ἢν γὰρ ἡ θέρμη τὸ ὑγρὸν ἐξατμίζῃ, τοῦδε οὐκ ἀναχεομένου, εἶτα καταρρέει. εὔσιτοι μὲν πολλῶν σιτίων, ἀδηφάγοι κάρτα. ἀνάδοσις ταχυτέρη πέψιος, ὠμοτέρων μᾶλλον ἢ ἀπέπτων. ἐξανέργαστον δὲ ἡ θρέψις. ἀλλὰ τόδε οὐκ ἐν τῷ ὅλῳ πέσσεται ὑπὸ τῆς φύσιος. ἡ γὰρ ἐν τῇ κοιλίῃ τοῦ θερμοῦ ἀτονίη, καὶ ἐν τῷ σκήνεϊ, ὁμοίη. τοιγαροῦν οὐδὲ χρηστὸν, οὐδὲ εὔχρουν αἷμα γίγνεται. καὶ ἐπὴν ὠμῶν ὅλον τὸ σῶμα πλησθῇ, καὶ ἡ ἐς τὰ σιτία ὄρεξις οἴχηται, καὶ τῆς καχεξίης ὧδε μέσφι στομάχου νεμομένης, καὶ τοῦ πάθεος κορυφὴν ἴσχοντο ς ἤδη, οἰδαλέοι μὲν, ἀδρανέες δὲ, καὶ ἐς πᾶσαν πρῆξιν ἄθυμοι. κοιλίη δὲ ξηροτέρη. ἄχολα τὰ πολλὰ καὶ λευκὰ, τρηχέα, καὶ ὠμὰ διαχωρέουσι. τὸ σκῆνος αὖοι, ἀνίδρωτες, κνησμώδεες , ὕπνος ἑδραῖος μὲν οὐδαμῆ, κεκλιμένῳ δὲ νυσταγμός. βραδύπνοοι , σφυγμοὶ ἀμαυροὶ, ἀσθενέες, πυκνοί· πυκνότατοι δὲ ἐπὶ πάσῃ καὶ σμικρῇ πρήξι. ἆσθμα δὲ ἐπὶ τοῖσδε ἡ ἀναπνοή· φλέβες ἐπὶ τοῖσι κροτάφοισι ἐπῃρμέναι ἀσαρκίῃ τῶν πέριξ, ἀτὰρ καὶ ἐπὶ τοῖσι καρποῖσι πολὺ μέζονες διοιδέουσαι, μελάγχλωρον τὸ αἷμα. ἐπὶ τοῖσδε φθίσις, ἢ σύντηξις ἀνὰ σάρκα ὕδρωπα, ἤ τινα ἀσκίτην ἤγαγε. καὶ τῶνδε ἄφυκτος ἡ γέννα. φέρουσι δὲ ἡλικίαι, γῆρας, καὶ οὐκ ἀποδιδρήσκουσι· παῖδες ταχὺ παθεῖν τε εὔκολοι καὶ ἀπαλλαγῆναι Ῥηΐτεροι· ἀκμάζοντες οὐ πάγχυ μὲν παθεῖν ἕτοιμοι· οὐ πάμπαν δὲ ἀπαλλαγῆναι εὔκολοι. ὥρη δὲ οὔ μίη φέρει τόδε, οὐδὲ ἐς μίην τελευτᾷ· ἀλλὰ φθινόπωρον μὲν κύει, χειμὼν τιθηνεῖ, ἔαρ δὲ ἐς κορυφὴν τελεσφορεῖ , θέρος δὲ κτείνει.