καὶ γὰρ ἄνδρα ἐξάπτουσι, ἢν ξυνήθη αἵματος ἔκκρισιν, ἢ χολῆς, ἢ ἱδρῶτος ἐπίσχῃ τις αἰτίη. καὶ οἷσι μὲν ἡδονὴ ᾖ ἡ μανίη, γελῶσι, παίζουσι, ὀρχεῦνται νυκτὸς καὶ ἡμέρης, καὶ ἐς ἀγορὴν ἀμφαδὸν, καὶ ἐστεμμένοι κοτὲ ὅκως ἐξ ἀγωνίης νικηφόροι ἔασιν· ἄλυπος τοῖσι πέλας ἡ ἰδέη· μετεξέτεροι δὲ ὑπὸ ὀργῆς ἐκμαίνονται. ἔσθʼ ὅτε ἐσθῆτάς τε ἐρρήξαντο, καὶ θεράποντας ἀπέκτειναν, καὶ ἑωυτέοισι χεῖρας ἐπήνεγκαν· ἥδε καὶ τοῖς πέλας οὐκ ἀκίνδυνος ἡ ξυμφορή· ἰδέαι δὲ μυρίαι, τοῖσι μέν γε εὐφυέσιτε καὶ εὐμαθέσι ἀστρονομίη ἀδίδακτος, φιλοσοφίη αὐτομάτη, ποίησις δῆθεν ἀπὸ μουσέων. ἴσχει γάρ τι καὶ ἐν νούσοισι εὔχρηστον ἡ εὐπαιδευσίη· τοῖσι δὲ ἀπαιδεύτοισι ἀχθοφορίη, πηλοεργίη, τέκτονες, ἢ λιθοξόοι· γίγνονται δὲ καὶ ἀλλόκοτοι φαντασίαι. ἐδεδίει γάρ τις ληκύθων ἔκπτωσιν καὶ ἄλλος οὐκ ἔπινε, δοκέων ἑωυτὸν πλίνθον ἔμμεναι, ὡς μὴ τῷ ὑγρῷ λυθείη. Μυθολογέεται δὲ καὶ τόδε· τέκτων ἤδη ἐπὶ οἴκου μὲν σαόφρων ἐργάτης ἦν, μετρῆσαι ξύλον, κόψαι, ξύσαι, ξυγγομφῶσαι, ἁρμόσαι, ξυντελέσαι δόμον νηφαλέως, τοῖσι ἐργοδότῃσι ὁμιλῆσαι, ξυμβῆναι, ἀμεῖψαι τὰ ἔργα μισθοῦ δικαίου. ὁ δὲ ἐπὶ μὲν τοῦ χωρίου τοῦ ἔργου ὧδε εἶχε γνώμης· ἢν δὲ ἐξίῃ κοτὲ ἐς ἀγορὴν, ἐπὶ λουτρὸν, ἤ τινʼ ἑτέρην ἀνάγκην, τιθεὶς τὰ ὅπλα πρῶτον ἔστενεν, εἶτα ἐπῆγεν ὤμω ἐξιών· ἐπὴν δὲ ἀπῆλθε τῆς τε τῶν οἰκετῶν θέης καὶ τῆς τοῦ ἔργου πρήξιος καὶ τοῦ χωρίου, πάμπαν ἐξεμαίνετο· κἢν παλινδρομήσῃ ταχὺ, αὖθις ἐσωφρόνεε. καὶ ἥδε τοῦ χωρίου καὶ τῆς γνώμης ἡ ξυμβολή. ἴσχουσι δὲ τὴν αἰτίην τοῦ νοσήματος κεφαλὴ καὶ ὑποχόνδρια, ἄλλοτε μὲν ἅμα ἄμφω ἀρξάμενα, ἄλλοτε δὲ ἀλλήλοισι ξυντιμωροῦντα· τὸ δὲ κῦρος ἐν τοῖσι σπλάγχνοισί ἐστι ἐπὶ μανίῃ καὶ μελαγχολίῃ, ὅκωσπερ ἐν τῇ κεφαλῇ καὶ τοῖσι αἰσθήσεσι τὰ πολλὰ τοῖσι φρενιτικοῖσι. οἵδε μὲν γὰρ παραισθάνονται, καὶ τὰ μὴ παρεόντα ὁρέουσι δῆθεν ὡς παρεόντα, καὶ τὰ μὴ φαινόμενα ἄλλῳ κατʼ ὄψιν ἰνδάλλεται·οἱ δὲ μαινόμενοι ὁρέουσι μόνως ὡς χρὴ ὁρῆν· οὐ γιγνώσκουσι δὲ περὶ αὐτέων ὡς χρὴ γιγνώσκειν. ἢν οὖν μέγα ᾖ τὸ κακὸν, εὐκίνητοι, ὀξέες τὴν αἴσθησιν, ὕποπτοι , ὀργίλοι, οὐκ ἐπʼ αἰτίῃ τινὶ, δύσθυμοι μὲν ἀλόγως, οἷσι ἐς σκυθρωπὸν ἡ μανίη τρέπεται· οἷσι δὲ ἐς θυμηδίην, εὔθυμοι· ἀλλʼ οἵδε παραλόγως ἄγρυπνοι, ἄμφω ἀλλοιώδεες τὰς ὄψιας, κεφαλαλγέες, ἢ πάντως γε βάρος τῆς κεφαλῆς ξύνεστι· εὐήκοοι δὲ, ἀλλὰ βράδιστοι τὴν γνώμην. ἐπʼ ἐνίοισι γὰρ ἔασι δὴ ἦχοιὤτων, καὶ βόμβοι, μέχρι δή γε σαλπίγγων τε καὶ αὐλῶν· ἢν ἐς αὔξησιν ἡ νοῦσος γίγνηται, φυσώδεες, ἀσώδεες, βοροὶ καὶ λάβροι ἐν τῇ ἐδωδῇ. ἀγρυπνέουσι γάρ· ἀγρυπνίη δὲ βορόν· ἀτὰρ οὐδὲ ἰσχνοὶ ὡς νοσέοντες· μελαγχολών των μᾶλλον εὐσαρκίη· καὶ ὕπωχροι. ἢν δέ τι τῶν σπλάγχνων ἐν φλεγμασίῃ ᾖ γεγονὸς, τὴν ὄρεξιν ἢ τὴν θρέψιν ἀμβλύνει· ὀφθαλμοὶ κοῖλοι, οὐ σκαρδαμύττοντες· πρὸ τῶν ὀφθαλμῶν ἰνδάλματα κυάνεα, ἢ μέλανα, οἷσιν ἐς μελαγχολίην ἡ τροπή· ἐρυθρότερα δὲ οἷσιν ἐς μανίην, καὶ φοινίκεα φαντάσματα , πολλοῖσι μὲν ὡς ἀπαστράπτοντος πυρὸς, καὶ τάρβος αὐτέους ὡς ἀπὸ σκηπτοῦ λαμβάνει· μετεξετέροισι δὲ καὶ ἐνέρυθροι καὶ ὕφαιμοι ὀφθαλμοί. ἐπὶ κορυφῆς δὲ τοῦ κακοῦ ὀνειρώττουσι· ἀφροδισίων δὲ ἄσχετος ἐπιθυμίη, ἀτὰρ οὐδὲ ἐς τὸ ἄμφαδον αἰδὼς ἢ ὄκνος ὁμιλίης· νουθεσίῃ δὲ καὶ ἐπιπλήξει ἐς ὀργὴν ἐκριπισθέντες ἐς τὸ πάμπαν ἐκμαίνονται. τοὐντεῦ θεν ἄλλος ἄλλῃ μαίνεται· οἱ μὲν θέουσι ἀσχέτως, οὔτε ὅπως εἰδότες ἐς ταὐτὰ παλινδρομέουσι· οἱ δὲ ἐς δηρὸν τοῖσι πέλας ἀφικνέονται· ἄλλοι δʼ αὖ βοῶσι ὀλοφυρόμενοι ἁρπαγὴν, ἢ βίην. οἱ δὲ φυγανθρωπεύουσι ἐς ἐρημίην, σφίσι αὐτέοισι ὁμιλέοντες. εἰ δὲ ἐπʼ ἄνεσιν ἤκοιεν τοῦ κακοῦ, νωθροὶ, ἥσυχοι, ἐπίλυποι. ἐς ἐπιστασίην γὰρ τῆς νούσου ἀφικνεόμενοι, ἄχθονται τῇ ξυμφορῇ. Μανίης εἶδος ἕτερον. τέμνονταί τινες τὰ μέλεα, θεοῖς ἰδίοις, ὡς ἀπαιτοῦσι, χαριζόμενοι εὐσεβεῖ φαντασίῃ·καὶ ἔστι τῆς ὑπολήψιος ἡ μανίη μοῦνον, τὰ δὲ ἄλλα σωφρονέουσι. ἐγείρονται δὲ αὐλῷ καὶ θυμηδίῃ, ἢ μέθῃ, ἢ τῶν παρεόντων προτροπῇ. ἔνθεος ἥδε ἡ μανίη· κἢν ἀπομανῶσι, εὔθυμοι, ἀκηδέες, ὡς τελεσθέντες τῷ θεῷ, ἄχροοι δὲ καὶ ἰσχνοὶ, καὶ ἐς μακρὸν ἀσθενέες πόνοις τῶν τρωμάτων.ἀποπληξίη, παραπληγίη, πάρεσις , παράλυσις, ἅπαντα τῷ γένεϊ τωὐτά. ἢ γάρ κινήσιος, ἢ ἁφῆς, ἢ ἀμφοῖν ἐστι ἔκλειψις· κοτὲ καὶ γνώμης, κοτὲ καὶ τῆς ἄλλης αἰσθήσιος. ἀλλʼ ἀποπληξίη μὲν ὅλου τοῦ σκήνεος, καὶ τῆς αἰσθήσιός τε καὶ γνώμης καὶ κινήσιός ἐστι παράλυσις. τοιγαροῦν ἀποπληξίην λῦσαι ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενῆ δὲ οὐ Ῥηΐδιον. παραπληγίη δὲ πάρεσις μὲν ἁφῆς καὶ κινήσιος, ἀλλὰ μέρεος, ἢ χειρὸς, ἢ σκέλεος· παράλυσις δὲ ὡς ἐπίπαν κινήσιος μοῦνον, ἐνεργείης τε πάρεσις· ἢν δὲ ἁφὴ ἐκλείπῃ μούνη κοτέ, — σπάνιον δὲ τὸ τοιόνδε, — ἀναισθησίη μᾶλλον ἢ πάρεσις κικλήσκεται· ἢν δὲ ἀπόπληκτον ὁ Ἱπποκράτης εἴπῃ σκέλος τὸ κατʼ ἴξιν, ὡς νεκρῶδες, τὸ ἀχρεῖον καὶ τὸ ἀναλδὲς θέλει φράσαι. ὃ γὰρ ἐπὶ τῷ ξύμπαντι ἀποπληξίη ἐστὶ ἰσχυρὴ, τόδε ἐν τῷ σκέλεϊ παραπληγίην φράζει· κύστιος δὲ οὔρων σχέσιος ἢ ἀκρασίης, πάρεσις τὸ κύριον· βλεφάρων δὲ καὶ μήλων καὶ μυῶν τῶν ἐν γνάθοις, καὶ γένυος ἐπὶ θάτερα παραγωγὴ ἢν ἐπὶ σπασμῷ διαστρέφηται, κυνικὸς σπασμὸς ἡ κλῆσις· ἔκλυσιν δὲ γουνάτων καὶ αἰσθήσιος πρόσκαιρον νάρκην καὶ ἀψυχίην καὶ κατάπτωσιν, λιποθυμίην καλέομεν. παρίεται ν, ἄλλοτε μὲν μέρεα καθʼ ἓν, ὀφρὺς μούνη, ἢ δάκτυλος, ἢ ἔτι μέζω, χεὶρ, σκέλος· ἄλλοτε δὲ ὁμοῦ πλεῦνα· καί ποτε δεξιὰ μοῦνον, ἢ ἀριστερ ὰ, ἢ ἰδίῃ καὶ ἰδίῃ, ἢ ξύμπαντα· ἐπʼ ἀκριβὲς, ἢ ἧσσον. οὐ τὰ διεστῶτα μοῦνον καὶ ὁμώνυμα καὶ ὁμόζυγα, ὀφθαλμοὶ, χεῖρες, σκέλος, ἀλλὰ καὶ τὰ ξυμφυέα, Ῥὶς ἐς τὸ ἶσον, καὶ γλῶσσα μέσφι τῶν ὁρίων τοῦ μέσου, καὶ παρίσθμιον ἓν, καὶ ἰσθμὸς, καὶ κατάποσις ἐς ἥμισυ. δοκέω δὲ ἐγώ κοτε καὶ στόμαχον, καὶ τὰ ἔντερα, καὶ κύστιν, καὶ τὸ παράμηκες ἔντερον ἄχρι τῆς ἀρχῆς τωὐτὸ πεπονθέναι· ἀλλὰ τὰ μὲν μέλεα τὰ ἐντὸς ἐκλυόμενα κρυπτὰ καὶ ἀφανέα· ἡμιτελέες δὲ καὶ αἱ ἐνέργειαι· τῇδέ μοι δοκέει καὶ ἡμιπαθέα ἔμμεναι τὰ μέρεα διχῆ ὑπὸ τῆς νοῦσου τετμημένα.