οἱ δὲ δὴ ἄνθρωποι οὐκ εἰδότες τὰ ξυμπαθέα μέρεα, ἐφʼ οἷσι τὰ δεινότα τα γίγνεται, τὸν στόμαχον αἴτιον ἡγοῦνται· μέγα δὲ ἐς πίστιν ὧν λέγω ἡ ξυνάφεια τῆς καρδίης, ἔνθα πάντων ἡ ἀρχή. μέσον γὰρ ἐνίζει τῷ πνεύμονι ἡ καρδίη, ἡ δὲ τούτων μεσότης τὸν στόμαχον συνάπτει· ἄμφω δὲ προσπεφύκασιτῇ Ῥάχι· διὰ τόδε πρὸς τὴν καρδίην γειτόνημα, καὶ καρδιαλγίη, καὶ τὰ μελαγχολώδεα. αἰτίαι δὲ τῆς νούσου, καὶ ἄλλαι μὲν μυρίαι, καιρίη δὲ, πῦον συχνὸν ἀπὸ κοιλίης διὰ στομάχου χυθέν. ξύνηθες δὲ καὶ τοῖς ὑπό τε ἀνάγκαις ἐκδεδιῃ τημ ένοις λεπτῇ καὶ σκληροτέρῃ διαίτῃ, ἀτὰρ καὶ τοῖσι ἐς παιδείην πονεῦσι, καὶ ἐς τήνδε τλήμοσι, οἷσι θείης μὲν μαθήσιος ποθὴ, ὀλιγοσιτίη δὲ καὶ ἀγρυπνίη, καὶ μελεδώνη λόγων τε καὶ πρηγμάτων σοφῶν· οἷσι ὑπεροψίη μὲν διαίτης ἁδρῆς καὶ ποικίλης, λιμὸς δὲ ἡ τροφὴ, καὶ ὕδωρ ποτὸν, καὶ ἐν ὕπνῳ ἀϋπνίη. οἷσι μαλθακὴ μὲν εὐνὴ ἄστρωτος χαμαὶ, ἀμφίβλημα δὲ εὐτελὲς, ἀμπεχόνη ἀραιὴ, τὸ δὲ τοῦδε κράνος ὁ κοινὸς ἀὴρ, πλοῦτος δὲ ἐννοίης θείης περιουσίη τε καὶ χρῆσις. τάδε γὰρ αὐτέοισι ἀγαθὰ γίγνεται ἔρωτι παιδείης· καὶ εἰ προσαίρονται, εὐτελὲς μὲν σιτίον, οὐδὲ ἐς κόρον ἐδωδῆς, ἀλλʼ ἐς ζωὴν μοῦνον· οὐκ ἐπʼ οἴνῳ θώρηξις, οὐ θυμηδίη· οὐ Ῥέμβος καὶ περίοδοι, οὐ σωμάτων ἄσκησις, οὐδὲ σαρκῶν περιβολή. τίνος γὰρ οὐκ ἂν ἀπάγοι παιδείης ἔρως; πατρίδος, τοκήων, κασιγνήτων , ἑωυτῶν μέσφι θανάτου. τοῖσδε οὖν τηκεδὼν μὲν τοῦ σκήνεος, ἄχροοι τὴν μορφὴν, καὶ ἐν νεότητι γηραλέοι, καὶ ὑπʼ ἐννοίης κωφοὶ, ψυχὴν δὲ ἀμειδέες, ἀμείλιχοι· στομάχου δὲ κακοσιτίη· ταχὺς ὁ κόρος τῆς ξυνήθεος εὐτελέος καὶ ἑτοίμου τροφῆς, ἀηθείῃ δὲ ποικίλης ἐδωδῆς ὄκνος δὲ πάντων γευμάτων. ἢν δὲ καὶ λάβωσίτι τῶν ξένων, βλάβη, ἀπόστροφοι εὐθὺς ἐς πάντα. ἥδε ἐστὶ στομάχου χρονιη νοῦσος· φλεγμοναὶ δὲ καὶ Ῥεύματα, καὶ καρδιωγμὸς , ἢ πόνος, στομαχικὸν οὐ κικλήσκεται πάθος. θέρος ἄγει τήνδε νοῦσον·ἔνθα καὶ πέψιος καὶ ὀρέξιος καὶ πάντων ἀδυναμίη. ἡλικίη δὲ γῆρας, οἷσι καὶ δίχα πάθεος διὰ τὸ τοῦ βίου τέλος, καὶ ἡ ὄρεξις ἐς τέρμα ἥκει.κοιλίη, σπλάγχνον πεπτήριον, κάμνει τὴν πέψιν, ὁκότε διάρροια τὸν ἄνθρωπον ἴσχει· καὶ ἔστιν ὑγρῆς τροφῆς ἀπέπτου ἡ διάρροια· ἀλλʼ ἢν μὴ ἐπὶ σχεδίου τῆς αἰτίης γίγνοιτο τόδε ἐς μίην ἢ δευτέρην ἡμέρην μούνην, πρὸς δὲ καὶ ὅλος ὁ ἄνθρωπος ἀσθενέει, ἀτροφίῃ τοῦ σκήνεος, χρονίη νοῦσος ἡ κοιλιακ ὴ γίγνεται, ἀτονίῃ τοῦ πέσσοντος θερμοῦ, καὶ ψύξι τῆς κοιλίης· εὖτε λύεται μὲν ἐς θερμὸν ἡ τροφή· ἀλλʼ οὐκ ἐκπέσσει θερμὸν, οὐδὲ ἐς χυμὸν οἰκεῖον τρέπει, ἡμιτελέα δὲ λείπει ἀδρανείῃ τοῦ τέλεος. ἡ δὲ ἀφεθεῖσα τῆς ἐργασίης ἐς κακὸν ἀλλοιοῦται καὶ χροιῇ καὶ ὀδμῇ καὶ συστάσι. λευκὴ μὲν γὰρ καὶ ἄχολος ἡ χροιὴ, κάκοδμα δὲ καὶ βορβορώδεα· ὑγρὴ δὲ καὶ ἀσύστατος ἀπραγίῃ, μούνην δὲ ἀρετὴν ἴσχουσα τῆς πέψιος τὴν ἀρχήν. διὰ τόδε φυσώδεες ἐς τὴν γαστέρα, ἐρυγαὶ ξυνεχέες, κακώδεες, ἢν δὲ καὶ κάτω περήσωσι, τρύζει μὲν τὰ ἔντερα, φῦσαι δὲ διεξιᾶσι δασεῖαι, ὑγραὶ, ἀργιλώδεες· φαντασίαι δὲ ἐπʼ αὐτέοισι ὡς διεκθέοντος ὑγροῦ· πόνος τῆς κοιλίης βαρὺς, ὁκοῖον νύγμα, ἄλλοτε καὶ ἄλλοτε· ἰσχνὸς δὲ καὶ ἄτροφος ὥνθρωπος, ὠχρὸς, ἀδρανής· οὐδέν τι πρῆξαι τῶν συνήθων εὔτονος. ἀλλὰ κἢν βαδίζῃ, λύεται τὰ μέλεα, φλέβες κροτάφων ἐπηρμέναι, ἀτροφίῃ γὰρ κοιλοκρόταφοι, ἐπίφλεβοι δὲ καὶ παντὶτῷ σώματι. οὐ γὰρ οὐ πέσσει μοῦνον ἡ νοῦσος, ἀλλʼ οὐδὲ τὴν ἀρχὴν ἐς τὸν ὄγκον ἀναδιδοῖ. δοκέει γάρ μοι οὐ τῆς πέψιος μοῦνον, ἀλλὰ καὶ τῆς ἀναφορῆς τὸ πάθος ἔμμεναι. ἦν δὲ καὶ ἐπʼ αὐξήσει ἡ νοῦσος γίγνηται, ἄγει καὶ τὰ ἀπὸ τοῦ παντὸς εἰς τὴν κοιλίην πάλιν, εὖτε ἤδη τηκεδὼν τῆς ἕξιος. αὐαλέοι δὲ τὸ στόμα, ἄνικμοι δὲ τὴν ἐπιπολὴν, ἀνίδρωτες, κοιλίη ἄλλοτε πυριφλεγὴς ὡς ἀπʼ ἄνθρακος, ἄλλοτε δὲ ὡς ἀπὸ κρυστάλλου ψυχροστ αγής. κοτὲ δὲ καὶ αἷμα τοῖσι ἐσχάτοισι ἐν σκυβάλοισι ἐπιρρέει ξανθὸν, ἄκρητον, ἀμιγὲς, ὡς δοκέειν φλεβὸς στόμιον ἀνεῶχθαι. ἀνεσθίει γὰρ τὸ δριμὺ τὰς φλέβας.μήκιστον καὶ δυσαλθὲς κακὸν, καὶ γὰρ ἢν δοκέῃ πεπαῦσθαι, ἄνευ φανερῆς προφάσιος παλινδρο μέει ἐσαῦθις ἠδὲ καὶ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλίνορσος ἥκει. ἐς περίοδον γοῦν ἤδη φοιτῇ. γέρουσι ξύνηθες τὸ κακὸν, καὶ γυναιξὶ μᾶλλον ἢ ἀνδράσι. παιδίοισι δὲ διάρροια μὲν ξυνεχὴς, ἐφημέρῳ ἀκρασίῃ τροφῆς. ἀλλʼ οὐ κοιλίης κύτεϊ ἡ νοῦσος. τίκτει δὲ θέρος τῶν ἄλλων ὡρέων μᾶλλον· μετόπωρον δεύτερον, χειμὼν δὲ ὁ ψυχρότατος , ἢν ἀγχοῦ σβέσιος τὸ θερμὸν ἥκῃ· ἐπὶ χρονίῃ δὲ νούσῳ καὶ ἥδε καὶ δυσεντερίη καὶ λειεντερίη τίκτεται. ἀλλὰ καὶ χανδὸν ψυχροποσίη κοτὲ ξυνέστησε τὴν νοῦσον.Κωλικοὶ δὴ κτείνον ται εἰλεῷ καὶ στρόφῳ ὀξέως. πάνυ μὲν οὖν αἴτια μυρία ἴσχει τῆς διαθέσιος· σημήϊα, βάρος μὲν ἐπʼ ἀσιτίῃ, ἔνθα δὴ τὸ πάθος μάλιστά γε κραίνει· ὄκνος πουλὺς, νωθέες, ἀπόσιτοι, ἰσχνοὶ, ἄγρυπνοι, οἰδαλέοι πρόσωπα· κἢν μὲν πρὸς τῷ σπληνὶ νοσέῃ κῶλον, μελάγχλωροι. λευκόχλωροι δὲ, ὁκόσοις πρὸς ἥπατι, ξυμπαθείῃ τῶν ἄγχιστα σπλάγχνων· ἢν δὲ προσαίρωνται τροφὴν, καὶ ἐπὶ σμικρῇ καὶ ἀφύσῳ κάρτα φυσώδεες, καὶ προθυμίη μὲν ἐς διαπνοὴν, ἀδιέξοδοι δὲ φῦσαι, ἐρυγαί τε ἄνω βιώμεναι, ἀτὰρ καὶ αἵδε ἀτελέες. ἢν δέ πηπερήσῃ βίᾳ, φῦσαι βρωμώδεες μὲν αἱ ἄνω καὶ ὀξυρεγμιώδεες· νεφροὶ καὶ κύστις ξυμπαθέα πόνῳ καὶ ἰσχουρίῃ· τουτέοισι ἄλλα ἀντʼ ἄλλων. θωῦμα δὲ τουτέων μέζον, ἐς ὄρχιας καὶ κρεμαστῆρας ἀδόκητον ἄλγος ἐπιφοιτῇ· πολλοὺς τῶν ἰητρῶν ἥδε ἡ ξυμπαθείη λήθει. καὶ γὰρ καὶ ἐξέταμόν κοτε τοὺς κρεμαστῆρας, ὡς ἰδίην ἔχοντας αἰτίην. ἀλλὰ γὰρ καὶ τουτέοισι ἀντʼ ἄλλων ἄλλα. γίγνονται δὲ καὶ ἀπότοκοι τοῦδε νοῦσοι, ἀποστάσιες μὲν καὶ ἕλκεα οὐκ εὐήθεα· ὕδεροι δὲ καὶ φθίσιες, ἀναλθέα. ἐπὶ γὰρ ψύξι καὶ χυμοῖσι παχέσι καὶ φλέγματι πολλῷ κολλώδεϊ ξυνίσταται ἡ νοῦσος· ἀτὰρ καὶ ἡλικίῃ καὶ ὥρῃ ψυχρῇ ἐπιφοιτῇ, χώρῃ, καὶ χείματι καρτερῷ.