ἢν δὲ φλέγμα κολλῶδες ἔῃ καὶ γλίσχρον, ἐς τὰ ὠὰ ἔλαιον ἔγχέειν καὶ Ῥητίνης τῆς ξηρῆς τῆς ἀπὸ πίτυος ἐμπάσσειν, ὅκως τὸ θεῖον κρέσσον ἔῃ, καὶ τῆς ἀπὸ τερμίνθου δὲ τήξαντα· καὶ πέπερι ὀνηϊστὸν καὶ ἐν ὠοῖς καὶ ἐν πτισάνῃ καὶ ἅπασι τοῖσι ἐδέσμασι καὶ ὁκόσα πεπέρεϊ ξυνῳδά· κρεῶν ἀκρόποδες ἐν χυλοῖσι τακεροὶ, πέλειαι , ἀλεκτορίδες ἑφθαί· συῶν ἐγκέφαλοι, ὀπτοὶ μὲν σὺν τῷ ἐπιπλόῳ· ἄνευ δὲ τουτέου ἄκνισοι. ἢν δὲ ἄκερχνος ἔῃ, δοτέον καὶ θαλασσίων, ἢ πετραίων ὅ τι ἂν ἄριστον ἡ χώρη φέρῃ. ὡς δὲ μὴ ἁμαρτάνῃ ἐπιθυμίῃ, μηδὲ σμήχηται ἐν τῇ λεπτῇ διαίτῃ ὁ νοσέων, χαρίζεσθαι ὀπώρης, μήλων ἑφθῶν ἐν ὕδατι ἢ μελικρή τῳ, ἢ στέατι ὀπτῶν — ἀφαιρέειν δὲ χρὴ τοῦ λέπους καὶ τῶν ἐντὸς τρηχέων ξὺν τοῖσι σπέρμασι· — ἐφʼ ὥρης δὲ καὶ σύκων. ἀτὰρ καὶ τῆς ἄλλης δοτέον, ὁκόσον ἂν ᾖ ἀβλαβὴς ἡ ὀπώρη, ἀλλὰ καὶ ὀνηϊστός. ἀμφὶ μὲν ὦν τροφῆς τάδε. ἐπὶ δὲ τῷ πλευρῷ κέεσθαι χρὴ ἔρια θυμιηθέντα θείῳ, λίπαϊ δεδευμένα, ἔνθα ἄνηθον ἕψηται, ἢ πήγανον. ξυνεχὲς δὲ τουτέοισι τὸ πλευρὸν καταιον εῖν, ἠδὲ ἐπιπλάττε ιν πρὸ τῆς προσάρσιος· πρὸς τοῖσι ξυνήθεσι πλάσμασι, μελίλωτον ἑψηθὲν ξὺν μελικρήτῳ, ξυμμίσγοντα μήκωνος τῆς σαρκὸς ἐνηψημένης , καὶ μάννης ἄλητον ἐμπάσσειν· ἢν δὲ ὑγροτέρη ᾖ ἀναγωγὴ καὶ πολλὴ, αἴρης ἄλητον ἢ ἐρυσίμου ξυμμίσγειν καὶ νίτρον ἐμπάσσειν· ἢν δὲ μῆκος ἤδη τῆς νούσου γίγνηται, καὶ τῆς ὀδύνης ἐγκεομένης, καὶ ὑγρῆς καθάρσιος γιγνομένης , ἔμπυον μὲν ἐλπὶς τὸν ἄνθρωπον ἔσεσθαι· σίνηπι δὲ ξυμμίσγειν καὶ κάγχρυ τοῖσι ἐπιπλάσμασι. ἢν δὲ καὶ ψυχρῶν τῶν τόπων εἴσωθεν τοῖσι κάμνουσι αἴσθησις γίγνηται, ὄξος παραχέειν. χρὴ δὲ ἐνεργὸν ποιέεσθαι, ἐς πολλὸν τὴν θερμασίην τῶν ἐπιπλασμάτων διαρκέειν. κρέσσων γὰρ ἤδη καὶ ἡ θέρμη τῆς τῶν ἐπιπλασμά των νεωχμώσιος ἔστωσαν ὦν θάλψιες ἐν κυρβασίῃσι διὰ ἁλῶν, ἢ κέγχρου, ἢ λίπαος θερμοῦ ἐν κυστεσι. κοῦφον δὲ ἔστω πᾶν μηχάνημα πυρίης, ὡς μὴ τὰ ἄχθεα πρὸς τῷ πόνῳ πόνον ἐνδιδῷ.τοῖσδε μέντοι καὶ ἐπὶ τῇ τροφῇ χρέεσθαι, ἢν ξυνεπείγ ῃ τὸ ἄλγος. ἤδη δὲ ἐπὶ τοῖσδε καὶ σικύης καιρὸς γένοιτο· ἄριστος δὲ ὁ μετὰ ἑβδόμην, πρόσθεν δὲ μὴ ξυνεπειχθείης. οὐ γὰρ εὐήθεες αἱ νοῦσοι, ὁκόσαι πρὸ ἑβδόμης ἁπαιτέου σι σικύην. ἔστω δὲ μεγάλη, εὐρεῖα πάντη, ἀμφισχε ῖν τὸ ἀλγέον χωρίον ἱκανή. οὐ γὰρ εἴσω ἐνδιδοῖ τὸ ἄλγος, ἀλλʼ εἰς εὖρος κέχυται. ἔστω δὲ καὶ ἡ ὑπὸ τῇ σικύῃ φλὸξ πολλὴ, ὡς μὴ μοῦνον ἑλκύσαι, ἀλλὰ καὶ ἀλεῆναι πρὸ τῆς ἀποσβέσι ος τοῦ πυρός· καὶ μετὰ τὴν ἀπόσβεσι ν ἀποσχάσα ντ α ἀφαιρέε ιν αἷμα, ὁκόσον ἂν ἡ δύναμις παρείη. πολλὸν δὲ ἔστω πλέον ἢ εἰ ἀπʼ ἄλλης προφάσιο ς ἀπὸ τῶν ὑποχονδρ ίω ν ἀφαιρέο ις αἷμα. ἐπιδηλοτ άτ η γὰρ ἐπὶ τῶν πλευριτι κῶ ν ἡ ἀπὸ σικύης ὠφελείη· ἅλες δὲ ἢ νίτρον ἐπὶ τοῖσι σχάσεσι, δηκτικὸν μὲν καὶ ἀλγεινὸν, ὑγιεινὸν δέ. ἀλλὰ ξυντεκμαίρεσθαι τὰς δυνάμιας καὶ τοῦ ἀνθρώπου τὸν τρόπον. ἢν γὰρ ἀλκήεις τὴν ψυχὴν καὶ καρτερὸς ἔῃ, ἐμπάσσειν τῶν ἁλῶν, μὴ αὐτοῖσι τοῖσι ἕλκεσι ὡς αὐτέων ψαύειν, τῇ δὲ ὀθόνῃ ἐπιπάσσειν δεδευμέ νῃ τῷ λίπαϊ, ἠδὲ ἐπιπετάζειν τῷ χωρίῳ. οἱ γὰρ ἐκ τῆς συντήξιος ἰχῶρες τῶν ἁλῶν εἰσι ἀδηκτότεροι. πολλὸν δὲ τοῦ λίπαος καταιονεῖν χρὴ, ὅκως τῷ προσηνέϊ τοῦδε ἀμβλύνῃ τὸ ἄλγος τῆς δήξιος. δευτέρῃ δὲ ἡμέρῃ ἄριστον τὴν σικύην προσβάλλειν, ὡς ἐκ τῶν τρωμάτων ἕλκηταί τις λεπτὸς ἰχώρ. τόδε πολλὸν μὲν τῆς ἐπίπροσθεν σικύης ἀνυσιμώτερον, πολλὸν δὲ τῆς δυνάμιος φυλακτικώτερον. οὐ γὰρ αἷμα, ἡ τροφὴ, ἀλλὰ ἰχὼρ ἐκρέει. καὶ τόδε μέντοι προευκρινήσας ἀμφὶ τῆς δυνάμιος πρήσσειν. τῇ τρίτῃ δὲ κηρωτὴν ξὺν τῷ κυπρίνῳ καὶ πηγάνῳ τιθέναι. ἢν δὲ ἔτι καθάρσιος τὰ πτύαλα δέηται, τοῖσι κηρώμασι Ῥητίνης ξυντήκειν, ἢ τοῦ θείου τοῦ ἀπύρου ξυμμίσγειν· καὶ αὖθις πυρίην τὸ χωρίον ἔχειν· ὡς τρόπος δὲ σικύης· ἔχειν ὦν χρὴ κεραμεο ῦν κοῦφον ἁρμόζον τῇ πλευρῇ, εὐρὺ, ἤ τι χάλκεον, πρηνὲς ἐπὶ τὰ χείλεα ἀμφιθεῖ ναι τοῖσι ἀλγέουσι·ὑποτιθέναι δὲ φλόγα μεγάλην ξὺν λίπαϊ, ὅκως ζῶσα ἐς πολλὸν διαρκέῃ χρόνον· μὴ περισφίγγειν δὲ τὰ χείλεα πρὸς τῇ σαρκὶ, ἀλλʼ ἐς διαπνοὴν διαδοχή τις ἔστω ὡς μὴ διασβεσθέῃ τῇ πνιγί· ἐς πολλὸν δὲ ἐξάπτεσθαι ἔνι· ἡ γὰρ ἔνδον ἐκείνου θέρμη, ἄριστον μὲν πυρίημα, ἀγαθὴ δὲ πρόκλησις ἱδρώτων. χρὴ δὲ μηδὲ τὴν κάτω ἰητρείην ὑπερορῆν, ἀνδράσι μὲν ἐς τὸ ἔντερον πηγάνινον ἔλαιον ἐγχέοντα, γυναιξὶ δὲ καὶ ἐς ὑστέρην· διηνεκέα δὲ τὰ πινόμενα καὶ κατάποτα ἔστω, μελίκρη τον ξὺν τῷ πηγάνῳ, καὶ χυλῷ πτισάνης, ἢν ξυνεχὲς βήσσῃ, ὡς ἐν τροφῇ φάρμακον· ἢν δὲ μὴ τροφῆς καιρὸς ἔῃ, ἔστω δή τι καὶ τῶν ποικίλων· πινέριον ξὺν μέλιτι ἑψηθὲν ἐς σύστασιν. τὰς δὲ χρὴ σφαίρας μέγεθος ὅσον κυάμου στρογγύλας οὔσας διδόναι ὑπὸ τὴν γλῶτταν ἔχειν, διαφέροντα τῇδε κἀκεῖσε, ὡς μὴ κατάποτον, ἀλλὰ τηκτὸν ἔῃ· προσηνὲς δὲ καὶ τὸ διὰ τῆς μήκωνος ξὺν μέλιτι καὶ μελιλώτῳ φάρμακον λεῖον καὶ ὑπνικόν. τάδε μέντοι καὶ πρὸ τῆς ἄρσιος, καὶ ἐπʼ αὐτέῃ, καὶ ἐπὶ τῷ ὕπνῳ διδόναι· ἀσίτῳ δὲ τὰ φαρμακώ δεα , κνίδης καὶ λὶνου τοῦ σπέρματος, καὶ ἀμύλου, καὶ κώνου τοῦ κοκκάλου λείου, ἑκάστου κύαθον· καὶ ἀμύγδάλων τῶν πικρῶν πέντε καὶ εἴκοσι τὸν ἀριθμόν· τόσοι δὲ καὶ πεπέριος κόκκοι. φωχθέντα δὲ χρὴ λεῖα μέλιτι ἐς ἂν ἔκλειγμα φυρῆν· τῶν δόσις μυστίλημίη· ἢν δὲ ὑγρὰ καὶ ἄπεπτα ἀνάγῃ, σμύρνης ὁλκῆς͵ δύο, κρόκου μίη, πεπέριος κόκκοι δεκαπέντε, μέλιτος φυρῆναι λίτρᾳ μίῃ. τόδε μέντοι ἤδη τὸ φάρμακον καὶ πρὸ τῆς ἄρσιος δοτέον, μυστίλης ἥμισυ. ἀγαθὸν τόδε ἐπὶ τοῖσι χρονίζουσι , εὖτε καὶ ὀξύμελι διδόναι χρὴ, ἢν δύσπνοια ξυνεπείγῃ. ψυχρὸν δὲ ὕδωρ ὁκόσοι τῶν ἰητρῶν τοῖσι πλευριτι κοῖσι ἔδοσαν, οὔτε ὁκοίῳ λόγῳ ξυμβαλέειν ἔχω, οὔτε τῇ πείρῃ πιστώσασθαι.