ἢν ἕλκος ἐξ ἀποστάσιος ἐν τῷ πνεύμονι γένηται, ἢ ἐκ βηχὸς χρονίης, ἢ ἀναγωγῆς αἵματος, καὶ ἀναβήσσῃ πῦον, πύη, καὶ φθίσις κικλήσκεται· ἢν δὲ θώρηξ ἢ πλευρὸν ἐμπυήσῃ, ἐπανάγηται δὲ διὰ τοῦ πνεύμονος, ἐμπύη ἥδε τοὔνομα. ἢν δὲ ἐπὶ τοῖσι καὶ ὁ πνεύμων ἕλκος ἵσχῃ, ἀναβρωθεὶς ὑπὸ τοῦ διενεχθέντος πύου, τοὔνομα οὐκέτι ἐμπύη, ἀλλὰ φθόην μεταλαμβάνει· ξύνεστι δὲ καὶ πῦρ ξυνεχὲς, ὡς μὴ δοκέειν, λῆγον μὲν οὔκοτε, λῆθον δὲ διʼ ἡμέρης ἱδρῶτι καὶ ψύξι τοῦ σκήνεος. καὶ γὰρ καὶ τὰ ἴδια φθόης ἐστὶ, ἢν ἡ θέρμη ζωπυρῇ, καὶ ἐς νύκτα ἐκλάμπῃ, ἡμέρην δὲ αὖθις ἐν τοῖσι σπλάγχνοισι φωλεύει· δηλοῖ δὲ ἡ δυσφορίη, καὶ ἡ ἀδυναμίη, καὶ αἱ ξυντήξιες. ἢν γὰρ ἀπεδίδρησκε τοῦ σκήνεος διʼ ἡμέρης τὸ πῦρ, πῶς οὐκ ἂν ἐσαρκοῦ τό τε καὶ ἠδύνατο, καὶ εὐφόρως εἶχεν ὥνθρωπος; εὖτε γὰρ ἀνάγει, ἐπὶ μᾶλλον τὰ δεινὰ αὐξέεται. σφυγμοὶ σμικροὶ καὶ ἀμυδροὶ, ἀγρυπνὴ, ἄχροια, καὶ τἄλλα πάντα ὁκόσα οἱ πυρεταίνοντες· ἰδέαι δὲ ὑγρῶν μυρίαι, πελιδνῶν, μελάνων κατακορέων , ἢ ὠχρολεύκων , ἢ λευκοχλωρέων· πλατέων, στρογγύλων· σκληρῶν, δυσλύτων, ἢ μανῶν, λυομένων· ἢ ἀνόσμων, ἢ κακωδέων· ἅπαντα δὲ τάδε πύου ἔασι ἰδέαι. ὁκόσοι γὰρ ἢ πυρὶ ἢ ὕδατι τὰ ὑγρὰ τεκμαίρονται, οὐ κάρτα μοι δοκέουσι φθόην οἵδε γιγνώσκειν· πιστοτέρη γὰρ ἡ ὄψις ἁπάσης ἄλλης αἰσθήσιος, οὐ τῶν ἀναγομένων μοῦνον, ἀλλὰ καὶ τοῦ εἴδεος τοῦ νοσέοντος. ἢν γὰρ καὶ δημότης ἴδῃ τὸν ἄνθρωπον ὠχρὸν, ἀδρανῆ, ἀναβήσσοντα, ξυντετηκότα, ἀτρεκέα μαντεύεται φθόην· ἀτὰρ ἠδὲ ὁκόσοισι μὲν ἕλκος μὲν οὐκ ἔστι ἐν πνεύμονι, ξυντετήκασι δὲ πυρετοῖσι χρονίοισι, πυκνὰ δὲ καὶ σκληρὰ καὶ ἀτελέα βήσσουσι, καὶ ἀνάγουσι οὐδὲν, καὶ τούσδε φθισικοὺς κικλήσκουσι, οὐ πάνυ ἀσήμως. ξύνεστι δὲ τοῦ θώρηκος βάρος· πλεύμων γὰρ ἄπονος, ἄση, δυσφορίη, ἀποσιτίη, ἑσπέρῃ περίψυξις, καὶ θέρμη ἐς τὴν ἕω· ἱδρὼς ἄχρι θώρηκος τῆς θέρμης δυσφορώτερος· βηχὸς ἀναγωγαὶ ποικίλαι, ὁκοίας ἔλεξα. φωνὴ βραγχώδης·αὐχὴν ὑποσκόλιος, Ῥαδινὸς, οὐκ εὐπαράγωγος· ὁκοῖόν τι ξυντετα μένος· δάκτυλοι ἰσχνοὶ, τὰ δὲ ἄρθρα παχέα· ὀστέων μούνων ἡ ἰδέη· σμύχονται γὰρ καὶ σάρκες· ὄνυχες γρυποὶ δακτύλων, αἱ κοιλίαι Ῥυσαὶ καὶ πλατέες· ὑπʼ ἀσαρκίας γὰρ οὔτε τὴν περιταινίην οὔτε τὸ στρογγύλον ἴσχουσι. διὰ τόδε καὶ ὄνυχες γρυποί· ἥδε γὰρ ἡ ἀνακωχὴ, καὶ ἡ ὑπόστασις αὐτέων, ἥτις ἐν τῇσι κορυφῇσι πεπλησμένη εἵνεκεν αὐτῶν· ἔστι καὶ ὁ τόνος, ὥσπερ καὶ τὰ στερεά· Ῥὶς ὀξείη, ἰσχνὴ, μῆλα ὑπερίσχοντα καὶ ἐρυθρὰ, ὀφθαλμοὶ κοῖλοι, στιλπνοὶ, γανόωντες· οἰδαλέοι, καὶ ὠχροὶ, ἢ πελιδνοὶ τὰ πρόσωπα. γνάθων τὰ λεπτὰ τοῖσι ὀδοῦσι προσιζάνσει μειδιῶσι ἴκελον, τὰ πάντα νεκρώδεες. ὧδε καὶ τὰ πάντα ἴσχει· ἰσχνοὶ, ἄσαρκοι, βραχιόνων μύες ἄδηλοι, μαζῶν οὐδὲ ἴχνη, ἐκφανέες δὲ μοῦναι θηλαί. πλευρὰς οὐ καταλέξαι μοῦνον εὔσημον, ἀλλὰ καὶ ὅπη κραίνουσι, ἐσιδεῖν Ῥηΐδιον· οὐδὲ γὰρ αἱ πρὸς τοὺς σπονδύλους συναθρώσιες εὐξύγκρυπτοι· δῆλαι δὲ καὶ αἱ εἰς τὸ στέρνον ἐπιβολαί· τὰ μέσα τῶν πλευρέων κοῖλα, Ῥομβοειδέα. ὡς ἐς τὴν τῶν ὀστέων περιαγωγὴν ὑποχόνδρια λαγαρὰ, ἀνεσπασμένα, ἐπιγάστριον τῇ Ῥάχει προσφυὲς καὶ λαγών. ἄρθρα ἐναργῆ, ἔξαρθρα, ἀσαρκώδεα, καὶ ἡ κνήμη, ἰσχίον τε καὶ βραχίων. ὑπερίσχει ἡ ἄκανθα τῶν σπονδύλων ἡ πρόσθεν κοίλη τῶν ἑκατέρων ἐκτετηκότων μνῶν· ὡμοπλάται ἐκφανέες ὅλαι, ὅκως πτέρυγες ὀρνίθων. τουτέοισι ἢν κοιλίη ἐκταραχθῇ, ἀνέλπιστοι· ἢν δὲ ἐς ὑγείην τρέπηται, τὰ ἐναντία τοῖσι ὀλεθρίοισι ἐπιφοιτῇ. γηραιοὶ μὲν οὐ ξυνεχέες πάσχειν· διαδιδρήσκουσι δὲ ἥκιστα· νέοι δὲ μέχρι ἀκμῆς ἀπὸ αἵματος ἀναγωγῆς φθινώδεες γίγνονται, καὶ ὑγιάζον ται μὲν, οὐ Ῥηϊδίως δέ· παιδία ξυνεχῶς τῇ βηχὶ μέχρι φθόης κοτὲ Ῥηϊδίως ὑγιάζεται· ἕξιες δὲ Ῥαδινοὶ, σανιδώδεες , πτερυγώδεες, ἐξεχέβρογχοι, λευκοὶ, ἀραιότεροι τὸν θώρηκα· χῶραι δὲ ψυχραὶ καὶ ὑγραὶ, ὁκόσαι τῷ εἴδεϊ τοῦ πάθεος ἀδελφαί.οἷσι ἐν τῇσι κοιλίῃσι τὰ ἄνω κατʼ ἴξιν τοῦ θώρηκος ἢ τὰ κάτω ὑπὸ τὸ διάφραγμα πύου ἀποστάσιες γίγνονται, ἢν μὲν ἀνάγωσι, ἔμπυοι οἵδε καλέονται· ἢν δὲ τὸ πῦον διεξίῃ κάτω, ἀποστηματίαι κικλήσκονται· καὶ ἐν μὲν θώρηκι ἐν τοῖσι ἕλκεσι, ἤτοι ἐν πλεύμονι, ἣν ἐκδέχεται φθόη, ἢ ὑπεζωκότι ἐν πλευρῷ, ἢ στέρνῳ, ἢ κάτωπη πρὸς τῇ ξυμφύσι τοῦ πνεύμονος κατὰ Ῥάχιν, ἤ πη τοῦ θώρηκος ἄλλῃ, — ξυμπάντων δὲ ἐς ἀναγωγὴν ὁδὸς τῷ πύῳ πνεύμων. ὑπὸ δὲ τὸ διάφραγμα ἐν τοῖσι σπλάγχνοισι, ἥπατι, σπληνὶ, νεφροῖσι, κύστις· ἐπὶ γυναικῶν δὲ καὶ ὑστέρη· ἔταμον δὲ καὶ ἐγὼ ἐν κώλῳ τινί κοτε ἀπόστασιν τὰ ἐπὶ δεξιὰ πρὸς ἥπατι· καὶ πολλόν τι ἐσσύθη ἔξω πῦον· πολλὸν δὲ καὶ διὰ νεφρῶν καὶ κύστιος ἐς ἡμέρας πλεῦνας ἐρρύη, καὶ περιεγένετο ὥνθρωπος. αἰτίαι δὲ ξυναὶ μὲν ἁπάντων πληγὴ, ἀπεψίη, ψύξις, ἠδὲ ὁκοῖα τοιάδε. τοῖσι δὲ ἐν θώρηκι, βὴξ χρονίη, καὶ πλευρῖτις, καὶ περιπνευμονίη, καὶ Ῥεῦμα χρόνιον· ἀτὰρ ἠδὲ ὀξείας νούσου ἐς ἕν τι τουτέων ἀπόσκηψις. τὸ δὲ ὑγρὸν ἄλλοτε μὲν ἀεργὸν, ἀδρανὲς, ἐγκέεταί τῳ ἄλλῳ· ἄλλοτε μὲν δριμὺ δαπτῶς, καὶ σηπεδόνας ἐμποιέον μέσφι θανάτου. καὶ γὰρ καὶ ἰδέαι μυρίαι, ὁκόσας αὖθις φράσω. θώϋμα δὲ ὅκως ἐξ ὑμένος λεπτοῦτε καὶ ἰσχνοῦ, βάθος οὐκ ἴσχοντος, τοῦ ὑπεζωκότος, τοσόνδε Ῥέει πῦον· πολλὸν γὰρ πολλοῖσι ξυνελέγη. αἰτίη δὲ φλεγμασίη ἀπὸ περιουσίης αἵματος, ἐφʼ ᾗ παχύνεται ὁ ὑμὴν, ἀτὰρ ἠδὲ ἐκ πολλοῦ αἵματος πολλὸν γίγνεται ἐν μέσῳ πῦον· κἢν μὲν εἴσω Ῥέπῃ, αἱ πλευραὶ τὰ ὀστέα κατὰ χώραν τὴν σφῶν αὐτέων, φθίσιν ἔλεξα πρόσθεν ἑτέραν ἔμμεναι συμβεβῶ σαν κατὰ φύσιν· ἢν δὲ ἔξω Ῥέπῃ, διΐσταται τὰ ὀστέα. ἐς γὰρ ἕν τι τῶν μέσων πλευρῶν τῆς ἀποστάσιος ἡ κορυφὴ ἐγείρεται, εὖτε ἔνθα καὶ ἔνθα πλευρὰ παρωθέεται. σημήϊα δὲ τὰ μὲν ἁπάντων ξυνὰ, τὰ δὲ ἑκάστου ἴδια· βάρος ἢ πόνος γε ξυνόν· πνεύμων γὰρ ἄπονος·