καὶ τάσδε διαμπερὲς μέσφι τοῦ πνεύμονος ἐτέτρηνεν ἡ φύσις, ὅκως αὐλὸν διφυέα· χρέεται δὲ τὸ ζῷον ἐς ἀναπνοὴν, ὅκως Ῥινὶ τῇδε τῇ σύριγγι· ἀτὰρ καὶ χερσὶ τῇδε· καὶ κωθωνίην τε γὰρ λάζοιτο, ὁκότε θέλει, τῇ προβολῇ· ἀμφιλαμβάνει τε καὶ ἴσχει κραταιῶς, καὶ οὐκ ἄν τις ἀφέλοιτο αὐτέου βίῃ, ἢν μὴ κρέσσων ἄλλος ἐλέφας· ἀτὰρ καὶ ποίην ἐς νομὴν τῇδε μαστεύει, οὐδὲ τῷ στόματι καὶ τοῖσι σμικροῖσι ὀδοῦσι ἔσθων σάρκας ζῇ· πόδες γὰρ εὐμήκεες ὕπερθεν τῆς γῆς πολλὸν τὸ ζῷον ἀνέχοντες· ἀτὰρ καὶ σμικρὸς αὐχὴν ὅκως ἔλεξα. οὔκουν δύναται τῷ στόματι εἰς τὴν γῆν νέμεσθαι. ποτὶ καὶ ἡ τῶν κεράτων πρὸ τοῦ στόματος ἔκφυσις εἴργει τῆς ποίης ἅπτεσθαι τὸ στόμα. τοιγαρο ῦν ἀνιμᾶται τῇ προβολῇ φόρτον μέγαν· ἔπειτα, ὅκως ἀμαλλοδετῆρι, τῇδε ξυνδήσας ἐντίθησι πολλὸν τῇ κοιλίῃ· εὖτε οἱ πρῶτοι προβοσκίδα τήνδε καλέουσι. ἐπίπροσθεν γὰρ τοῦ ζῴου τῇδε βόσκεται. ἀτὰρ οὐδὲ πιεῖν ἀπὸ λίμνης ἢ ποταμοῦ τῷ στόματι θέμις· ἡ ὠυτὴ γὰρ αἰτίη. ἀλλὰ ἢν διψῇ, ἐντίθεται μὲν τῷ ὕδατι τῆς προβοσκίδος ἄκρην τὴν Ῥῖνα· ἔπειτα ὅκως ἀναπνέων, ἀντὶ τοῦ ἠέρος, τοῦ ὕδατος ἕλκει πολλόν· ἐπὴν δὲ πλήσῃ, ὅκως κώθωνα, τὴν Ῥῖνα, τῷ στόματι ποταμηδὸν ἐγχέει· εἶτα αὖθις ἕλκει καὶ αὖθις ἐγχέει, ἔς τʼ ἂν πλήσῃ ὅκως φορτίδος νηὸς τὴν γαστέρα. ῥινὸν τρηχὺν καὶ πάχιστον, ὀχθώδεας Ῥωγμοὺς ἴσχοντα, αὐλῶνας ἐπιμήκεας, ἑτέρας ἐντομὰς κοίλας, ἐπικαρσίους, ἄλλας δὲ λοξὰς, βαθείας κάρτα, ἴκελον τὸ ξύμπαν τριπόλῳ νειῷ. τρίχες δὲ ἄλλοισι μὲν ζῴοισι φύσι ἠδὲ καὶ χαῖται· ἐλέφαντι δὲ τόδε ἐστὶ ὁ χνοῦς· μυρίαι δὲ καὶ ἄλλαι παραλλαγαὶ πρὸς τὰ ἀλλὰ ζῷα· καὶ γὰρ ὀπίσω κοτὲ κατὰ γόνυ κάμπτει, ὅκως ἄνθρωπος, καὶ μαζὸν πρὸς τῇσι μασχάλῃσι ἴσχει ὅκως γυναῖκες· ἀλλʼ οὔτι μοι χρέος τανῦν ἀμφὶ τοῦ ζῴου γράφειν, πλὴν ὁκόσον ἔξαλλόν τι καὶ ἡ νοῦσος ὁ ἐλέφας καὶ ὁκόσα ἴκελα ἡ ἰδέη τοῦ νοσοῦντος ἴσχει τῇ τοῦ ζῴου φυῇ·ἐκίκλησκον δὲ καὶ λέοντα τὸ πάθος, τοῦ ἐπισκυνίου τῆς ὁμοιότητος εἵνεκεν, ἣν ὕστερον φράσω· ἠδὲ σατυρίησιν τῶν τε μήλων τοῦ ἐρυθήματος καὶ τῆς ἐς συνουσίην ὁρμῆς ἀσχέτουτε καὶ ἀναισχύντου. ἀτὰρ καὶ ἡράκλειον ὅτι τοῦδε μέζον οὐδὲν οὐδὲ ἀλκιμώτερον. μέγα μὲν οὖν τὸ πάθος ἐς δύναμιν· κτεῖναι γὰρ πάντων μᾶλλον δυνατώτατον· ἀτὰρ καὶ ἰδέσθαι αἰσχρὸν καὶ δειματῶδες τὰ πάντα ὡς ἐλέφας τὸ θηρίον· ἀλλʼ ἄφυκτος ἡ νοῦσος· τίκτεται γὰρ θανάτου ἐπʼ αἰτίῃ. ψύξις ἐστὶ τοῦ ἐμφύτου θερμοῦ οὐ μικρά γε, ἢ καὶ πάγος, ὡς ἕν τι μέγα χεῖμα, εὖτε τὸ ὕδωρ τρέπεται ἐς χιόνα, ἢ καὶ χάλαζαν, ἢ κρύσταλλον , ἢ πάγον. ἥδε ἐστὶ ἡ ξυνὴ θανάτου καὶ τοῦ πάθεος αἰτίη, ἀτὰρ οὐδὲ ἴσχει τέκμαρ οὐδὲν ἡ ἀρχὴ τῆς νούσου μέγα· οὐδέ τι ξενοπρεπὲς κακὸν τὸν ἄνθρωπον ἐπιφοιτῇ· οὐδὲ ἐπὶ τοῖσι ἐπιπολῆς τοῦ σκήνεος φαντάζεται , ὡς ἰδεῖν τε εὐθὺς καὶ ἀρχομένῳ ἀρῆξαι. ἀλλὰ τοῖσι σπλάγχνοισι ἐμφωλεῦσαν ὅκως ἀΐδηλον πῦρ, ἤδη τύφεται, καὶ τῶν εἴσω κρατῆσαν αὖθίς κοτε ἐπιπολαίως ἐξάπτεται, τὰ πολλὰ μὲν ὅκως ἀπὸ σκοπιῆς τοῦ προσώπου ἀρχόμενον τηλεφαν ὲς πῦρ κακόν. μετεξετέροισι δὲ ἀπὸ τοῦ ἄκρου ἀγκῶνος, γούνατος, κονδύλων χειρῶν τε καὶ ποδῶν. τῇδε καὶ ἀνέλπιστοι οἱ ἄνθρωποι, ὅτι περ ὁ ἰητρὸς οὐ πρὸς τὰς ἀρχὰς τὰς ἀσθενεστάτας τοῦ πάθεος τῇ τέχνῃ χρέεται, Ῥαθυμίῃ καὶ ἀγνοίῃ τῶν καμνόντων τῆς ξυμφορῆς. νωθέες μὲν γὰρ, ὡς ἀπὸ σχεδίου προφάσιος, ὑπναλέοι, ἡσύχιοι, τὴν κοιλίην ἐπίξηροι. τάδε καὶ τοῖσι ὑγιαίνουσι κάρτα οὐκ ἀήθεα· ἐπὶ δὲ τῇσι αὐξήσεσι τοῦ πάθεος ἀναπνοὴ βρωμώδης ἐκ τῆς ἔνδον διαφθορῆς τοῦ πνεύματος. τοιάδε ὁ ἀὴρ, ἤ τι τῶν ἔξωθεν αἰτίην ἴσχειν δοκέει· οὖρα παχέα, λευκὰ, θολερὰ, οἷον ὑποζυγίου. ἀπὸ σιτίων ὠμῶν τε καὶ ἀπέπτων ἡ ἀνάδοσις, καὶ οὔτε τουτέων ἐστὶ αἴσθησίς τε καὶ μελέτη. οὐδὲ γὰρ οὐδʼ ἢν μὴ πέψωσι γιγνώσκουσι· ὁμοίη ἀπεψίη καὶ πέψις ἥδε· εἰς χρηστὸν γὰρ ἢ οἰκεῖον, οὐ ξυνήθης αὐτέοισι ἡ πέψις.ἀνάδοσις δὲ Ῥηϊδίη, ὅκως ἐς τὴν ἑωυτέων τροφὴν ἁρπάγδην ἕλκοντος τοῦ πάθεος. διὰ τόδε ἐπίξηροι τὴν κάτω κοιλίαν· ὄχθοι ἐπανιστάμενοι, ἄλλοι παρʼ ἄλλους ξυνεχέες μὲν οὐδέκω, παχέες δὲ καὶ τρηχέες, καὶ τὸ μεσηγὺτῶν ὄχθων ἔρρηκται, ὅκως τὸν Ῥινὸν ἐλέφας. εὐρεῖαι δὲ φλέβες οὐ πλημμύρῃ τοῦ αἵματος, ἀλλὰ τῷ τοῦ δέρματος πάχεϊ· οὐκ ἐς πολλὸν δὲ καὶ ἕδρα δήλη, τοῦ παντὸς εἰς ἶσον ὄχθον ἐγειρομένου· τρίχες ἐν μὲν τῷ παντὶ προτεθνήσκουσι, χερσὶ, μηροῖσι, κνήμῃσι, αὖθις, ἥβῃ, γενείοισι ἀραιαὶ, ψεδναὶ δὲ καὶ ἐπὶ τῇ κεφαλῇ κόμαι· τὸ δὲ μᾶλλον πρόωροι πολιοὶ καὶ φαλάκρωσις ἀθρόη. οὐκ εἰς μακρὸν δὲ ἥβη καὶ γένειον ψιλά· εἰ δὲ καὶ ἐπιμίμνοιεν παυραὶ τρίχες, ἀπρεπέστεραι τῶν ἀποιχομένων· δέρμα τῆς κεφαλῆς κατερρωγὸς εἰς βάθος· Ῥυτίδες δὲ συχναὶ, βαθεῖαι, τρηχεῖαι· ὄχθοι ἐς τὸ πρόσωπον σκληροὶ, ὀξέες· ἄλλοτε μὲν ἐς κορυφὴν λευκοί· ποιωδέστεροι δὲ τὴν βάσιν· σφυγμοὶ σμικροὶ, βαρέες, νωθροὶ, ὅκως διʼ ἰλύος μόλις κινεύμενοι· φλέβες κροτάφων ἐπηρμέναι, καὶ ὑπὸ τῆς γλώσσης· κοιλίαι χολώδεες. γλῶσσα χαλαζώδεσι ἰόνθοισι τρηχεῖα· οὐκ ἀδόκητον καὶ τὸ ξύμπαν σκῆνος ἔμπλεων τοιῶνδε ἔμμεναι. καὶ γὰρ καὶ τοῖσι κακοχύμοισι ἱερείοισι τὰ κρέα χαλάζης ἐστὶ ἔμπλεα· ἢν δὲ πολλὸν αἴρηταί τι ἀπὸ τῶν ἔνδοθεν, ἡ πάθη καὶ ἐπὶ τοῖσι ἄκροισι φαίνηται, λειχῆνες ἐπὶ τοῖσι ἄκροισι δακτύλοισι, γούνασι κνησμοὶ, καὶ τῶν κνησμῶν ἅπτονται μεθʼ ἡδονῆς· ἀμπίσχει δὲ ὁ λειχὴν καὶ γένειόν κοτε ἐν κύκλῳ· ἐρεύθει δὲ καὶ μῆλα ξὺν ὄγκῳ οὐ κάρτα μεγάλῳ· ὀττίες ἀχλυώδεες, χαλκώδεες· ὀφρύες προβλῆτες, παχεῖαι , ψιλαὶ, βρίθουσαι κάτω, μεσοφρύων ξυνηγμένων ὀχθώδεες· χρῶμα πελιδνὸν ἢ μέλαν. ἐπισκύνιον οὖν μέγα ἕλκεται καλύπτειν ὄσσε, ὅκως τοῖς θυμουμένοις, ἢ λέουσι· διὰ τόδε καὶ λεόντιον κικλήσκεται. τοιγαροῦν οὐ λέουσι οὐδὲ ἐλέφαντι μοῦνον, ἀλλὰ καὶ νυκτὶ θοῇ ἀταλάντος ὑπώπια.