οἱ δὲ ἀπʼ αὐτέης θρόμβοι, ἰσχουρίῃ ὀξέως ὀλέθριοι, ὅκωσπερ οἱ λίθοι· καὶ γὰρ ἢν τὸ αἷμα λεπτόν τε καὶ ξανθὸν καὶ μὴ πάγχυ ᾖ εὐπαγὲς, ἀλλʼ ἡ κύστις ἐς πολλὸν ἀλίζει χρόνον, καὶ ἥδε θερμαίνουσα καὶ ἑψοῦσα πηγνύει, καὶ ὧδε γίγνεται θρόμβος. ἰσχουρίη μὲν οὖν δυνατωτάτη κτεῖναι. προσεπιγίγνεται δὲ τουτέοι σι ἄλγος ὀξὺ, πῦρ δριμὺ, γλῶσσα ξηρὴ, καὶ ἐπὶ τοῖσδε παράφοροι θνήσκουσι. ἢν δὲ ἐπὶ τρώματι ἄλγος ἐκφανῇ, τρῶμα μὲν ὀλέθριον· τὸ δὲ ἕλκος κἢν μὴ ἀρχῆθεν κτείνῃ, πυρετοῖς ἢ φλεγμον ῇ ἀνήκεστον γίγνεται· λεπτὴ μὲν τὸ πάχος κύστις· νεῦρον δὲ τὴν φυήν· τάπερ οὐδὲ σαρκοῦται οὔτε Ῥηϊδίως ἐπωτειλοῦται. ποτὶ καὶ τὸ οὖρον χολῶδες, δριμὺ, δακνῶδες· τοῦ ἕλκεος ἡ ξυνὴ δίαιτα ἤδε ἐν μὲν τῇσι πληρώσεσι διατέταται· ἢν δὲ κενωθῇ, ξυνίζει· πάσχει οὖν ἄρθρου πάθεϊ ἐν ἐκτάσιτε καὶ κάμψι· ἄρθρῳ δὲ οὐκ εὐαλθὲς ἕλκος οὐδέν. καὶ ἔμπυος δὲ ἐξ ἀποστάσιος γίγνεται· κύστιος σημήϊα, τάπερ ἐπʼ ἄλλοισι· ἐπὶ φλεγμασίῃ γὰρ, καὶ ἐπὶ πυρετοῖσι, καὶ Ῥίγεσι, ἡ ἀπόστασις· κίνδυνοι οἱ ὠυτοί· πῦον δὲ ἀλλʼ εἰ παχὺ, λευκὸν, οὐ κάκοδμον ἐκδιδοῖ, εὐηθέα τὰ ἀπὸ τῶνδε ἕλκεα· ἢν δὲ ἐπινέμηται, τρυγώδεα, μυξοποιὰ, κάκοδμα οὐρέουσι· τῶν τοιῶνδε οὐ βραδύνει θάνατος· δακνώδε α μὲν τὰ οὖρα· ὀδυνηρὰ δὲ ἡ πρόεσις αὐτῶν, διαΐσσει δὲ ἡ ὀδύνη μέσφι ἄκρων τοῦ καυλοῦ· βλάπτει δὲ αὐτέους πάντα καὶ τἀναντία· καὶ πλησμονὴ καὶ κένωσις, καὶ ἀργίη καὶ κίνησις, καὶ λουτρὰ καὶ ἀλουσίη, καὶ τροφὴ καὶ ἀτροφίη, καὶ γλυκέα καὶ ὀξέα, ἄλλων ἄλλα μὲν ὠφελεύντων , ἄλλα δὲ βλαπτόντων, εἰς ἓν ξυμβῆναι μὴ δυναμένων.Ἀνώλεθρονμὲν ἡ γονόρροια, ἀτερπὲς δὲ καὶ ἀηδὲς μέσφι ἀκοῆς. ἢν γὰρ ἀκρασίη καὶ πάρεσις τὰ ὑγρὰ ἴσχῃ καὶ γόνιμα μέρεα, ὅκως διʼ ἀψύχων Ῥέει ἡ θορὴ, οὐδὲ ἐπίσχειν αὐτέην ἐστὶ οὐδὲ ἐν ὕπνοισι. ἀλλὰ γὰρ ἢν τε εὕδῃ, ἤν τε ἐγρηγορέῃ, ἀνεπίσχετος ἡ φορὴ, ἀναίσθητος δὲ ἡ Ῥοὴ τοῦ γόνου γίγνεται· νοσέουσι δὲ καὶ γυναῖκες τήνδε τὴν νοῦσον, ἀλλʼ ἐπὶ κνησμοῖσιτῶν μορίων καὶ ἡδονῇ προχέεταιτῇσι ἡ θορὴ, ἀτὰρ καὶ πρὸς ἄνδρας ὁμιλίῃ ἀναισχύντῳ· ἄνδρες δὲ οὐδʼ ὅλως ὀδάξονται· τὸ δὲ Ῥέον ὑγρὸν, λεπτὸν, ψυχρὸν, ἄχρουν, ἄγονον. πῶς γὰρ ζωογόνον ἐκπέμψαι σπέρμα ψυχρὴ οὖσα ἡ φύσις; ἢν δὲ καὶ νέοι πάσχωσι, γηραλέους χρὴ γενέσθαι πάντας τὴν ἕξιν, νωθώδεας, ἐκλύτους, ἀψύχους, ὀκνέοντας, κωφοὺς, ἀσθενέας, Ῥικιους, ἀπρηκτους, ἐπώχρους, λευκοὶς, γυναικώδεας, ἀποσίτους, ψυχροὺς· μελέων βάρεα, καὶ νάρκας σκελέων, ἀκρατεας, καὶ ἐς παντα παρέτους, ἥδε ἡ νοῦσος ὁδὸς ἐς παράλυσιν πολλοῖσι γίγνεται. πῶς γὰρ οὐκ ἂν τῶν νεύρων ἤδη ἡ δύναμις πάθοι, τῆς ἐς ζωῆς γένεσιν φύσιος ἀπεψυγμέ νης; καὶ ἡμέας ἄνδρας ποιέει ζωοῦσα ἡ θορὴ, θερμοὺς, ἐνάρθρους, λασίους, εὐφώνους, εὐθύμους, κραταιοὺς νοῆσαί τε καὶ Ῥέξαι· δηλοῦσι οἱ ἄνδρες. οἷσι δὲ οὐκ ἔνεστι ζωοῦσα ἡ θορὴ, Ῥικνοὶ, ἀσθενέες, ὀξύφωνοι, ἄτριχες, ἀγένειοι, γυναικώδεις· δηλοῦσι οἱ εὐνοῦχοι. ἢν δέ τις ἀνὴρ καὶ ἐγκρατὴς ἔῃ τῆς θορῆς, κραταιὸς, εὔτολμος, ἀλκήεις μέσφι θηρίων· τέκμαρ δὲ ἀθλητῶν οἱ σαόφρονες. καὶ γὰρ καὶ οἱ φύσι τινῶν κρέσσονες, ὑπʼ ἀκρασίης πολλὸν τῶν χειρόνων γίγνονται χερείονες. πολλὸν δὲ οἱ φύσι χερείους ὑπʼ ἐγκρατί ης γίγνονται κρεσσόνων κρέσσονες. ἀτὰρ οὐδὲ ζῷον ἐξ ἄλλου τευ γίγνεται κραταιὸ ν ἢ θορῆς. μέγα οὖν καὶ ἐς ὑγείην, καὶ ἐς ἀλκὴν, καὶ ἐς εὐψυχίην, καὶ ἐς γένεσιν ζωοῦσα ἠ θορή. ἀπὸ σατυριήσεως ἐς γονορροιής ἀπόσκηψιν ἡ κατάστασις.στόμαχος ἡδονῆς καὶ ἀηδίης ἡγεμών· καρδίης καίριον γειτόνευμα ἐς τόνον καὶ θυμὸν, ἢ ἀθυμίην, τῆς ψυχῆς συμπαθείῃ· ἥδε στομάχου πρώτιστα δύναμις. τάδε μὲν οὖν μοι ἄλλῃ λέλεκται. ἀπότοκοι ἡδονῆς μὲν, εὐπεψίη , εὐσαρκίη, εὐχροίη τοῦ σώματος· ἀηδίης δὲ τουτέων τἀναντία, κοτὲ καὶ ἀθυμίη μὴ ἔχων τροφὴν, μελαγχολώδεσι δὲ κἀποσιτίη. ἢν οὖν ὅδε νοσέῃ, μῖσος καὶ ἀποστροφὴ τῶν γευμάτων, οὐκ ἢν προσαίρωνται μόνον, ἀλλὰ κἢν ἀθέητα μὲν ᾖ τὰ σιτία. ἀναπεμπάζονται δὲ ναυτίῃ, ἢ ἀπορίῃ, ἢ πλάδῳ, ἢ καρδιαλγίῃ· καὶ σιαλοχόοι δὲ, καὶ ἔμετοι ἐνίοις. κἢν ὁμῶς τὸ σῶματείρῃ, ἢν γαστὴρ μείνῃ κενεὴ τῶνδε, τόνδε πόνον Ῥηΐτερον φέρει τῆς προσάρσιος. ἢν δὲ καὶ ὑπʼ ἀνάγκης κοτὲ ἐς τὴν ἐδωδὴν ἴῃ, πολλὸν κάκιον ὅδε πόνος τοῦ λιμοῦ· ἐν τῷ στόματι λεῆναι ἄλγος, καταπιεῖν μέζων ὀδύνη· ἀτὰρ καὶ οὐχὶ πρὸς μὲν τὰ οἰκεῖα τοιῶσδε· ἐς δὲ τὰ ἀλλόκοτα χρηστῶς, ἀλλαγῇ τῶν κατὰ φύσιν ἐς τὸ ἔμπαλιν· ἀχθηδὼν ἐς πάντα, καὶ φυγὴ καὶ μῖσος σιτίων· ἐπὶ δὲ τοῖσι μεσσηγὺ τῶν ὠμοπλατέων χωρίοισιν ἄλγος· πολὺ δὲ καὶ μέζον, ἢν προσφέρωνται καὶ καταπίνωσι· ἄση, ἀπορίη, ὄψιες ἀμαυραὶ, ὤτων ἦχοι, βάρεα κεφαλῆς, νάρκη μελέων. καὶ τὰ γυῖα λύονται· παλμὸς ἐν τοῖσι ὑποχονδρίοισι, φαντασίη τῆς Ῥάχιος ἐς τὼ σκέλεε κινευμένης , ἄλλοτε ἄλλῃ τῇδε κἀκεῖσε φέρεσθαι δοκέουσι, κἢν ἑστήκωσι, κἢν κατακέωνται, ὅκως ὑπὸ αὔρης ἀνέμων κάλαμοι, ἢ δένδρεα· φλέγμα ψυχρὸν, ὑδαρὲς ἀποβλύζουσι. ἐπὴν δὲ καὶ χολὴ ᾖ πικροχόλοισι, σκοτώδεες, ἄδιψοι κἢν ἐπʼ ἐδέσμασι διψῆν δοκέωσι, ἄγρυπνοι, νωθροὶ, νυσταλέοι, οὐχ ὕπνῳ ἀτρεκέϊ· κωματώδεσι δʼ ὁμοιοπαθέες, ἰσχνοὶ, ἔξωχροι, ἀσθενέες, ἔκλυτοι, λειποδρανέες, ἄψυχοι, δειλοὶ, ἡσύχιοι· ἐξαπίνης δὲ ὀργίλοι· κάρτα μελαγχολώδεες. καὶ γὰρ ἐξώκειλάν κοτε ἐς μελαγχολίην οἱ τοιοίδε. τάδε μέντοι τῆς ψυχῆς, τοῦ στομάχου ἐνδιδόντος , εἶναι δεῖ τὴν πάθην·