πυρετοὶ ἀμυδροὶ, Ῥίγεα πρὸς ἑσπέρην, ἱδρῶτες ἐπʼ ἀνέσι, ἀγρυπνίη, οἰδήματα ἐν ἄκροισι ποσὶ καὶ χειρῶν δακτύλοισι , ἄλλοτε καὶ ἄλλοτε καθιστάμενα, καὶ ἐπαιρόμενα· δυσφορίη, ἀποσιτίη, ἰσχνότη ς ὅλου· ἢν δὲ καὶ μῆκος ἴσχῃ ἡ μεταβολὴ, ἕξις φθινώδης. οὐ γὰρ ἔτι φύσις ἔργου ἔχεται. οὐ γὰρ πέψις ὁκοίη πρόσθεν, οὐκ εὐσαρκίη, χροιὴ ζοφώδης· ἀναπνοὴ πᾶσι μὲν κακὴ, κακίων δὲ οἷσι ἐς τὴν ἄνω κοιλίην. ἀτὰρ καὶ βὴξ τὰ πρῶτα, μέσφι ἂν ἡ φλεγμασίη πιέζει, εὖτε καὶ πόνοι μέζονες καὶ Ῥίγεα, καὶ θέρμη, καὶ ἀγρυπνίη, καὶ δύσπνοια ἔτι μᾶλλον· σφυγμοὶ σμικροὶ, νωθροὶ, ἀδρανέες, τὴν γνώμην παράληροι, διάτασις τοῦ θώρηκος. ἢν δὲ ἤδη εἰς γέννησιν ἥκῃ πύου, πάντα μέγιστα· ἀναγωγὴ δὲ σμικρὴ ἐπὶ βηχὶ μέζονι, καὶ ἐξ ἀποστάσιος βιαίης. τὰ πρῶτα φλεγματωδέ ων χολοβάφων ἐπὶ τὸ μελάντερον , ὅκως ἐξ αἰθάλης· ἔτι δὲ διαίμων καὶ παχέων· ἢν δὲ καὶ Ῥαγήσεσθαι μέλλῃ, καὶ σαρκοειδέων βαθέων· καὶ ἢν Ῥαγῇ, κίνδυνος μὲν πνίξιος, ἢν πολλὸν καὶ ἀθρόον ἐκχυθῇ πῦον· ἢν δʼ οὖν ἐκρέῃ σχέδην, ἀτρεκέει· πῦον ἢν κάτω περῆσαι θέλῃ, τὰ μὲν ἄνω μέρεα ἔνθα ἡ ἀπόστασις, ὀξὺς πόνος, κοιλίη ὑγρὴ, τὰ πρῶτα ὑδατώδεα ξὺν φλεγματώδεσι· ἔπειτα περίρροια αἱματωδέων , καὶ αὖθις σαρκοει δέων, ἢν ἤδη Ῥαγῇ. ἕπεται δὲ τουτέοισι πῦον, ἢ διὰ κοιλίης, ἢ οὔρων· ἀγαθαὶ δὲ πάντων μᾶλλον, αἱ ἐς νεφροὺς καὶ κύστιας μεταλήψιες. φέρεται δὲ, ἤν τε ἄνω, ἤν τε κάτω, χρόος πύου ποικίλον, ὠχρὸν, ἢ λευκὸν, ἢ τεφρίζον, ἢ πελιδνὸν, ἢ μέλαν, καὶ κακῶδες· ἢ ἄνοσμον καὶ παχύτατον· ἢ μέσως ἴσχον, ἢ λεῖον, ὁμαλὸν, ἢ τρηχὺ, ἀνώμαλον, καὶ σαρκοει δέα τὰ ἐμπλόωντα, στρογγύλα, ἢ πλατέα, Ῥηϊδίως ἀποπλυνόμενα, ἢ ἰξώδεα· ἀθρόον δὲ περὶ πύου εἰρῆσθαι, ὁκόσα μὲν λευκὰ, πέπονα, ἄνοσμα, λεῖα, στρογγύλα, καὶ ἀναβήσσεται θᾶσσον, ἢ ὑποφέρεται, περιεστηκότα· ὁκόσα δὲ ἔξωχρα, χολώδεα, ἀνώμαλα, μοχθηρά. πολλὸν δὲ τουτέων κακίω, τὰ πελιδνὰ καὶ μέλανα.σηπεδόνα γὰρ καὶ ἀνεσθιόμενα σημαίνουσι τὰ ἕλκεα. Προσξυν ιέναι δὲ τουτέοισι καὶ τὴν ἕξιν, καὶ τὰ ξυνομαρτέοντατῇ νούσῳ. ἢν γὰρ ἐπὶ τῇ ἐκκρίσι εὐφόρως φέρῃ, ἄπυρος γίγνηται, εὖτε πέσσῃ, εὔχρους, εὔσιτος· ἢrend="indent"ν ἀναβήσσῃ εὐμαρῶς, εὔσφυκτος, εὔτονος γίγνηται, ἀνώλεθρος ὁ νοσέων· ἢν δὲ ἐπιπυρεταίνῃ, καὶ πάντα ἐς κακὸν τρέπηται, ἀνέλπιστος. προσξυνιέναι δὲ καὶ τὰ χωρία, ἔνθα αἱ ἀποστάσιες· ὁκόσοισι γὰρ ἐν τῷ στέρνῳ τὸ ἐμπύημα γίγνεται, βραδέως ἀφίσταται. ψιλὰ γὰρ καὶ ἄσαρκα καὶ χονδρώδεα τὰ μέρεα· τὰ δὲ τοιάδε οὐ Ῥηϊδίως δέχεται φλεγμον ῆς περιουσίην· ἀνεκπύητα δὲ μίμνει πουλὺν χρόνον· ψυχρὸν γὰρ οἱ χόνδροι, ἀλλὰ τῶνδε ἀσινέες μὲν αἱ φλεγμοναί, τῆς ἕξιος δὲ κακαὶ συντήξιες, μακρὸν γὰρ διαπυΐσκει χρόνον. σπλὴν καὶ ἧπαρ καὶ πνεύμων καὶ διάφραγμα ὀξύτερα μὲν ἐς ἐμπύησιν, ἐπικίνδυνα δὲ καὶ θανατώδεα.εὖτε ὁκόσοισι περιπνευμον ικοῖσι ἂν φλέγμα ἔῃ, καὶ μὴ διαχέηται, περιγίγνονται· οἱ δὲ διαδιδρήσκοντες τὸ κάτοξυ τοῦ πάθεος ἔμπυοι γίγνονται. τὰ μὲν οὖν μελλούσης ἢ τετελες μένης ἀποστάσιος σημεῖα ἐν τοῖσι ἐμπύοισι ἔλεξα· ἢν δὲ τελεσθῇ, οὐ βίης καὶ πόνων ἐς ἀπόρρηξιν καὶ ἀναγωγὴν χρέος, ὅπωσπερ ἐν τοῖσι σώμασι· ἀλλὰ γὰρ Ῥηϊδίως ἀναφέρεται, διατάσιος μᾶλλον τῶν ἀραιωσίων γενομένης, ἤπερ ἕξιος σωμάτων. μανὸς γὰρ καὶ πολύτρητος ὁ πνεύμων, σπογγίῃ ἴκελος, οὐ χαλεπαίνων τῷ ὑγρῷ, ἄλλην ἀπʼ ἄλλης εὐρυχωρίην ἀμείβοντι, μέσφι τῆς τρηχείης ἀρτηρίης ἥκειν. περίοδοι δὲ τῷ ὑγρῷ Ῥηΐδιαι. εὐκαμπὲς γὰρ ἠδὲ ὀλισθηρὸν πῦον. ἀτὰρ καὶ ἡ ἀναπνοὴ ἄνω τὸ πνεῦμα φυσῇ. περιγίγνονται δὲ τὰ πολλὰ, εἰ μή κοτέ τις ἀπεπνιγῆ ἀθρόῃ ἑλκύσι τοῦ ὑγροῦ, τῆς ἀρτηρίης οὐ δεχομένης τὸν ἠέρα πλήθεϊ τοῦ πύου. θνήσκου σι δὲ μετεξέτεροι χρόνῳ τὸν φθινώδεα καὶ τὸν ἐμπυϊκῶν τρόπον· τὰ δὲ πῦα λευκὰ, ἔπαφρα, σιάλῳ μεμιγμένα· ἄλλοτε δʼ αὖ τεφροειδέα , ἢ ὑπομελανίζοντα· καὶ βρογχίον κοτὲ ἀνεπτύσθη ἐπὶ ποικίλῳ ἕλκεϊ, ἢν βάθος ἴσχῃ ἡ ἀπόστασις, εὖτε καὶ ἀπορρῶγες ἀναφέρονται τοῦ σπλάγχνου. βραγχώδεες , βραχύπνοοι , βαρύφωνοι, τὰ στήθεά σφιν εὐρέα γίγνεται, καὶ εὐρυτέρων τῆς ὑγρασίης δέονται. ὀφθαλμῶν τὰ μέλανα στιλπνά· τὰ δὲ λευκὰ, λευκότα τα καὶ πίονα· μῆλα ἐρευθῆ, φλέβες ἐν τῷ προσώπῳ κυρταί. θώϋμα δὲ ἐπὶ τουτέων. τόνος μὲν γὰρ εὐσαρκίης μείζων, εὐψυχίν δὲ τόνου δυνατωτέρη.εἰ ἀπὸ δρόμου καὶ γυμνασίων καὶ παντὸς ἔργου δυσπνοεῖ ἡ ἀναπνοὴ, ἆσθμα καλεῖται· καὶ ἡ νοῦσος δὲ ὀρθόπνοια, καὶ ἥδε κικλήσκεται ἆσθμα· ἐν γὰρ τοῖσι παροξυσμοῖσι ἀσθμαίνουσι καὶ οἵδε. ὀρθόπνοιαν δὲ ἐκάλεον, οὕνεκεν ὀρθίῳ σχήματι μοῦνον ἀναπνέουσι εὐφόρως· πνὶξ γὰρ ἐν κατακλίσι. εἵνεκεν τοῦ τόνου τοῦ ἐπὶ τῷ πνεύματι ὀρθόπνοια τοὔνομα. ὄρθιος γὰρ ἀνατέταται ἐς ἀναπνοὴν, κἢν ὕπτιος κατακλινθῇ ὥνθρωπος, κίνδυνος πνιγῆναι. πάσχει δὲ πλεύμων· ξυμπαθέει δὲ καὶ τὰ ξυντελοῦντα ἐς ἀναπνοὴν, διάφραγμα, θώρηξ· ἢν δὲ καρδίη πάθῃ, οὔκοτε ἐς πολλὸν διαρκέσειε. τῇδε γὰρ ἡ τῆς ἀναπνοῆς καὶ τῆς ζωῆς ἀρχή. αἰτίη δὲ ψύξις καὶ ὑγρότης τοῦ πνεύματος· ὕλη δὲ ὑγρὰ, παχέα, κολλώδεα· εὐπαθέες δὲ γυναῖκες ἀνδρῶν μᾶλλον, ὅτι περ ὑγραί τε καὶ ψυχραί· οἱ δὲ παῖδες τούτων περιγίγνονται Ῥηΐτερον, ἡ γὰρ φύσις ἐν αὐξήσι θερμῆναι δυνατωτάτη. ἄνδρες δὲ εἰ καὶ μὴ Ῥηΐδιοι παθεῖν, ἀλλὰ θνήσκουσι θᾶσσον. ἀμβολὴ δὲ θανάτου ὅσοισι ἐν ἔργου πρήξι, ἢ ἐν εἰρίοισι πλεύμων θάλπεται καὶ διαίθεται, ὁκοῖόν τι τοῖσι τῆς τιτάνου ἐργάτῃσι, ἢ χαλκεῦσι, ἢ σιδηρεῦσι, ἢ καὶ λουτρῶν πυρσευτῆρσι. Μελλησμοῦ δὲ σημήϊα, βάρος τοῦ θώρηκος, ὄκνος ἐς τὸ ξύνηθες ἔργον, ἀτὰρ ἠδὲ ἐς ἅπασαν πρῆξιν, δύσπνοια ἐν δρόμῳ, ἢ πρὸς ὁδὸν ὀρθήν· βραγχώδεες καὶ βηχώδεες, φῦσα ἐν τοῖσι ὑποχονδρίοισι καὶ ἐρυγαὶ παράλογοι, ἀγρυπνίη, θερμασίη νύκτωρ σμικρὴ, ἀσαφής· Ῥὶς ὀξείη, ἐς ἀναπνοὴν ἑτοίμη. ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, μῆλα ἐρυθρά· ὀφθαλμοὶ προπετέες, ὡς ἐπʼ ἀγχόνῃ, Ῥωγμὸς ἐν ἐγρηγόρσι· πολλὸν δὲ μέζον τὸ κακὸν ἐν ὕπνῳ· ὑγρὴ καὶ ἄηχος ἡ φωνή· πολλοῦ καὶ ψυχροῦ ἠέρος ἐπιθυμίη· ἐς τὸ ὕπαιθρον ἴενται, πᾶς γὰρ αὐτέοισι οἶκος ἐς ἀναπνοὴν οὐ διαρκής· ἀναπνέουσι ὄρθιοι, ὅκως ἅπαντα σπάσαι τὸν ἑλκόμενον ἠέρα ποθέοντες, ὑπʼ ἀπορίης δὲ τοῦ ἠέρος καὶ διοίγουσι τὸ στόμα, ὡς τῷδε μέζονι χρεόμενοι· ὠχροὶ τὰ πρόσωπα, πλὴν τῶν μήλων. τάδε γὰρ ἐρευθῆ.