τουτέων ἀδελφὰ, ὀκόσαἐπὶ τοῖσι κακοειδέσι ἕλκεσι ἔλεξα τὰ θανατώδεα. καρδιώσσουσι μέσφι λειποθυμίης. μετεξέτεροι δὲ οὐδὲ ἐς ἀνάκτησιν ἐπαλινδρόμησαν· ἀλλʼ οὕτως ἐξέθανον· τάδε τὰ δεινὰ ξυνὰ καὶ τῇσι ἀπὸ τῶν κάτω ἐντέρων διαβρώσεσι , ἢν νέμηται μὲν τὰ ἕλκεα, ἄσχετος δὲ ἡ φορή· πλὴν ὁκόσον οἱ στρόφοι καὶ οἱ πόνοι ὑπὸ τὸν ὀμφαλὸν κάτω, ἔνθα τὰ ἕλκεα. ἰδέαι δὲ αἵδε τῶν ἐκκρίσεων, ὁκοίας ἔλεξα. ἢν δὲ ἐπὶ τοῖσι πρώτοισι σμικρὰ ᾖ, ἀνακωχὴ δὲ εἰς μακρὸν ᾖ νομῆς, ἄλλα ἐπʼ ἄλλοις ἕλκεα γίγνεται, τῶν μὲν πρηϋνομέ νων, ἄλλων δὲ κορυφουμένων, ὅκως ἐν θαλάσσῃ κύματα. τοιόνδε τὸ τῶν ἑλκέων χύμα. ἢν δὲ καί κοτε ἐπαρκέσῃ μὲν ἡ φύσις, συνασκήσῃ δὲ καὶ ὁ ἰητρὸς, πέπαυται μὲν ἡ νομὴ, καὶ θάνατον οὐκ ὀρρωδέει, σκληρὰ δὲ καὶ ὀχθώδεα μίμνει τὰ ἔντερα, καὶ τῶνδε ἐς μακρὸν ἡ ἄλθεξις. αἱμορραγίῃ δὲ ἀπʼ ἐντέρων, ἢν μὲν μεγάλης φλεβὸς ἢ ἀρτηρίης ἔῃ, ὠκὺς ὁ θάνατος. οὐδὲ γὰρ οὐδὲ τὴν χεῖρα δυνατὸν ἔσω ἐσμάσασθαι , καὶ τοῦ ἄλγεος θιγεῖν, ἢ φάρμακον αὐτῷ τῷ ἕλκεϊ προσβάλλειν. καί τοι καὶ εἰ ἐπίσχοιτο ἡ αἱμορραγίη φαρμάκῳ, οὐκ ἀτρεκὴς τοῦ θανάτου ἡ φυγή. μετεξετέροισι γὰρ μεγάλης ἐσχάρης ἔκπτωσις τῆς φλεβὸς τὸ στόμιον ἐς μέζον εὐρύνει· εὖτε καὶ θρόμβοι ἔνδον ἐγγίγνονται καὶ μίμνουσι ἔσω, ἄφυκτος ἡ νοῦσος. χρὴ οὖν ἀρχομένῃσι αἱμορραγίῃσι ἀρήγειν. δήλη δὲ ὡς ἐπίπαν γίγνεται μέλλουσα, εἰ καὶ μὴ πάμπαν εὔσημος· ἄση ξύνεστι, ἀπορίη, βάρος τοῦ τόπου, ἔνθα Ῥήσσεται, ἐρύθημα τοῦ προσώπου, ἢν μηδέκω Ῥαγῇ· κἢν μὲν ἡ φλὲψ νεορραγὴς ἔῃ, ὡς ἐπίπαν μαλθάσσεται πάμπαν. ἢν δὲ πρόσω ᾖ χρόνου, χαλεπώτερον καὶ βραδύτερον. τοιάδε μὲν τὰ ἐν ἐντέροις ἕλκεα. γίγνεται δὲ θέρεος ὥρῃ· δεύτερον φθινοπώρου, ἧσσον ἦρος, ἥκιστα χειμῶνος. καὶ διάρροιαι μὲν, παιδίοισι καὶ μειρακίοισι· δυσεντερίη δὲ ἀκμάζουσι καὶ νέοισι· γῆρας δὲ δυσαλθὲς καὶ ἐς ὠτειλήν χρόνιον· τὰ δὲ ἀνεσθιόμενα γέρουσι ἀήθεα· ἀτὰρ καὶ αἱμορραγίη ξύμφωνος γήρᾳ.ἢν ἐπὶ δυσεντερίῃσι καὶ ἕλκεσι πλατέσι καὶ κάρτα βαθέσι τῶν ἄνω ἐντέρων ὠτειλαὶ ἐγγίγνωνται πυκναὶ, παχεῖαι , στερέμνιοι , τὰ σιτία ἐκ τῶνδε ἐς τὰ κάτω διεκθέει, ὑγρὰ, ἀδιάκρι τα τοῦ τροφίμου· τὸ γὰρ τῶν ἐντέρων ἀραιὸν διʼ οὗπερ ἐς τὴν ἄνω φορὴν ἡ τροφὴ ἀναΐσσει, ἀπέκλεισεν ἡ ὠτειλή. ἀτροφίη οὖν τὸν ἄνθρωπον ἴσχει καὶ ἀχροίη, καὶ ἀτονίη. ἐπικλην τὸ πάθος λειεντερίη ἴσχει, — τὸ ἐπὶ τῇ οὐλῇ λέγω τῶν ἐντέρων, — τοὔνομα. καὶ νῦν μὲν ἐξ ἑλκέων ἐστὶ ἡ πάθη· ἄλλοτε δὲ ἔντερα μὲν ὠτειλὴν οὐκ ἴσχει· ἔθος δὲ καὶ μελέτη διαρρυεῖσα ἐκδιδάσκει τὰ ἔντερα. τὸ γὰρ ἐν τουτέοισι θερμὸν ἢν καταψυχθέν κοτε μήτε καταπέσσῃ, μήτε ἐς τὴν ἀναφορὴν ἀναΐσσῃ, ἄκρατον δὲ ὑπʼ ἀσθενίης ἔῃ, διαδιδρήσκει πᾶν ἔργον ἡ τροφή. ἀλλʼ ἢν μὲν σχέδιος καὶ μὴ ἑδραίη γένηται ἡ κάθαρσις, ἀλλὰ φαύλη, ἁπλοῦς ἔμετος ἀπὸ σιτίων ἔλυσε τὴν νοῦσον. ἢν δὲ προσοκείλῃ χρόνῳ, καὶ ἐν ἕδρῃ ἵζῃ ἡ αἰτίη τουτέων, οὐδὲν ὠφελέει. τίκτει δὲ καὶ χρονίη νοῦσος, καὶ ὀρθοστάδην καχεξίη· ἀτὰρ καὶ ὕδρωπές κοτε ἐς τόδε ἀπέσκηψαν εὐτυχῶς, ἐς κακὸν μὲν ἐκ κακοῦ, ἀλλὰ κρέσσων ἡ διαδοχή.τῇσι γυναιξὶ ὑστέρη ἀγαθὴ μὲν ἐς κάθαρσιν καὶ τόκον, ξυμφορὴ δὲ νούσων μυρίων τε καὶ κακῶν. οὐ γὰρ ἑλκέων ἢ φλεγμασίης ἢ Ῥοῦ μοῦνον, ἀλλὰ κἢν ἐξαπίνης ὅλη ἄνω κινέηται, ὠκέως κτείνει. γεγράφαται μὲν οὖν ἐν ἄλλοισι, ὁκοῖα τῶν ἀπʼ αὐτέης ἦν ὀλέθρια ὀξέα. τὰ δὲ χρόνια Ῥόος διπλόος, σκληρίη, ἕλκεα, τὰ μὲν ἀσινέα, τὰ δὲ κακοήθεα· πρόπτωσις ὅλης, ἢ μέρεος. ῥόος μἒν οὖν, ἐρυθρὸς, ἢ λευκόχροος· ἰδέα δηλοῖ. ἐρυθρὸς μὲν, ἢν αἷμα ξανθὸν, καὶ αἱ τοῦδε ἰδέαι, ἢ πελιδνὸν ἢ μέλαν, καὶ λεπτὸν, ἢ παχὺ καὶ πεπηγὸς, οἷον θρόμβοι· λευκὸς ὡς ὕδωρ, ἢ ὠχρόξανθος ὡς χολή. παχὺς δὲ ὅκως ὑπόλεπτος, ἢ λεπτὸς ἰχὼρ καὶ κάκοδμος. λευκὸς δὲ ὡς πῦον, ὁ δὲ ἀτρεκὴς, ὡς λευκὸς ὄρρος· ἀτὰρ καὶ αἱμάλωψ κοτε τῷ πύῳ συνεκρέει. μυρίαι δὲ ἄλλαι παρὰ τὸ μᾶλλον τουτέων καὶ ἧττον ἰδέαι. περίοδος δὲ ἄλλοτε μὲν ἡ ἐπὶ μῆνα κάθαρσις, ἀλλʼ οὐκ ἐς τὴν ἀρχαίην ξυνίσταται προθεσμίην. οὐ πολλὸν μὲν τὸ αἷμα, ἐν ἡμέρῃσι δὲ πολλῇσι ἐκρέει· ὀλιγήμερος δὲ ἡ διάλειψις, ἀλλὰ καθαρή. ἄλλος περιόδου τρόπος, εἰς προθεσμί ην δὲ καὶ οὐκ ἐς πλῆθος περὶ πλεῖστον ἡ πρώτη κάθαρσις· δὶς δὲ καὶ τρὶς καθαίρονται ἀνὰ πάντα τὸν μῆνα· ἄλλη ἰδέη, ἄσχετος μὲν ἡ Ῥοὴ καὶ σμικρὴ ἐφʼ ἡμέρης ἑκάστης, ἀλλὰ εἰς τὸν ὅλον μῆνα οὐ πάγχυ βαιή. οὐδὲ γὰρ ὑστέρη μύει τὸ στόμα, ἀλλὰ οἴγνυται, πάρεσιν ἐς Ῥύσιν ὑγρότητος πάσχουσα· εἰ δὲ μήτε διαλείπει μήτε σμικρὸν ἐκρέει, αἱμορραγίῃ θνήσκουσι. σημήϊα δὲ, πρὸς τῇσι χροιῇσι τοῦ Ῥόου ἡ χροιὴ τῆς ἀνθρώπου· ἄγρυπνοι, ἀπόσιτοι, ἀσσώδεες, ἔκλυτοι ἐπὶ τὸ ἐρυθρὸν μᾶλλον, καὶ ὀδυνώδεες, καὶ κάκοδμον ἐπʼ ἀμφοῖν τὸ Ῥεῦμα· ἀλλὰ μᾶλλον καὶ ἧσσον ἄλλοτε καὶ ἄλλοτε. ὁ μὲν γὰρ λευκὸς κακίων, ἢν μέζων που ἡ σηπεδὼν ἔῃ· ἄλλοτε δὲ ὁ ἐρυθρὸς, ἢν ἀγριαίνῃ ἡ διάβρωσις. ἀθρόον δὲ εἰρήσθω, μέλας μὲν ἁπάντων κακίων, πελιδνὸς δεύτερον, ὠχρὸς δὲ καὶ λευκὸς καὶ πυώδης, μακρότεροι μὲν, ἧσσον δὲ κινδυνώδεες.