ὀξεῶν νούσων ἄκεα ξυναφέα τῇσι σημηΐων ἰδέῃσι, ἀμφὶ ὧν τοῖς ξυγγράμμασι, ἄσσα μοι πρόσθεν γεγράφαται. ὁκόσα μὲν ὦν ἐν πυρετῶν θεραπείῃ γίγνεται κατά τε τὴν τούτων διαφορὴν, καὶ κατὰ τὴν τῶν νοσημάτων ἰδέην, καὶ τὴν ἐν αὐτοῖς ποικιλίην, τουτέων τὰ πλείω ἐν τοῖσι ἀμφὶ πυρετῶν λόγοισι λελέξεται· ὁκόσα δὲ ξὺν πυρετοῖσι ὀξέα γίγνεται πάθεα, ὁκοῖον ἡ φρενῖτις, ἢ ἄνευθε πυρετῶν, ὁκοῖον ἀποπληξίη, ἀμφὶ τῶνδε μοῦνον τὰ ἄκεα φράσω· ὡς δὲ μὴ διαμαρτάνειν, μηδὲ μακρηγορέειν, ἕτερα ἐν ἑτέροισι γράφοντα, ἀρχὴ ἡ ωὐτὴ ἣ καὶ ἀμφὶ τῶν παθέων, καὶ τελευτὴ ἡ ωὐτή.Κατακεκ λίσθαι χρὴ τὸν νοσέοντα ἐν οἴκῳ εὐμέτρῳ, εὐκρήτῳ, χειμῶνος μὲν ἐν ἀλέῃ, θέρεος δὲ ἐν ψύχεϊ νοτερῷ· ἔαρος δὲ καὶ φθινοπώρου πρὸς τὰς ὥρας τεκμαίρεσθαι. ἔπειτα ἡσυχίην ἄγειν κελεύειν καὶ αὐτὸν νοσέοντα καὶ τοὺς ἐπὶ τῆς οἰκίης ἅπαντας· ὀξυήκοοι γὰρ ἠδὲ ψόφου καθαπτόμενοι φρενιτι κοί· ἀτὰρ ὑπὸ τῶνδε μαίνονται. τοῖχοιλεῖοι, ὁμαλοὶ, μηδʼ ὑπερίσχοντες, μηδὲ ἄχναις μηδὲ γραφῇσι εὔκοσμοι· ἐρεθιστικὸν γὰρ τοιχογραφίη. καὶ γὰρ πρὸ τῶν ὀφθαλμῶν ἀμφαιρέουσί τινα ψευδέα ἰνδάλματα, καὶ τὰ μὴ ἐξίσχοντα ἀμφαφόωσι ὡς ὑπερίσχοντα· καὶ πᾶσα πρόφασις ἀναιτίη πρόκλησις χειρῶν φορῆς. κλίνης μῆκος καὶ πλάτος σύμμετρον, ὡς μήτε βληστρίζεσθαι ἐν τῇ πλατείῃ, μήτε ἀπὸ τῆς στενῆς ἐκπίπτειν κοίτης. ἐν ψιλοῖσι τοῖσι τοῖσι στρώμασι, ὡς μὴ κροκυδίζειν ὑπόμνησις ἔοι. ἀτὰρ ἠδὲ ἐν μαλθακοῖσι , ἀστεργὴς γὰρ τοῖσι νεύροισι ἡ σκληρὴ κοίτη. οὐχ ἥκιστα δὲ τῶν ἄλλων τοῖσι φρενιτι κοῖσι τὰ νεῦρα πονέει, μάλα γάρ τοι σπῶνται φρενιτι κοί. εἴσοδοι τῶν φιλτάτων· μῦθοι καὶ λαλιὴ μὴ θυμοδακεῖς· πάντα γὰρ εὐθυμέεσθαι χρὴ, μάλιστα τοῖσι ἐς ὀργὴν ἡ παραφορή· κατάκλισις ἢ ἐν ζόφῳ, ἢ ἐν φωτὶ πρὸς τὸ νόσημα τεκμαρτέη. ἢν γὰρ πρὸς τὴν αὐγὴν ἀγριαίνωσι , καὶ ὁρέωσι τὰ μὴ ὄντα, καὶ τὰ μὴ ὑπεόντα φαντάζωνται, ἢ ἀνθʼ ἑτέρων ἕτερα γιγνώσκωσι , ἢ ξένα ἰνδάλμα τα προβάλλωνται, καὶ τὸ ξύνολον τὴν αὐγὴν ἢ τὰ ἐν αὐγῇ δεδίττωνται, ζόφον αἱρέεσθαι χρή· ἢν δὲ μὴ, τοὐναντίον. ἀγαθὸν δὲ πρὸς αὐγὴν σωφρονέειν τε καὶ πρηο̈́νεσθαι τὴν παραφορήν. ἀσιτίη μὴ μακρή· σιτία δὲ ὑγρότερα καὶ βραχύτερα καὶ συνεχῆ. μειλίγματα γὰρ θυμοῦ σιτία· εὐκαιρίη δὲ ἐν τῇσι ἐπανέσεσι ἀμφοῖν, καὶ πυρετοῦ καὶ παραφορῆς. ἢν δὲ ὑπʼ ἀσιτίης ἐκμαίνωνται, καὶ ἢν μὴ παρήκῃ ὁ πυρετὸς, διδόναι μὴ μεγάλα ἐπὶ πυρετῷ βλάπτοντα. ἀγαθὸν δὲ ξυμφωνέειν καὶ τὸν πυρετὸν, καὶ τὴν παραφορὴν, ἔς τε τοὺς παροξυσμοὺς καὶ τὰς ἐπανέσιας.ἢν ὦν ἥκῃ ὁ καιρὸς ἐς θρέψιν, πρώτιστα σκεπτέον εἰ χρὴ ἀφαιρέειν αἷμα. ἢν μὲν ὦν ἡ παραφορὴ ξὺν πυρετῷ ἀρχῆθεν εἰσβάλλῃ τῆς πρώτης ἢ δευτέρης ἡμέρης, τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι, μάλιστα τὴν μέσην· ἀτὰρ καὶ ἢν ἐς τρίτην ἢ τετάρτην ἡμέρην ἡ παραφορὴ ἥκῃ, μέσφι τῆς πρώτης τῶν κρισίμων περιόδου τάμνειν· εἰ δὲ προσωτέρω τοῦ δέοντος χρόνου ἑκταίῳ ἐόντι ἢ ἑβδομαίῳ, ἐῆν, πολλὸν πρὸ τῶν κρισίων ἐν τοῖσι ὀξέσι κενοῦν χρὴ, ἢ φαρμακεύειν, ἢ τοῖσι ἄλλοισι ἐρεθισμοῖσι χρέεσθαι. ἀτὰρ καὶ φλέβα τάμνων μὴ πολλὸν ἀφαιρέειν, κἢν ἐν ἀρχῇ τάμνῃς. φρενῖτις γὰρ εὔτρεπτον ἐς συγκοπὴν κακόν· ἢν δὲ πολυπληθὴς ὁ νοσέων ἔῃ, καὶ νεηνίης, καὶ ἐξ ἀδηφαγίης καὶ οἰνοφλυγίης, — οἵδε οὐ τῆς φρενίτιδος ἔασι οἱ λογισμοὶ, — ἀλλὰ καὶ ἄνευ παραφορῆς πολλὸν τουτέων ἀφαιρέειν αἷμα· πολλὸν δὲ μεῖον ἀφαιρέειν, ἢν οἵδε ἔωσι οἱ φρενιτικοί· τάμνειν δὲ φλέβα τουτέων εὐτολμότερον, ἢν ἐξ ὑποχονδρίων καὶ μὴ ἀπὸ κεφαλῆς ἡ νοῦσος ᾖ. ἐνθάδε γὰρ τῆς ζωῆς ἐστι ἡ ἀρχή· κεφαλὴ δὲ χῶρος μὲν αἰσθήσιος καὶ νεύρων ἀφέσιος· αἷμα δὲ παρὰ καρδίης ἕλκει μᾶλλον ἢ ἄλλοισι διδοῖ. ἢν ὦν πεπόνθῃ ἥδε, οὐ χρὴ τὴν ἐπʼ ἀγκῶνι τάμνειν φλέβα. τάδε γὰρ πάθεα κενεαγγέειν ἐφʼ οἷσι ἡ βλάβη οὐ σμικρή. κἢν μὲν ἡ δύναμις ἀντέχῃ εἰς τὸ ἱκανὸν τῆς κενώσιος, ἅπαξ ἀφαιρέειν, ὅκως μὴ ἐν τῇ διαστάσι τῆς ἐπαφαιρέσιος διολλύηται τῆς τροφῆς ἡ ἐγκαιρίη. ξυνεχέες γὰρ τοῖσι φρενιτι κοῖσι οἱ πυρετοὶ, καὶ οὐδὲ ἐπανέσιας μακρὰς, ἀλλὰ βραχείας καὶ ἀσήμους κουφισμοὺς ποιεύμενοι. ἢν δὲ πρὸ τῆς ξυμμετρίης ἀπαυδήσῃ ὁ νοσέων, ἐς δευτέρην ἐπάνεσιν ὑπερβάλλεσθαι, ἢν μὴ ἐς μακρὸν ἐκπίπτῃ· εἰ δὲ μὴ, ἀνακαλεσάμενον ὀσμῇσι, καὶ ψαύσεσι προσώπου, καὶ πιέσι ποδῶν αὐτίκα ἀφαιρέειν· γνῶμα δὲ τῆς αὐταρκίης ἡ δύναμις. τροφὴ ὑγρὴ πᾶσι μὲν τοῖσι πυρεταίνουσι, οὐκ ἥκιστα δὲ φρενιτι κοῖσι· ἐπιξηρότεροι γὰρ πυρετῶν μούνων. τὸ δὲ μελίκρητον , ἢν μὴ χολώδεες ἔωσι·ἄπεπτον γὰρ τοῖσι πικροχόλοισι. χόνδροι πλυτοὶ ξὺν ὕδατι, ἢ μελικρήτῳ. ἀγαθὸν δὲ καὶ ἐκ τῶνδε Ῥοφήματα διδόναι ἁπλᾶ, ὁποῖα θύμβρης, ἢ σελίνου, ἢ ἀνήθου ἐνηψημένων· εὔπνοα γὰρ τάδε καὶ διουρητικά. σύμφορον δὲ φρενιτι κοῖσι οὔρησις· λαχάνων πάντων μὲν, μάλιστα δὲ μαλάχης. ἀγαθὸν γὰρ τὸ γλίσχρασμα καὶ ἐς λειότητ αγλώσσης καὶ ἀρτηρίης, καὶ ἐς τὴν τῶν κοπρίων διέξοδον· ἄριστον δὲ καὶ τεῦτλον, καὶ βλίτον, καὶ κορωνόπους, καὶ κολοκύνται καθʼ ὥρην, καὶ ὅ τι ἂν ἐφʼ ἑκάστης ὥρης ἄριστονᾖ. πτισάνης δὲ χυλὸς ὑγρότατος μὲν ἐν πρώτοισι, ὡς ἀτροφώτερος ἔοι· ἐπὶ δὲ μᾶλλον παχύτερος, ὁκόσον ἂν ἡ νοῦσος προήκοι χρόνον. ὑποστέλλεσθαι δὲ ἐν τῇσι κρίσεσι, καὶ μικρόν τι πρὸ τῶν κρισίων. ἢν δὲ ἐς μῆκος ἡ νοῦσος ἴῃ, μὴ ἀφαιρέειν τῶν προσθεσίων, ἀλλὰ σιτώδεα διδόναι, ὡς ἐξαρκέσῃ ὁ νοσέων· εὖτε καὶ κρεῶν ἀκρέων καὶ πετεινῶν χρέος, τὰ πολλὰ τοῖσι χυλοῖσι ἐντηκομένων· κάρτα γὰρ χρὴ τάδε ἐν τῇ ἑψήσι λύεσθαι· ἰχθύων οἱ πετραῖοι τῶν ἄλλων κρέσσον ές εἰσι. ἐπίπαν δὲ τοὺς ἐν τῇ χώρᾳ ἀρίστους αἱρετέον· ἄλλη γὰρ ἄλλας φέρειν ἰχθύων ἰδέας πεπίστευται χώρη. ὀπώρας οἰνώδεος ὑποστέλλεσθαι, κεφαλῆς γὰρ καὶ φρενῶν ἅψιν ποιέει· ἢν δὲ ἀνάγκη ἔῃ, τῆς δυνάμιος, ἢ τοῦ στομάχου βιαζομένων , ἑφθὰ ἐν μελικρήτῳ, ἢ ὀπτὰ ἐν στέατι, ὁκοῖον μῆλα, δοτέον. τῶν ἄλλων θερμῷ ὕδατι ἕκαστον ἐκλύειν, ἢν ἐς μούνην τὴν τοῦ στομάχου παραμυθίην διδῷς· ἢν δὲ καὶ ἐς δύναμιν δέῃ, μὴ κάρτα τὸ οἰνῶδες ἐκλύειν. τροφὴ μὲν ὦν, ὡς ἔπος εἰπεῖν, τοιήδε. τέγγειν δὲ τὴν κεφαλὴν ἐς ἔμψυξιν, λίπαϊ ἐλαίης ὄμφακος τετριμμένης. ἀλεαίνεσθαι γὰρ ἡ κεφαλὴ οὐ φιλέει φρενιτι κοῖσι· ἢν δὲ καὶ ἀγρυπνίη καὶ φαντασίη ἔωσι, Ῥοδίνου μίσγειν ἶσον ἴσῳ τὰ πρῶτα· ἔτι δὲ μᾶλλον τὸ Ῥόδινον ἔστω πλέον ἐς στῦψιν καὶ ἔμψυξιν τῆς κεφαλῆς.