδασκάλῳ δὲ, νηπιάχων μύθων προσομιλίη. ἄλλοισι δʼ ἄλλα ὕπνου θελκτήρια. τοῖσι δὲ ὑποχονδρίοισι καὶ τῇ κοιλίῃ ἐμβρέγματα , καὶ ἐπιπλάσματα, ἢν φλεγμονῇ καὶ σκληρίῃ ἐπαίρηται καὶ φύσῃ, ἔλαιον δρυπετοῦς ἐλαίης ἐμβάλλειν. παχὺ γὰρ καὶ γλίσχρον καὶ ἀλεαῖνον. τόδε ὦν χρέος ἐν φλεγμασίῃ. ἐνηψήσθω δὲ ἐν αὐτῇ ἄνηθον, κόνυζα· ἀγαθὸν δὲ ὁμοῦ τὰ πάντα· ἢν δὲ καὶ φύση ἐνῇ, κυμίνου καὶ σελίνου τῶν καρπῶν ἠδὲ ὁκόσα οὔρων καὶ φυσέων ἀγωγά· καὶ νίτρον ἐνσείσαντα ἐμπάσσειν. ἢν δὲ τὸ ἧπαρ τὴν πεῖσιν καὶ τὴν ὀδύνην ἴσχῃ, ἔρια μὲν ἔστω οἰσύπῳ πιναρὰ ἀπὸ τῆς ὄϊος· ἔλαιον δὲ τὸ ἀπὸ τῆς ὄμφακος, ἢ Ῥόδινον· μίσγειν δὲ χρὴ σίραιον Ἑλληνικὸν, ἢ Κρῆτα, καὶ ἐνεψεῖν μελίλωτον, μίξαντά τε ἐς ἕνα χυλὸν τὰ πάντα καταιονεῖν τὸ ἧπαρ· σπληνὶ δὲ τὸ ἔλαιον σὺν ὄξεϊ ἔστω, ἢ εἰ μέζων ἢ πρὶν δοκέοι, ὀξύκρητον, καὶ ἀντὶ ἐρίων σπογγιὴ ἁπαλή. μάλα γὰρ τοῖσδε ὁ σπλὴν χαίρει τε καὶ πρηο̈́νεται. ἢν δὲ τὰ ὑποχόνδρια εἴσω ᾖ, ἠδὲ ἄνω εἰρύηται, καὶ τὸ δέρμα περιτείνηται, ἄριστον μὲν ἀντὶ τοῦ λίπαος, ἢ ξὺν αὐτέῳ, παχὺ πικέριον ἶσον. κόνυζα δὲ ἔστω καὶ λιβανωτὶς τὰ ἐνεψήμα τα· καὶ ἄνηθον οὐκ ἀτερπές. ἢν δὲ ἐπιπλάσσειν εὐκαιρίη ἔῃ, τοῖσι μὲν ἐλαίοισι τοῖσι αὐτέοισι χρέεσθαι ἐπὶ τοῖσι ὁμοίοισι· ὕλη δὲ λίνου σπέρμα, καὶ τῆλις, καὶ ἄλητον κριθῆς λεπτόν· ἀγαθὸν δὲ καὶ κύαμος, καὶ ὄροβος, ἢν ἐξοιδαίνῃ ἡ γαστήρ. κέγχρος δὲ φωχθεῖσα ἐν μαρσύποισι πυρίημα κοῦφον καὶ μαλθακόν·ἀληλεσμένη δὲ καὶ ξὺν μέλιτι, καὶ ἐλαίῳ, καὶ λίνου σπέρματι ὑποχονδρίοισι ἐπίπλασμα ἀγαθόν. ἄνθη δὲ καὶ βοτάναι καὶ σπέρματα, ἅσσα μοι ἐν τοῖσι ἐμβρέγμασι λέλεκται, καὶ ἐν τοῖσι ἐπιπλάσμασι ἔστω τὰ ωὐτά· μέλι δὲ καὶ σὺν αὐτέοισι μὲν ἀγαθὸν ἐς σύστασιν τῶν ξηρῶν, καὶ ἐς μῖξιν τῶν αὐχμηρῶν, καὶ ὡς ἡ θέρμη ἐς πολλὸν διαρκέῃ· ἀγαθὸν δὲ καὶ αὐτὸ μοῦνον, καὶ ἐπίπλασμα ἡμίεφθον, καὶ ἔμβρεγμα ξύν τινι τῶν ὑγρῶν λυθὲν, μαλθάξαι, ἀλεῆναι, φυσέων καὶ οὔρων ἀγωγὸν, πρηῦναι πρήσιας· τάδε γὰρ καὶ μελίκρη τον ποιέεει ποθὲν, καὶ τουτέων πλέονα καὶ κρέσσονα, εἴσω παρελθὸν ἀρτηρίῃ, καὶ πνεύμονι, καὶ θώρηκι, καὶ κοιλίῃ. ξυνεχέως δὲ τὴν κοιλίην ἐρεθίζειν βαλάνοισι, ἢ διαχρίστοισι, (ἐπιξηραίνονται γὰρ πολλὰ), ἔς τε τὴν ὁλκὴν τῶν ἀπὸ τῆς κεφαλῆς, ἀτὰρ ἠδὲ ἐς διαπνοὴν τῶν ἐν τῷ θώρηκι ἀτμῶν, καὶ ἔκκρισιν τῶν ἐν τῇ κοιλίῃ. ἢν δὲ καὶ πολλῶν ἡμερῶν ἡ γαστὴρ ἐπίσχηται, κλύζειν χρὴ μελικρή τῳ, καὶ ἐλαίῳ, καὶ νίτρῳ. ἢν δὲ μὴ ἀξίως ὑποκαταστῶσι αἱ τῆς φλεγμονῆς πρηδόνες, σικύην θέντα, ἐντάμνειν, ἔνθα ἂν ἡ φλεγμονὴ κραίνῃ καὶ μέζων ἔῃ· μίην δὲ ἢ δευτέρην, ὅκως ἂν τά τε φλεγμαίνοντα σημαίνῃ καὶ ἡ δύναμις κελεύῃ, ἀτὰρ καὶ τὸ πλῆθος τοῦ αἵματος τοισίδε τεκμαρτέον· ἀμετρίη γὰρ συγκοπῆς αἰτίη. ἐς μὲν ὦν ἡμέρην μίην ἢ δευτέρην τέγξις ἡ ωὐτὴ, ἐς δὲ τὴν τρίτην κηρωτὴ σύν τινι λίπαϊ τῶν ἐμβρεγμάτων. ἔπειτα ἐπιθήματα, ἐν φλεγμασίῃ μὲν ἢν ἐπεῶσι, ὕσσωπος , τῆλις ἑφθὴ ἐν μελικρήτῳ, τερμίνθου τοῦ φυτοῦ Ῥητίνη, κηρός· τὰ δὲ ἔλαια ἐπὶ τοῖσι αὐτέοισι τὰ ωὐτά. ἢν δὲ μὴ τουτέοισι ἐπανίῃ μηδὲν ἡ παραφορὴ, κουρῆς τῆς κεφαλῆς χρέος, ἢν μὲν μήκισται εἶεν αἱ κόμαι, τὰ πρώτιστα ἐς ἥμισυ· εἰ δὲ βραχύτεραι , ἐν χρῷ· ἔπειτα μεσηγὺ ἀναλαβόντα τὴν δύναμιν, σικύην κατὰ τῆς κορυφῆς προσβάλλει ν ἠδὲ ἀφαιρέειν αἷμα· κούφη δὲ προτέρη ἐς τὰ μετάφρενα κεκολλήσθω.