ἢν δὲ ἐμφραχθῇ κοτε τῇ κοιλίῃ μέζων τελεσθεὶς, πόνοι τῆς ὀσφύος ἀμφὶ τὰς ψόας μέσφι τῶν μέσων πλευρέων. πολλοῖσι γοῦν ἀπάτη πόνου, ὡς ἀπὸ πλευρίτιδος· βάρος ἰσχίου, κατὰ Ῥάχιν δυσκαμπέες ὡς ξυννεῦσαι χαλεπῶς· ἐπώδυνοι στρόφοι, βαρέες, ἀνείλυστοι. τὸ γὰρ ἔντερον ἑλικοειδές. ἢν καὶ πλημμύρῃ τὸ οὖρον, καὶ διατάσιες, προθυμίη ἀπουρήσιος ὅκωσπερ ὠδίνων. φυσώδεες, ἀδιέξοδοι δὲ αἱ φῦσαι· πυρετοὶ δακνώδεες, ἐπίξηροι. αὐαλέη μὲν γλῶσσα, ξηρὴ δὲ ἡ κοιλίη· ἰσχνοὶ, ἀπόσιτοι· κἤν τι προσαίρωνται, οὔτε πέψαι οὔτε ἀναλαβεῖν Ῥηΐδιοι. ἢν δὲ ἐς τὸν οὐρητῆρα ὁ λίθος ἐμπέσῃ, βρασμὸς ὡς ἀπὸ Ῥίγεος, αἴσθησις τοῦ λίθου ὁδοιπορέοντος ξὺν ὠσμῷ βιαίῳ· κἢν ἐς τὴν κύστιν ἐμπέσῃ, οὔρων ἅλις ὑδατωδέων ἔκχυσις, κοιλίης ἔξοδοι φυσώδεες, στομάχου κατάστασις , ἐρεύξιες, ἀνάπαυσις τῶν πρόσθεν κακῶν· προσεχύθη κοτὲ καὶ πρὸς τῶν οὔρων αἷμα, ἀναδορῇ τοῦ πόρου· ἀγωνίη δὲ δευτέρη τοῦ λίθου ἡ διὰ τοῦ καυλοῦ διέξοδος. ἢν γὰρ μέζων τῆς οὐρήθρης ἔῃ, ἐνίσχεται πολλὸν χρόνον, καὶ πλημμυρεῖ ἡ κύστις, καὶ ἰσχουρίη νῦν ἐπαλγεστέρη· ξὺν γὰρ τῇδε καὶ οὐρητῆρες πίμπρανται· χαλεπωτάτη δὲ ἡ τῶν σκολιῶν ἔξοδος. καὶ γὰρ ἀγκιστροει δέας ὤπωπα, καὶ ἐπὶ τοῖς πόροις ἐπιπωρώσιας. ἐπιμήκεες δὲ τὰ πολλὰ διαπλασσόμενοι ὑπὸ τῆς τῶν πόρωνἴξιος. χροιῇ δὲ ἄλλοι μὲν λευκοὶ, ἀργιλώδεες, τὰ πολλὰ παιδίοισι· ἄλλοι δὲ ξανθοὶ, κροκοειδέες, γέρουσι, οἷσί περ καὶ ἐν νεφροῖσι οἱ λίθοι ξυνήθεες. ἐν κύστι γὰρ παιδίοισι μᾶλλον. διτταὶ δὲ αἱ αἰτίαι τῆς πήξιος. γέρουσι μὲν τὸ σῶμα ψυχρὸν, παχὺ τὸ αἷμα· ψυχρὸν δὲ τὰ πάχεα θᾶσσον πήγνυσι. τέκμαρ δὲ, τῶν ὑδάτων τῶν θερμῶν φύσι αἱ πηγαί· ἀποψυχθέντα γὰρ, εἰς πωρωειδέα λίθον πήγνυται. παιδίοισι δὲ πολλὸν ὑπὸ τοῦ αἵματος τὸ ἰλυῶδες ἑψηθὲν, γενέσιος, ὅκως πῦρ, τὴν ἕδρην ἴσχει. λίθων μὲν οὖν ἀμφὶ γενέσιος τοιάδε πάθη. μετεξέτεροι ἐν περιόδοισι οὐρέουσι αἷμα· τοῖσι ἀπὸ αἱμορροΐδων ἰκέλη ἥδε ἡ ξυμφορή·ὁμοίη δὲ καὶ ἡ τοῦ σκήνεος κατάστασις, ἔξωχροι, νωθροὶ, ἄπρηκτοι, ἀπόσιτοι, ἄπεπτοι· κἢν μὲν ἐκκριθῇ, ἔκλυτοι, πάρετοι τὰ μέλεα· κεφαλὴν δὲ κοῦφοι καὶ ἐλαφρότεροι· ἢν δὲ ἐς τὴν περίοδον μηδὲν ἐκρυῇ, κεφαλαλγέες, ἀμαυροὶ τὰς ὄψιας, σκοτώδεες, ἀμφιδινεύμενοι· ἐντεῦθεν ἐπίληπτοι μυρίοι· ἄλλοι οἰδαλέοι, ἀπαχλυούμενοι, ὑδρωπιώδεες· ἄλλοι δὲ μελαγχολώδεες ἢ παράλυτοι. ἐπισχέσιος γὰρ αἱμορροίης ξυνήθεος ἀπότοκατάδε. ἢν μὲν οὖν ἐκρέῃ τὸ αἷμα καθαρὸν, ἀμιγὲς οὔροισι, τὰ πολλὰ ἐκρέει ἀπὸ κύστιος τῶν οὔρων τὸ αἷμα. φέρεταί κοτε καὶ ἀπὸ Ῥήξιος τῶν νεφρῶν πολὺ ἀθρόον· ἀτὰρ ἠδὲ πάγον ἴσχει, καὶ γίγνονται θρόμβοι ὡς ἔξω χυθέν· ἐπάγη κοτὲ καὶ ἐν κύστι, εὖτε ἰσχουρίη γίγνεται δεινή. ἐπὶ δὲ τῇ Ῥαγῇ ἕλκεα συμβαίνει χρόνια καὶ δυσαλθέα. τέκμαρ δὲ ἐφελκὶς, ἢ ὑμένιον, εὖτε ἀράχνιον, ἐρυθρὸν ἐκκριθὲν, ἢ πῦον λευκὸν οὐρηθὲν, ἄλλοτε μὲν καθαρὸν, ἀμιγὲς, ἄλλοτε δὲ οὔροισι ξυμμεμιγμένον· τοῖσδε χρὴ καὶ ἀποστάσιας διαγιγνώσκειν, ἢν προσγένωνται πυρετοὶ ἐς ἑσπέρην καὶ Ῥίγεα· πόνοι ἀμφὶ τὴν ὀσφὺν, κνησμοί· ἢν δὲ καὶ ἐκραγῇ, θρόμβοι πυώδεες, σαρκοειδέες, ἀτὰρ ἠδὲ λευκοῦ πύου ἀπόστασις· τὰ δὲ ἕλκεα, δακνώδεα, ἄλλοτε μὲν καθαιρόμενα, ἄλλοτε δὲ Ῥυπαρὰὄντα. δηλοῖ δὲ τὸ πῦον, ἀτὰρ ἠδὲ οὖρα κάκοδμα, ἢ ἄνοδμα· ἔαρ μὲν οὖν αἱμορραγίας τίκτει καὶ ἀποστάσιας· χειμὼν δὲ καὶ φθινόπωρον, λίθους· ἢν δὲ ἐπὶ λίθοισι ἕλκεα γένηται, ἀναλθέες μὲν αἱ νοῦσοι, ταχείη τηκεδὼν καὶ θάνατος.τῶν ἐν τῇ κύστι νούσων οὐδὲν εὔηθες· τὰ μὲν ὀξέα φλεγμασίῃ καὶ τρώμασι, σπασμῷ καὶ πυρετοῖσι ὀξέσι κτείνοντα· ἕλκος δὲ καὶ ἀποστάσιες, ἢ παράλυσις, ἢ λίθος μέγας χρόνια μὲν, ἀναλθῆ δέ. οὔτε γὰρ θρύπτεται, ἢ πόσι, ἢ φαρμακῳ, ἢ ἀμφιθρύπτοιτο, οὔτε ἀσινέως τέμνεται. χρὴ γὰρ καὶ τὰ λεπτὰ τῆς κύστιος ξυντάμνειν· τὸ δὲ αὐτῆμαρ ἔκτεινε, ἢ ὀλίγαις ἡμέρῃσι, σπασμοῖσι καὶ πυρετοῖσι θνήσκουσι· ἢν δὲ μὴ τάμῃς, εἰς οὔρων σχέσιν, καὶ πόνοισι, καὶ πυρετοῖσι ἢ τηκεδόσι σμύχεται ὥνθρωπος· ἢν δὲ μὴ κάρτα μέγας ὁ λίθος ἔῃ, σχέσιες μὲν οὔρων ξυνεχέστεραι. ἐς γὰρ τὸν αὐχένα Ῥηϊδίως ἐμπίπτων ἀποέργει οὔρων ἔξοδον. τάμνειν δὲ εἰ καὶ τῶν μεζόνων ἀσφαλέστεροι, ἀλλὰ τέμνεται κύστις, κἤν τις τὸν τοῦ θανάτου κίνδυνον ἐκφύγῃ, Ῥυάδος γίγνεταί οἱ πάθος· κἤν ἀκίνδυνον ἔῃ, ἀλλʼ οὐ φορητὸν ἐλευθέροισι ἀένναον ἐκρέειν οὖρον, κἢν βαδίζῃ, κἢν εὕδῃ, ἀτερπὲς δὲ ἢν βαδίζῃ. οἱ δὲ κάρτα σμικροὶ τὰ πολλὰ τάμνονται ἀσινέως· ἢν δὲ ξυμπεφύκῃ τῇ κύστι λίθος, διάδηλος μὲν τῇσι μελεδώνεσι , ἀτὰρ οὐδὲ ἀσινεῖς πόνοισι καὶ βάρεϊ, κἢν ἂν ᾖ δυσουρίης ἄτερ· ἢν δὲ μὴ, καὶ δυσουρέει. ξύμπαντας δὲ τοὺς λίθους διαγνοίης ἂν τῇσι τῶν ψαμμίωνἐν τοῖσι οὔροισι ὑποστάσεσι· ἀτὰρ ἠδὲ πρόκωποιτὰ αἰδοῖα γίγνονται. εὖτε γὰρ ἀπουρέουσι, καὶ ὕπεστι καὶ ὁ λίθος, ὀδυνέονται , καὶ ἀμφαφόωσι, καὶ ἕλκουσι τὰ αἰδοῖα, ὅκως τὸν λίθον ξὺν τῇ κύστι ἐξαιρεύμενοι· ξυμπαθεῖ δὲ καὶ ἕδρη κνησμώδης γιγνομένη· προπετὴς δὲ καὶ ἀρχὸς βίῃ καὶ ἐντάσεσι, φαντασίῃ ὡς ἐκκρίσιος δῆθεν τοῦ λίθου. ἄμφω γὰρ συγκέονται ἀλλήλοισι ἕδρη τε καὶ κύστις. ὧν ἑκατέρου πάσχοντος πάσχει καὶ θάτερον διὰ τόδε καὶ ἐπὶ φλεγμασίῃ ἀρχοῦ, ἰσχουρέει κύστις, καὶ ἐπὶ τῇσι τῆς κύστιος ἀκίσι οὐ διΐησιἕδρη, κἢν μὴ ἐπίξηρος ἡ γαστὴρ ἔῃ. τοῖα μὲν ἄλγεα τὰ λίθων. αἱμορραγίη δὲ κἢν μὴ κάρτα ὀξέως κτείνῃ, χρόνῳ δὲ ἐξέλυσε μυρίους·