ἀλλὰ τουτέων λευκοφλεγματίης μὲν εὐηθέστερος. πολλὴ γὰρ καὶ ποικίλη ἐπὶ τοῦδε ἡ εὐτυχίη ἱδρῶτος ἢ οὔρων, ἢ κοιλίη κοτὲ ἐπʼ αὐτέοις κατερράγη, λυομένης ἤδη τῆς τοῦ ὕδρωπος ἕξιος. χαλεπὴ δὲ τυμπανίης, καὶ τοῦδε ὁ ἀνὰ σάκρα μᾶλλον· τὸν δὲ ἰητρὸν ἐν τῷδε πάθεϊ ὅλον χρὴ τὸν ἄνθρωπον ἀλλάξαι. τόδε μέντοι οὐδὲ θεοῖσι Ῥηΐτερον. Ὑδεριᾷ δὲ καὶ ἐν σμικρῷ κοτε ἄνθρωπος, ἢ κεφαλὴν ἐπὶ ὑδροκεφάλῳ , ἢ πνεύμονα μοῦνον, ἢ ἧπαρ, ἢ σπλῆνα, καὶ ἐπὶ γυναικῶν ὑστέρη. καὶ τῶν ἄλλων ἥδε εὐαλθεστέρη. ἢν γὰρ τὸ στόμιον ἀνῇ ἐκ τῆς πρόσθεν μύσιος, ὑγρὸν μὲν εἰ ἔχοι, ἐκχέει ἔξω. ἢν δὲ πνεῦμα, ἐξεφυσήθη τόδε· ἢν δέ τι ἀνὰ σάρκα ἡ ὑστέρη πάθῃ, ὡς ἐπίπαν ὅλη ἡ ἄνθρωπος ὑδεριᾷ. ἰδέη τις ἑτέρη ὕδρωπος ἥδε γιγνώσκεται, κύστιες σμικραὶ, συχναὶ, πλήρεες ὑγροῦ, ἐγκέονται τῷ χωρίῳ ἔνθα ὁ ἀσκίτης ξυνίσταται· ἀτὰρ ἢν ἐμπλέωσι τῷ πολλῷ ὑγρῷ· τέκμαρ δέ· ἢν γὰρ τετρήνας τὸ ἐπιγάστριον ἐκχέῃς ἐπὶ βραχείῃ φορῇ τοῦ ὑγροῦ, ἔνδοθεν ἂν ἐπέφραξεν ἡ κύστις, κἢν τὸ ὄργανον διώσῃ, αὖθις ἐκρέεει· τόδε μέντοι τὸ εἶδος οὐκ εὔηθες. πόθεν γὰρ ἂν ἐκπέσωσι αἱ κύστιες, ὁδὸς οὐκ εὔπορος· λόγος δὲ μετεξετέροισι ὅτι ἧκόν κοτε διʼ ἐντέρων τοιαίδε κύστιες· ἐγὼ δὲ οὐκ ὤπωπα, διὰ τόδε νῦν οὐδὲν γράφω· οὐδὲ γὰρ περὶ αὐτέων ὅ τι λέξω ἔχω· εἴτε γὰρ ἐκ τοῦ κώλου, ἢ τῆς γαστρὸς ἡ φορὴ, τίς ὁ τρόπος τῆς ξυστάσιος; ὁδὸς γὰρ ἐς ἔξοδον ἁπάντων διʼ ἕδρης εὔροος· ἡ δὲ αὐτοῦ τοῦ ὑγροῦ τῆς ἐν λαγόνι ξυλλογῆς, ἄπιστος ἡ τῶν ἐντέρων Ῥαγή. οὐ γὰρ ἀσινὲς οὐδʼ ἀνώλεθρον τρωθὲν ἔντερον.θώϋμα τὸ διαβήτεω πάθος, οὐ κάρτα ξύνηθες ἀνθρώποισι· σαρκῶν καὶ μελέων ἐς οὖρον ἡ ξύντηξις· ὑγρὴ καὶ ψυχρὴ, ὅκως ἐν ὕδρωψι, αἰτίη. ὁδὸς δὲ ἡ ξυνήθης, νεφροί τε καὶ κύστις. οὐ γὰρ διαλείπουσι οὐρέοντες, ἀλλὰ ὅκωσπερ ἐξ ἀφέσιος ὀχετῶν ἄπαυστος ἡ φορή. χρονίη μὲν ἡ τῆς νούσου φυὴ, μακρῷ κυΐσκεται χρόνῳ· βραχύβιος δὲ ὥνθρωπος, ἢν ἡ κατάστασις τελεσθῇ· ὀξείη γὰρ ἡ τηκεδὼν, ταχὺς δὲ ὁ θάνατος, ποτὶ καὶ βίος αἰσχρὸς καὶ ἐπίπονος· δίψος ἀκρατές· πολυποσίη ἀνισόμε τρος οὔροισι πολλοῖσι· πλεῖον γὰρ ἐκρεῖ τὸ οὖρον, καὶ οὐκ ἂν ἐπίσχοι τις αὐτέους, οὔτε πίνοντας οὔτε οὐρέοντας. ἢν δὲ ἐπʼ ἀκαρὲς ἀντίσχωσι, ἢν μὲν τοῦ πιεῖν, ἄνικμοι μὲν τὸ στόμα, αὐαλέοι δὲ τὸ σκῆνος· τὰ δὲ σπλάγχνα καίεσθαι δοκέουσι, ἀσώδεες, ἄποροι, οὐκ ἐς μακρὸν θνήσκουσι· πυριφλεγέες δίψαι. ἀπουρέειν δὲ τίς ἂν ἐπίσχοι τρόπος; ἢ τίς αἰσχύνη πόνου κρέσσων; ἀλλὰ κἢν ἐς μικρὸν ἐγκρατέες γένωνται, παροιδέουσι ὀσφὺν, ὄρχιας καὶ ἰσχία· κἢν ἀνῶσι, ἐκχέουσι μὲν τὸ οὖρον ἁλέν· τὰ δʼ ἐποιδέον τα ἐξαρύεται. ξυνδίδοται γὰρ ἐς κύστιν ἡ πλημμύρα. κἢν μὲν τελεσθῇ τὸ κακὸν, εὔσημον· ἐπὴν δὲ μέλλῃ, ἄνικμοι τὸ στόμα, σίαλος λευκὸς, ἀφρώδης, ὅκως ἀπὸ δίψεος, καὶ οὐδέκω δίψος, ὑποχονδρίων βάρος· αἴσθησις ἀπὸ τῆς γαστρὸς ἐς κύστιν θέρμης, ἢ ψύξιος, ὅκως πρόσοδος παρέοντος τοῦ νοσήματος ἀτὰρ ἠδὲ οὐρέουσι τοῦ ξυνήθεος μικρόντι μᾶλλον· δίψος τε, ἀλλʼ οὐδέκω μέγα. ἢν δὲ ἐπὶ μᾶλλον αὔξηται, θέρμανσις μικρὴ μὲν, δακνώδης δὲ, ἐνίζουσα τοῖσι σπλάγχνοισι· ἐπιγάστριον Ῥυσσοὶ, ἐπίφλεβοι, ἰσχνοὶ δὲ τὴν ὅλην ἕξιν, εὖτε καὶ ἡ οὔρησις καὶ τὸ δίψος ἐπαυξέα γίγνεται ἤδη κοτέ· κἢν ἐς ἄκρον τὸν καυλὸν ἡ συναίσθησις φανῇ, εὐθὺς οὐρέους ι. τῇδέ μοι δοκέει καλέεσθαι διαβήτης ἐπίκλησιν, ὁκοῖόντι διαβήτης ἐὼν, οὕνεκεν ἐν τῷ σκήνεϊ τὸ ὑγρὸν οὐ μίμνει, ἀλλὰ ὅκως διαβάθρσῃ τῷ ἀνθρώπῳ ἐς ἔξοδον χρέεται.διαρκέουσι δὲ ἐς χρόνον τινὰ, εἰ καὶ μὴ κάρτα πολλὸν, ὅτι πινεῦντς οὐρέουσι, τηκεδὼν δὲ γίγνεται δεινή· οὔτε γάρ τι ἐκ τῆς πόσιος μέγα ἐς τὸ σκῆνος ἔρχεται, καὶ ξυναπέρχεται τῶν σαρκῶν ἐς τὰ οὖρα μυρία. αἰτίη δὲ, ὀξεῶν νούσων τις ἀπέσκηψεν ἐς τόδε, καὶ ἐν κρίσι κρύβδην τὸ κακόηθες ἐγκατέλιπον αἱ νοῦσοι. οὐκ ἀδόκητον καὶ δηλητήριόν κοτε τήνδε τὴν αἰτίην ἴσχειν τῶν ὁκόσα κύστι καὶ νεφροῖσι ἐνσκήπτει· ἀτὰρ εἰ ἐδάκη τις ὑπὸ τῆς διψάδος, τοιήδε τοῦ ἕλκεος ἡ πάθη· διψὰς δὲ τὸ ἑρπετὸν θηρίον, ἢν δάκῃ τινὰ, ἄσχετον δίψος ἐξάπτει. πίνουσίτε ἄδην οὐκ ἐς δίψεος ἄκος, ἀλλʼ ἐς τὴν τῆς κοιλίης πλημμύραν ἀκορίῃ ποτοῦ· ἢν δὲ ἀλγέῃ τις περιτάσι τῆς κοιλίης, καὶ ἀχθέῃ, καὶ τὸ ὑγρὸν ἐπίσχῃ ἐς μικρὸν, αὖθις ἄδην πίνουσι διψῶντες, καὶ ἥδε τῶν κακῶν ἡ ἀμοιβή. συντιμωρέει γὰρ ἀλλήλοισι δίψος καὶ ποτόν. ἄλλοι δὲ οὐκ οὐρέουσι. οὐδέ τις ἄλλη τοῦ πινομένου διαπνοή. τοιγαροῦν ἀκορίῃ μὲν τοῦ ποτοῦ, πλημμύρῃ δὲ ὑγροῦ, περιτάσι δὲ τῆς κοιλίης, ἐξερράγησαν ἀθρόως.νεφροὶ τὴν φυὴν μὲν ἀδενώδεες, χροιὴν δὲ ἐρυθρότεροι, ὁκοῖόν τι ἧπαρ, μᾶλλον ἢ μαζοὶ καὶ ὄρχιες. καὶ γὰρ καὶ οἵδε ἀδένες, ἀλλὰ λευκότεροι. σχῆμα δὲ διδύμοισι ἴκελοι, πλατέες μᾶλλον ἔασι ἅμα καὶ καμπύλοι. κοιλίαι δὲ σμικραὶ ἠθμοειδέες ἐς τὴν τῶν οὔρων διήθησιν. ἐκπεφύκασι δὲ ὀχετοὶ νευρώδεες, ὁκοῖόν τι αὐλοὶ ἀφʼ ἑκατέρου. ἐμπεφύκασι δὲ οἵδε τοῖσι ὤμοισι τῆς κύστιος ἑκάτερθεν. ἴση δὲ τῶν οὔρων ἀπὸ νεφρῶν ἡ ὁδὸς ἐς κύστιν. ἀμφὶ δὲ τήνδε, τοὺς νεφροὺς, καὶ τοὺς πόρους τούσδε, πολλὰ καὶ ποικίλα γίγνεται πάθεα, τὰ μὲν ὀξέα, ἐν αἱμορραγίῃ καὶ πυρετοῖσι, καὶ φλεγμονῇσι κτείνον τα, ὁκόσα μοι λέλεκται· τὰ δὲ χρόνια τηκεδόνι λύοντα τὸν ἄνθρωπον, ἀνώλεθρα μὲν, ἀναλθέα δὲ καὶ ξυναποθνήσκοντα· χρόνια οὖν, ἀποστάσιες , ἕλκεα, λίθων γέννα, αἱμορροΐδες. ἕλκεα μὲν ἐξ ἀποστάσιος μήκιστα, ἠδὲ δυσαλθέ απάντα τοῦ ἀνθρώπου. τῶν λίθων δὲ χρονίη μὲν ἡ γέννα· ὀδυνώδεες σφηνώσιες. οὐ γὰρ Ῥηΐστη ἡ διέξοδος· χαλεπὴ δὲ πρὸς τοῖσι καὶ ἡ τῶν οὔρων ἐπίσχεσις. ἀλλʼ εἰ εἰσὶ πολλοὶ σμικροὶ, ἀλληλουχίῃ μίμνουσι, ἢ εἷς μέγας ἐμφραχθῇ, καὶ ἐπʼ ἀμφοῖντοῖν νεφροῖν ξυμβῇ τάδε, ἐς οὔρων σχέσιν καὶ διάτασιν, ὀλιγήμεροι θνήσκουσι. εὖ γε μέντοι ἡ φύσις ἐπιμήκεα καὶ ἰσομεγέθεα τοῖσι οὐρητῆρσι τὴν κοιλίην τῶν νεφρῶν τεύξασα, σμικρὸν ἄρα μέζονα, ὅκως ἂν, ἢν ἄνω συστῇ λίθος, Ῥηΐστην ὁδὸν τὴν ἐς κύστιν ἴσχῃ. διὰ τόδε καὶ ἐπιμήκεες οἱ λίθοι γίγνονται· πρὸς γὰρ τοῖσι οὐρητῆρσι τὰ πολλὰ πήγνυνται· καὶ ὁκόσοι τῇδε ἐς πάχος ἄνισοι, λεπτοὶ μὲν ἔασι τὰ πρόσω, διὰ τοὺς οὐρητῆρας στενοτέρους ἐόντας· παχέες δὲ τὰ ὀπίσω διὰ τὸ τοὺς νεφροὺς κάτω Ῥεῖν. ἐγγίγνονται δὲ τοῖσι νεφροῖσι μοῦνον, ἀλλὰ τοῖσι διαπύροισι. οὐδὲ ἕδρην γὰρ ἐν τοῖσι οὐρητῆρσι οὐκ ἴσχουσι οἱ λίθοι, ἀλλὰ τὰ ψαμμία σὺν τοῖσι οὔροισι κάτω διαπλέει· τάπερ καὶ σημήϊα καὶ ὕλη τοῦ πάθεος γίγνεται·