τούτων δὲ αὐτέων ὁ ὠχρὸς κακίων μὲν, πολλὸν δὲ κρέσσων ὁ τῷ συνήθεϊ μεμιγμένος. ξυνήθης δὲ ἐρυθρὸς μὲν καὶ τὰ τοῦδε εἴδεα· τὸ δὲ ἀληθὲς γεραιτέρῃσι κακίονες οἱ ἐρυθροί· ἥκιστα δὲ νεήνισι οἱ λευκοί. ἀτὰρ καὶ ἀσινέστεροι ταύτῃσι οἱ ξυνήθεες· ἄλλος Ῥόος λευκὸς, ἡ ἐπιμήνιος κάθαρσις λευκὴ, δριμεῖα, καὶ ὀδαξώδης ἐς ἡδονήν· ἐπὶ δὲ τοῖσι καὶ ὑγροῦ λευκοῦ, παχέος, γονοειδέος πρόκλησις. τόδε τὸ εἶδος γονόρροιαν γυναικείαν ἐλέξαμεν. ἔστι δὲ τῆς ὑστέρης ψύξις, οὕνεκεν ἀκρατὴς τῶν ὑγρῶν γίγνεται· ἀτὰρ καὶ τὸ αἷμα ἐς χροιὴν λευκὴν ἀμείβει. τοῦ γὰρ πυρὸς οὐκ ἴσχει τὸ φοινίσσον. τήνδε τὴν πάθην καὶ στόμαχος νοσέει καὶ ἐμέει φλέγμα· ἀτὰρ καὶ ἔντερα ὁμοίην ἴσχει, εὖτε τὴν διάρροιαν νοσέει. γίγνεται ἕλκεα καὶ ἐν ὑστέρῃ, τὰ μὲν πλατέα, κνησμώδεα, ἅπερ ἅλια, ὅκως ἀναδορή τις ἐπιπολῆς, πῦον παχὺ, ἄνοσμον, ὀλίγον. εὐήθεα τάδε τὰ ἕλκεα· ἄλλα τουτέων βαθύτερα καὶ κακίονα, οἷς πόνοι σμικροὶ, πῦον ὀλίγῳ πλεῖον, μᾶλλον κάκοδμα, ἀλλʼ ἔμπης εὐήθεα καὶ τάδε. ἢν δὲ ἐπὶ μᾶλλον βαθέα γίγνηται, καὶ τὰ χείλεα τῶν ἕλκεων ἀπηνέα ἢ τρηχέα, ἰχώρ τις κακώδης, καὶ πόνος τῶν πρόσθεν μέζων, ἀνεσθίει δὲ τὴν ὑστέρην τὸ ἕλκος· ἐξήκει δέ κοτε καὶ ἀπολυθέντι σαρκίον· μὴ εἰς ὠτειλὴν ἰὸν μήκιστον κτάνει τόδε, ἢ χρόνιον γίγνεται κάρτα. τόδε καὶ φαγέδαινα κικλήσκεται. ὀλέθρια δὲ τὰ ἕλκεα, ἢν πρὸς τοῖσι ἄλγος ὀξύνῃ, καὶ ἡ ἄνθρωπος ἀπορῇ. σηπεδὼν δὲ ἀπὸ τοῦ ἕλκεος Ῥέει οὔτε αὐτέῃσι φορητὴ, ἀγριαίνει ψαύσεσί τε καὶ φαρμάκοισι , καὶ χαλεπαίνει πως καὶ ἰητρίῃ· φλέβες δὲ ἐν ὑστέρῃ ἐς ὄγκον αἴρονται ξὺν περιτάσεσι τῶν πέλας· ἔστι δὲ πεπνυμένοισι οὐκ ἄσημον τῇ ἁφῇ. οὐ γὰρ ἄλλως δῆλον· πῦρ δὲ καὶ ἄση τοῦ παντὸς καὶ σκληρίη ξύνεστιν, ᾗπερ τοῖσι θηριώδεσι, θανατώδεα ὄντα ἕλκεα, ἀτὰρ καὶ ἐπίκλησιν ἴσχει καρκίνων. ἄλλος καρκίνος· ἕλκος μὲν οὐδαμῆ, ὄγκος δὲ σκληρὸς, ἀτέραμνος·ξυντιταίνει δὲ τὴν ὑστέρην ὅλην, ἀτὰρ καὶ ἄλγεα κατὰ τὰ ἄλλα ὅσα ἐφέλκει· ταῦτα δὲ ἄμφω τὰ καρκινώ δεα καὶ χρόνια καὶ ὀλέθρια· πολλὸν δὲ τὸ ἕλκος τοῦ ἀνελκώτου κάκιον καὶ ὀσμῇ, καὶ πόνοισι, καὶ ζωῇ, καὶ θανάτῳ. ἐξίσταταί κοτε τῆς ἕδρης ἡ ὑστέρη ὅλη, καὶ ἐπὶ τοῖσι μηροῖσι τῆς γυναικὸς ἱζάνει· ἄπιστος ἡ ξυμφορὴ, ἀλλʼ οὐκ ἀθέητος ἡ ὑστέρη, οὐδὲ ἀγέννητος ἡ αἰτίη. ξυνδίδουσι γὰρ οἱ ὑμένες, οἱ πρὸς τοὺς λαγόνας, ὀχῆες τῆς ὑστέρης ἐόντες νευρώδεες· οἱ μὲν κατὰ πυθμένα πρὸς τὴν ὀσφὺν λεπτοί· οἱ δὲ κατʼ αὐχένα ἔνθα καὶ ἔνθα πρὸς τοὺς λαγόνας· οἱ δὲ μάλιστα νευρώδεες, πλατέες ὅκως νεὼς λαίφεα. πάντες οὖν ξυνδίδουσι οἵδε, ἢν ἔξω ἡ ὑστέρη ἀΐσσῃ. κτείνει μὲν οὖν τὰ πολλὰ ἔκπτωσις ἥδε. γίγνεται γὰρ ἐπὶ ἀμβλωσμ ῷ, καὶ σεισμοῖσι μεγάλοισι, καὶ βιαίῳ τόκῳ· ἢν δὲ μὴ κτάνῃ, ἐς μακρὸν αἵδε ζώουσιν, ὁρέουσαι τὰ μὴ θεητὰ καὶ τιθηνοῦσαι ἔξω καὶ βαυκαλῶσαι τὴν ὑστέρην. δοκέει δέ κοτε τῆς διπλόης τῆς ὑστέρης ὁ ἔνδον ὑπεζωκὼς χιτὼν, ἀποσπᾶσθαι τοῦ ξυναφέος. δοιαὶ γὰρ αἱ σχίδες μὲν αἱ ἐπηλλαγμέναι χιτῶνος· ὅδε οὖν ἀφίσταται μὲν καὶ Ῥεύματι, καὶ ἐντρωσμῷ καὶ βιαίῳ τόκῳ, εὖτε ἐπὶ τῷ χορίῳ προσπέφυκεν αὐτέη. ἢν γὰρ τόδε ἕλκηταιβίῃ, συνεκπεράσας ὁ τῆς ὑστέρης χιτὼν ἀλλὰ ἢν μὴ ἐκθάνῃ ἡ γυνὴ, παλίνορσος τὸ αὐτὸ συνήφθη κοτὲ στάθμῃ, ἢ σμικρὸν ἔξω φαίνεται· σκέπει γὰρ τοῖσι μηρίοισι ἡ γυνή. προσπίπτει κοτὲ τὸ στόμιον τῆς ὑστέρης μοῦνον μέσφι τοῦ αὐχένος, ἀλλʼ αὖθις εἴσω δύεται, ἢν ὀσφραίνηται ἡ ὑστέρη θυμιήσι κακώδεϊ. ἕλκει δὲ αὐτέην καὶ ἡ γυνὴ, ἢν ὀσφραίνηται θυμιητῶν εὐωδέων. ἀτὰρ καὶ χερσὶ μαίης ἀτρέμα εἴσω θέει, ἡσυχῆ πιεζευμένη καὶ χριομένη πρόσθεν τοῖσι ὑστέρης μειλίγμασι.ξυνὸς μὲν ἁπάντων τῶν ἄρθρων πόνος ἡ ἀρθρῖτις· ἀλλὰ ποδῶν μὲν ποδάγρην καλέομεν, ἰσχιάδα δὲ ἰσχίων, χειράγρην δὲ χειρῶν· ἤν γε μὲν σχέδιος ᾖ ἐπί τινι τῶν προσκαίρων αἰτίων ὁ πόνος, ἢ κρύβδην δὲ μελετήσῃ πολλὸν χρόνον ἡ νοῦσος, εὖτε ἐπὶ προφάσι σμικρῇ ὁ πόνος καὶ ἡ νοῦσος ἐξήφθη· ἔστι δὲ ἁπάντων ξυλλήβδην τῶν νεύρων ἡ πάθη, ἢν αὐξηθὲν τὸ κακὸν ἅπασι ἐπιφοιτῇ· ἀρχὴ δὲ νεῦρα τὰ δεσμὰ τῶν ἄρθρων, καὶ ὁκόσα ἐξ ὀστέων πέφυκεκαὶ ἐν ὀστέοισι ἐμφύνει. θώϋμα δὲ τουτέων μέγα. οὐ πονέει μὲν γὰρ θρὶξ, οὐδʼ ἂν τέμνῃ τις ἢ θλίβῃ· ἢν δὲ ἐξ ἑωυτέων πονῇ, οὐδὲ ἕτερον ἀλγέει τοῦδε δυνατώτερον, οὐ σιδηρὰ σφίγγοντα, οὐ δεσμὰ, οὐ τιτρῶσκον ξίφος, οὐ καῖον πῦρ. καὶ γὰρ καὶ ταῦτα ἐπαναιροῦνται ὡς μεζόνων πόνων ἄκεα· καὶ ἢν τάμῃ τις αὐτὰ πονεῦντα, ἀμαυροῦται ὁ τῆς τομῆς πόνος σμικρὸς ὑπὸ τοῦ μέζονος· ἢν δὲ ὅδε κρατέῃ, ἡδονὴ σφέας λάζυται ἐπιλήθουσα τῶν πάρος· πάσχουσι δὲ τοῦτο ὀδόντες καὶ ὀστέα. αἰτίην δὲ ἀτρεκέα μὲν ἴσασι μοῦνοι θεοὶ, ἐοικυῖαν δὲ καὶ ἄνθρωποι· ἔστι δὲ ὡς ἔπος εἰπεῖν τοιόνδε. τὸ μὲν κάρτα πυκνὸν ἀναίσθη τον ψαύσιος καὶ τρώσιος, τῇδε καὶ ἄπονον ψαύσι καὶ τρώσι. ἄλγος γὰρ τρηχείᾳ ἐν αἰσθήσι, τὸ δὲ πυκινὸν ἀτρήχυν τον· διὰ τόδε καὶ ἄπονον· τὸ δὲ ἀραιὸν, εὐαισθη τὸν , καὶ τρηχύνεται τρώματι. ἀλλʼ ἐπεὶ καὶ τὰ πυκνὰ ζῇ ἐμφύτῳ θέρμῃ, καὶ αἴσθεται τῇδε τῇ θέρμῃ· εἰ μὲν οὐσιώδης ἡ δρῶσα αἰτίη ἔοι, οἷον ἠ μάχαιρα ἢ λίθος, τὸ οὐσιῶδες τοῦ πάσχοντος οὐκ ἀλγέει· πυκνὸν γὰρ τὴν φυήν. ἢν δὲ τῆς ἐμφύτου θέρμης δυσκρασίη λάβηται, αἰσθήσιος γίγνεται τροπή. τοῦτο ὦν ἐξ ἑωυτέης πονέει ἡ θέρμη, ἐκ τῆς κατʼ αἴσθησιν ἔσωθεν ἐγείρεται ὤσιος. φύσιος δὲ τῆς ἐς μέζω, ἢ περιουσίης, τὰ ἄλγεα. Ἐγχρίμπτεται δὲ ἡ ἀρθρῖτις ἄλλοτε ἐς ἄλλα ἄρθρα, τοῖς μὲν ἐς ἰσχία, καὶ τὰ πολλὰ τῇδε ἐπιμίμνει γυιὸς, ἅσσα τε μέλεά κοτε μικρὸν, εὖτε οὐδὲ ἐπὶ τὰ σμικρὰ φοιτῇ, πόδας τε καὶ χεῖρας.