τόδε μέντοι τὸ πρῆγμα δίδαγμα διαφορῆς δυνάμιός τε καὶ κρίσιος πρὸς ἀριστερὰ δεξιοῖς. ἴση μὲν γὰρ καὶ ἡ προσίζουσα αἰτίη, ξυναὶ δὲ ἀμφοῖν τοῦ πάθεος αἱ προφάσιες, ἤν τε ψύξις, ἤν τε ἀπεψίη, ἀλλὰ ἄμφω παθεῖν οὐκ ἶσα ἄν. ἰσόρροπος δὲ ἡ φύσις, ὡς ἐν ἰσορρόπῳ, τωὐτὸν δὲ ἐν ἀνίσοις ἀδύνατον. ἢν μὲν οὖν τῆς κεφαλῆς κάτω πάθῃ τις ἀρχὴ, ὁκοῖόν τι τοῦ νωτιαίου μυελοῦ ἡ μῆνιγξ, τὰ ὁμώνυμα καὶ ξυναφέα παραλύεται, δεξιὰ ἐπὶ δεξιοῖσι, καὶ ἐπʼ ἀριστεροῖσι λαιά. ἢν δὲ κατάρχῃ κεφαλὴ, ἐπὶ μὲν τοῖσι δεξιοῖσι τὰ λαιὰ παραλύεται, δεξιὰ δὲ ἐπʼ ἀριστεροῖσι. αἰτίη δὲ, τῶν ἀρχέων τῶν νεύρων ἡ ἐπαλλαγή. οὐ γὰρ κατʼ ἴξιν τὰ δεξιὰ ἐπὶ δεξιὰ ὁδοιπορέει, μέσφι περατῶνται, ἀλλʼ ἔμφυτα τῇ ἀρχῇ ἕκαστα εὐθὺς ἐπʼ ἐκεῖνα φοιτῇ, ἀλλήλοισι ἐπαλλαξάμενα εἰς χιασμὸν σχήματος· ἀθρόον δὲ εἰρῆσθαι, εἴτε ξύμπαντα ὁμοῦ, εἴτε μέρεα παρίεται, ἢ ξυναμφοτέρων, νεῦρα δὲ ἄλλοτε μὲν τὰ ἀπὸ κεφαλῆς πάσχει· τάδε μέντοι ἐς ἀναισθησίην τρέπονται, ὡς ἔπος εἰπεῖν· οὐ γὰρ Ῥηϊδίως ἐς ἀκινησίην ἐξ ὡυτέων Ῥέπει τάδε· κἢν μὲν τοῖσι κινευμένοισι ξυμπαθήσῃ, πάσχει καὶ τάδε σμικρὴν ἀκινησίην· ἴσχει γὰρ καὶ τὴν κίνησιν ἐξ ὡυτέων, εἰ καὶ ἐπὶ ἧσσον φύσι· ἄλλοτε δὲ τὰ ἀπὸ μυῶν ἐς μύας περαιούμενα, τάδε τὸ κῦρος τῆς κινήσιος ἴσχει, καὶ τοῖσι ἀπὸ τῆς κεφαλῆς προσδιδοῖ. καὶ γὰρ αὐτὰ ἀπʼ ἐκείνων τὸ πλεῖστον τῆς κινήσιος ἴσχει· ἴσχει δὲ καὶ ἐξ ἑωυτέων καὶ ἔλαττον· τάδε μέντοι ἀκινησίην πάσχει μᾶλλον· σπάνιον δὲ εἴ κοτε ἐξ ἑωυτέων εἰς ἀναισθησίην τρέποντα ι, δοκεῖ καὶ μὴ εἰς τὸ πάμπαν· ἢν δὲ ξύνδεσμός τις νεύρων λυθῇ τῶν ἐξ ὀστέων πεφυκότων τινὸς, καὶ κραινόν των ἐς ὀστέα, ἢ Ῥαγέντος, ἀκρατέα τὰ μέρεα καὶ ἐπισυρόμενα, οὐκ ἀναίσθητα, γίγνεται. εἴδεα δὲ παραπληκτικὰ τάδε. ἄλλοτε μὲν ἐς ἔκτασιν λέλυται τὰ μέλεα, οὐδὲ παλινδρομέει ἐς κάμψιν, εὖτε μήκιστα κῶλα φαίνεται· ἄλλοτε δὲ κυλλὰ γίγνεται, οὐδὲ ἐς μῆκος ἀποτείνεται·εἰ δὲ ἐκτανύσαι βιᾶται, ὅκως ξύλα ἐς κανόνα καταξέω ν, τὰ μέλεα βραχύτερα ἑωυτέων γίγνεται· τάδε πάσχει ἄμφω τὰ εἴδεα, καὶ ἡ ἐν τοῖς ὀφθαλμοῖσι παρθένος. καὶ γὰρ ἐκχέεται πολλὸν ἐς μέγεθος, εὖτε πλατυκορίην ὀνομάζομεν. ἀτὰρ ἠδὲ ξυνάγεται ἐς σμικρὸν ἡ κούρη, εὖτε φθίσιν ἣν ἠδὲ μυδρίησιν ἐγὼ κικλήσκω. ἀλλὰ καὶ κύστις παρίεται ἐπὶ τοῖσι ἰδίοισι ἔργοισι. ἢ γὰρ εἰς ἔκτασιν λύεται, ἢ ἀκρατὶ τὰ οὖρα ἐκχέει, ἢ ξυνειλέεται ἐς ἑωυτέην, εὖτε, ὅταν πλησθῇ οὔρου, οὐ διΐησιν. αἰτίαι δὲ παρέσιος μὲν ἕξ· ἄρχονται δὲ τρώματι, πληγῇ, ψύξι, ἀπεψίῃ, λαγνείῃ, οἰνοφλυγίῃ· ἀτὰρ καὶ ψυχῆς ἀκρατέα πάθεα, ἐκπλήξιες, φόβοι, δυσθυμίαι· ἀτὰρ καὶ παιδίοισι δείματα. παρέλυσέ κοτε καὶ χάρμα ἀδόκητον καὶ μέγα, καὶ γέλως ἄσβεστος μέχρι θανάτου. ἀλλὰ τάδε μὲν ἀρχὴ πρώτη· ὑστάτη δὲ καὶ καιρίη, ψύξις ἐμφύτου θερμοῦ· ἐπὶ ὑγρότητι ἢ ξηρότητι πάσχει ἥδε, καὶ δυσαλθὴς τῆς ἑτέρης μᾶλλον· ἀτὰρ καὶ ἐπὶ τρώματι καὶ διακοπῇ νεύρου ἀναλθής· ἡλικίη, γέροντες, καὶ οἵδε δυσαλθέες· παιδίοισι δὲ εὐανάκλητοι· ὥρη, χειμὼν, ἔαρ δεύτερον, ἔπειτα μετόπωρον, θέρος ἥκιστα· ἕξεις, οἱ παχέες κατὰ φύσιν, ὑγροὶ, ἀργοὶ, ζωώδεες. Τελεσθέντα μὲν οὖν τὰ πάθεα ἔκδηλα ἀκινησίῃ καὶ ἀναισθησίῃ θερμοῦ τε καὶ ψυχροῦ, ἀτὰρ καὶ τιλμῶν καὶ κνησμῶν καὶ ψαυσίων. σπάνιον εὖτε τοῖσι τὰ πέρατα ἀλγέει, ἀλλὰ ἐς ἀνάκλησιν οὐ κακίων ἡ ἀπονίη. γίγνεται μὲν οὖν ἐξαπίνης· ἢν δέ κοτε καὶ ἀρχὰς ἴσχῃ ἐπιμήκεας, βάρος, δυσκινησίη , νάρκη· ψύξιος αἴσθησις, ἄλλοτε θάλπεος ὑπερβολὴ, ὕπνοι σμικροὶ, φαντασίαι μέζονες, εὖτε ἀθρόον παρελύθησαν. ἐπὶ δὲ κυνικῷ σπασμῷ ἅπαντα μὲν τὰ τοῦ προσώπου μέρεα σπᾶσθαι οὐ κάρτα ξύνηθες· ἐπὶ δεξιὰ δὲ τὰ ἀριστερὰ, καὶ ἐς ἀριστερὰ τὰ δεξιὰ φοιτῇ, εὖτε καὶ τῆς γένυος ἔνθα ἢ ἔνθα ἐπὶ πολλὸν ἡ παραγωγὴ, ὅκως ἐξ ἕδρης κινουμένης τῆς γνάθου. καὶ γὰρ καὶ τοῖσί κοτε ἐξέβη τὸ ἄρθρον, εὖτε μέγα χανόντων ἐπὶ τὸ ἕτερον ἡ γένυς παρήχθη·ἵλλωσις τοῦ ὀφθαλμοῦ τοῦ σιναροῦ μήλου, ξὺν τῇ ὑποκοιλίδι παλμός· πάλλεται δὲ καὶ τὸ ἄνω βλέφαρον, ἄλλοτε μὲν ξὺν τῷ ὀφθαλμῷ, ἄλλοτε δὲ μοῦνον· ξυντείνεται δὲ καὶ τὰ χείλεα ἰδίῃ ἑκάτερον· ἄλλοτε δὲ ἄμφω ξυμπεσόν τα παφλάζει. ἔστι δὲ οἷς μέμυκε κάρτα, ἀθρόον δὲ διΐσταται, καὶ τὸν ξυνήθεα πτυσμὸν ψοφέει. σπᾶται καὶ γλῶσσα· καὶ γὰρ ἥδε μῦς ἐστι καὶ νεῦρα· εὖτε πρὸς τὸν οὐρανὸν ἐς πλάτος ὅλη ἡ ξύμφυσις ἀθρόον ἀφήλατο, καὶ κλόνου πάταγον ἐποίησε. σπᾶται δὲ καὶ κίων, καὶ εἰ μὲν τὸ στόμα συνάγει, τἄνδοθεν ἀδόκητος ὁ πάταγος· ἢν δὲ διαστής ῃ τὸ στόμα, ὄψεαι τὴν κιονίδα, ἄλλοτε μὲν προσφυομένην ἐς πλάτος τῷ οὐρανῷ, ἄλλοτε δὲ ἀποπαλλομένην βίῃ ὠκέως σωλῆνι ὁμοίως, εὖτε καὶ ἤδη παταγεῖ. ἀπάτη δέ τοι ξύνεστι τοῖσι κυνικοῖσι σπασμοῖσι. δοκέει γὰρ τοῖσι θεωμένοισι τὰ ἀπάθεα τὴν νοῦσον ἴσχειν. τῇ γὰρ περιτάσει καὶ τῇ χροιῇ καὶ τῷ τοῦ ὀφθαλμοῦ μέζονι, ὑγιέα τὰ σιναρὰ φαίνεται. ἐλέγχεται δὲ καὶ ἐνγέλωτι καὶ λαλιῇ καὶ καταμύσει. τὰ μέν γε σιναρὰ σπᾶται πάντα πατάγῳ, χεῖλος ἀμειδὲς, ἀκίνητον ἢν λαλῇ, βλέφαρον οὐκ ἐπίτροχον, ὀφθαλμὸς ἀτενὴς, ἀναίσθητος ἡ ἁφή· τὰ δὲ ὑγιέα λαλεῖ, καταμύει, αἰσθάνεται , γελᾷ.