ἢν γὰρ μειζόνων λάβηται μελέων χωρῆσαι τὴν νοῦσον δυναμένων, οὐχ ὑπερβαίνει τὰ ὄργανα· ἢν δὲ ἀπὸ τοῦ σμικροῦ ἄρξηται, ἔστι εὐήθης καὶ ἀδόκητος ἡ εἰσβολή. ἰσχιάδος μὲν ἀπὸ μηροῦκατόπιν, ἢ ἰγνύος, ἢ κνήμης, ἡ ἀρχή. ἄλλοτε δὲ ἐπὶ τῇ κοτύλῃ τὸ ἄλγημα φαίνεται, αὖθις ἐς γλουτὸν ἢ ὀσφὺν ὀκέλλει, καὶ πάντα μᾶλλόν ἐστιν ἢ δόκησις ἰσχίου. ἀτὰρ καὶ τὰ ἄρθρα ὧδέ πως ἄρχεται· τοῦ ποδὸς τὸν μέγαν δάκτυλον ὰλγέει, αὖθις τὴν ἐπιπρόσω πτέρνην, ᾗ ποτε στηριζόμεθα· ἔπειτα ἐς τὸ κοῖλον ἧκε· τὸ δὲ σφυρὸν ἐξῴδησε ὕστατον. πρόφασιν δὲ αἰτιῶνται ἀναίτιον, οἱ μὲν κρηπῖδος καινῆς τρίβον, οἱ δὲ μακρὴν περίοδον· ἄλλος δὲ πληγὴν ἢ πάτημα· οὐδεὶς δὲ φράσει τὴν οἴκοθεν οὖσαν, ἀτὰρ καὶ ἀκούσασι τοῖσι πάσχουσι τὸ ἀτρεκὲς ἔδοξε ἄπιστον· διὰ τόδε ἐς ἀνήκεστον ἐτράπη, ὅτιπερ τῇσι ἀρχῇσι ὁκότε ἀσθενεστάτη ἐστὶ ἡ νοῦσος, ὁ ἰητρὸς οὐκ ἐνίσταται· ἢν δὲ χρόνῳ κρατυνθῇ, ἀνόνητος ἡ μελέτη. τισὶ μὲν οὖν ἐς ποδῶν ἄρθρα μίμνει μέσφι θανάτου, τισὶ δὲ νέμεται ἐς τὴν τοῦ παντὸς σκήνεος περίοδον· τὰ πολλὰ δὲ ἀπὸ τῶν ποδῶν ἐς χεῖρας ἤϊξε. οὐ γὰρ μεγάλα τὰ ὅρια τῇ νούσῳ χειρῶν τε καὶ ποδῶν, ὅτι ἄμφω ὁμοφυέα, ἰσχνὰ καὶ ἄσαρκα καὶ ἐγγυτάτω τοῦ ἔξω ψύχεος· ἀπωτάτω δὲ τοῦ ἔσω θάλπεος. αὖθις ἀγκὼν καὶ γόνυ· ἐπὶ δὲ τοῖσι κοτύλαι, περίστροφος ἥδε μετάβασις ἐς νώτου μύας καὶ θώρηκος. ἄπιστον εἰς ὅσον ἕρπει τὸ κακόν. σπόνδυλοι ἀλγέουσι Ῥάχεός τε καὶ αὐχένος, καὶ ἐς ἄκρον ἐρείδει τοῦ ἱεροῦ ὀστέου· καὶ ξυμπάντων τοῦ βουβῶνος καὶ ἰδίῃ ἡ ἑκάστου ὀδύνη. ἀτὰρ οἱ δὲ τένοντες ἠδὲ μύες ξὺν ἐντάσι ἀλγέουσι. γνάθων καὶ κροτάφων μύες· νεφρῶν καὶ κύστιος ἡ διαδοχή. ὢ τοῦ θώματος, ἐπὶ πᾶσι πάσχει Ῥῖνας, καὶ ὦτα, καὶ χείλεα, πάντη γὰρ νεῦρα καὶ μύες· τῆς κεφαλῆς ἤλγεέ τις Ῥαφὰς, οὐκ εἰδὼς μὲν ὅ τι πονέει, ἐδείκνυε τῶν Ῥαφῶν τὰ εἴδεα, λοξὴν, εὐθείην, ἐπικάρσιον , ὀπίσω τε καὶ πρόσω· ἰσχνὴν δὲ τὴν ὀδύνην καὶ τοῖσι ὀστέοισι ἐμπεπαρμένην.πᾶσαν γὰρ ὀστέων ξυμβολὴν νέμεται ἡ νοῦσος, ὅκως ποδὸς ἢ χειρὸς ἄρθρον. γίγνονται δὲ τῶν ἄρθρων καὶ ἐπιπωρώσιες· τὰ πρῶτα μὲν ὁκοῖον ἀποστάσιες ἴσχουσι· ἐπὶ δὲ μᾶλλον πυκνοῦνται, καὶ πηγνυμένου τοῦ ὑγροῦ ἀπηνέες αἱ ἀφέσιες· τέλος δὲ πῶροι στερροὶ, λευκοὶ ξυνίστανται· ἐς δὲ πᾶν ὄγκοι σμικροὶ ὁκοῖον ἴονθοι καὶ μέζονες· ὑγρὸν δὲ παχὺ, λευκὸν, χαλαζῶδες. καὶ γὰρ τοῦ παντὸς ἡ νοῦσος ψυχρὴ ὅκως χάλαζα· δοκέει δὲ θέρμης ἢ ψύξιος ἴσχειν διαφορήν. καὶ γάρ τισι τῶν αὖ βδελυκτῶν ἡδονή· ἐμοὶ δὲ ἁνδάνει μίην μὲν αἰτίην τὴν ἔμφυτον ψύξιν ἔμμεναι, μίην δὲ καὶ πάθην· ἀλλʼ ἢν μὲν εὐθέως ἐπιδώῃ καὶ θέρμη φανῇ, ἐμψύξιος χρέος καὶ τοῖσι τέρπεται. ὀνομάζουσι δὲ θέρμην τήνδε· ἢν δὲ ὁ πόνος ἐν τοῖσι νεύροισι εἴσω μίμνῃ, ξυμπεπτώκῃ δὲ τὸ ἄρθρον ἄθερμον, μηδὲ ἐποιδέῃ, ψυχρὴν τήνδε φαίην ἔμμεναι, ἐφʼ ἧς θερμῶν φαρμάκων ἐς ἀνάκλησιν θέρμης χρέος. χρὴ δὲ τάδε πολλὰ τῶν κάρτα δριμέων, θερμασίη γὰρ τά τε ξυμπεπτωκότα μέρεα εἰς ὄγκον ἤγειρε, καὶ τὴν ἔσω θέρμην ἐς ἀνάκλησιν ἤγαγε· εὖτε τῶν ψυχρῶν χρέος. πίστις· τοῖσι γὰρ αὐτέοισι οὐ τὰ αὐτὰ ξυμφέρει· καὶ γὰρ ὅ κοτε ξυνήνεγκε, τοῦτʼ ἔβλαψεν ἄλλοτε· ὡς δὲ ἔπος εἰπεῖν, θέρμης ἐπὶ τῇ ἀρχῇ, ψύξιος δὲ ἐπὶ τῷ τέλει χρέος. ξυνεχὴς μὲν οὖν ποδάγρη οὐ Ῥηϊδίως γίγνεται, διαλείπει δὲ ἔσθʼ ὅπη χρόνον μακρόν, λεπτὴ γάρ· καὶ Ὀλυμπίασι ἐνίκησε ποδαγρὸς ἐπʼ ἀνέσι δρόμον. ἀλλʼ ἄνδρες μὲν παθεῖν Ῥηΐτεροι, γυναικῶν δὲ ἐλαφρότερον· γυναῖκες δὲ ἀραιότερον μὲν ἀνδρῶν, χαλεπώτερον δέ. τὸ γὰρ μὴ ἐν ἔθεϊ μηδὲ οἰκεῖον, ἢν ὑπὸ ἀνάγκης κρέσσον γένηται, βιαστὴν μέζονα τίκτει τὴν ξυμφορήν· ἡλικίη τὰ πολλὰ μὲν ἀπὸ ἐτέων πέντε καὶ τριήκοντα. θᾶσσον δὲ καὶ βράδιον ἐκ τῆς ἑκάστου φύσιος καὶ διαίτης. δεινοὶ μὲν οὖν οἱ πόνοι, καὶ τὰ παρεόντα πόνων μέζονα· λειποθυμίη ἐπὶ τῇσι ψαύσεσι, ἀκινησίη, ἀποσιτίη, δίψος, ἀγρυπνίη·ἢν δὲ ἐπανέλθωσι, τοῦτο μὲν, ὅκως ἐκ θανάτου πεφευγότες, ἄνετοι τὸν βίον, ἀκρατέες, ἁπλοῖ, εὔθυμοι, δωροδόκοι, καὶ ἐς τὴν δίαιταν ἁβροί· τοῦτο δὲ ὡς ἐκ θανάτου αὖθις ἐσόμενοι ἄδην χρέονται τῇ παρούσῃ ζωῇ. ἀπέσκηψε πολλοῖσι ἐς ὕδρωπα ἡ ποδάγρη, ἄλλοτε δὲ ἐς ἆσθμα· καὶ τῶνδε ἄφυκτος ἡ διαδοχή.ἐλέφαντι τῷ πάθεϊ καὶ τῷ θηρίῳ τῷ ἐλέφαντι ξυνὰ μυρία καὶ ἰδέῃ καὶ χροιῇ καὶ μεγέθεϊ καὶ βιοτῇ· ἀτὰρ οὐδὲ ἄλλῳ τῳ ἴκελα, οὔτε τὸ πάθος πάθεϊ, οὔτε τὸ ζῷον ζῴῳ· ἐλέφας μέν γε τὸ θηρίον καὶ κάρτα διαφέρον· πρώτιστα μέν γε μέγιστον καὶ πάχιστον· μεγέθεϊ μὲν ὁκόσον ἂν ζῷον ἐπʼ ἄλλῳ ζῴῳ πυργηδὸν ἀναθείης μέγα· πάχιστον δὲ ἐς πλεῦνα ζῷα πάχιστα, εἰ παράλληλα ξυνθείης. ἀτὰρ οὐδὲ ἰδέην κάρτα τῳ ἴκελον· χροιὴν μὲν μέλανες κατακορ έως ἅπαντες καὶ διʼ ὅλου τοῦ σκήνεος. ἵππος μέν γε ἄλλος μὲν λευκότατος , ὅκως οἱ Θρήϊκες Ῥήσου· ἄλλοι δὲ πόδαργοι, ὅκως Μενέλεω πόδαργος. οἱ δὲ ξανθοὶ, ὅκως ἑκατὸν καὶ πεντήκον τα· ἄλλοι δὲ κυάνεοι· ἵππῳ εἰσάμενος παρελέξα το κυανοχαίτῃ. ὧδε καὶ βόες, ὧδε καὶ κύνες, ἠδὲ ὁκόσα ἀνὰ τὴν γῆν ἑρπετὰ καὶ ζῷα φέρβεται. ἐλέφαντες δὲ μοῦνοι, ζοφοειδέες τὴν χροιήν· νυκτὶ δὲ καὶ θανάτῳ ἴκελοι· ἰδέην δὲ, κάρηνα μὲν μελάντα τα κατέχων καὶ πρόσωπα ἄσημα, ἀΐδηλα τὴν μορφὴν, ἐπʼ αὐχένι σμικρῷ, ὡς δοκέειν τὴν κεφαλὴν ἐπὶ τοῖσι ὤμοισι ἱζάνειν· καὶ ὧδε οὐκ ἔκδηλον. ὦτα γὰρ μεγάλα, πλατέα, πτερυγώδεα , μέσφι κληΐδων τε καὶ στέρνου, ὥστε κρύψαι τὸν αὐχένα τοῖσι ὠσὶ, ὅκως νῆες λαίφεσι. κέρατα δὲ θώϋμα διάλευκα ὁ ἐλέφας ἐπὶ μελαντάτῳ· μετεξέτεροι τάδε ὀδόντας κικλήσκουσι· τάδε μοῦνα λευκότα τα, ὅκως οὐδενὸς ἄλλου τε οὐδὲν οὐδὲ λευκοῦ ζῴου· καὶ τάδε οὐχ ὑπὲρ μέτωπα καὶ κροτάφους, ὅκως τοῖσι κερασφόροισι ἡ φυή· ἀλλὰ κατὰ στόμα καὶ τὴν ἄνω γνάθον, ὄρθια μὲν ἐς τὸ πρόσθεν οὐ κάρτα· ἀλλὰ ἄνω σμικρόν τι καμπύλα· ὅκως δατύσσεσθαι ἐκ τοῦ ὀρθίου ἐνείη, καὶ ἄρασθαι ἄχθος ἐν τοῖσι ὀδοῦσι σιμοῖς. μεγάλα δὲ τὰ κέρατα, μῇκος μὲν ὁκόσον ὀργυιὴν οἱ μέσοι. ἄλλοι δὲ πολλόν τι τουτέων μέζους μέσφιδιπλῶν· προβολὴν δʼ ἴσχει ἡ ἄνω γνάθος ἀπὸ τοῦ χείλεος μακρὴν, ἀνόστεον, σκολιὴν, ἑρπετώδεα. δοιαὶ δὲ ἐπὶ τὸ ἄκρον τῆς προβολῆς ἔασι ἐκτρήσιες·