ἐπὶ τῷ ὕδρωπι, ἢν μὲν οὖρα πολλὰ, παχέα, ἐπίδοσιν ἔχοντα πολλὴν ἰλυώδεα καταρραγῇ, ἐλπὶς ἐκρεῦσαι τὸν ὕδερον· ἢν δε λεπτὰ καὶ ἀνυπόστα τα καὶ ὀλίγα, τῷ ὕδρωπι τιμωρέει· ἢν δὲ μεταβάλλῃ εἰς τὸ ἀρχαῖον ἡ φύσις, καὶ καταρρα γῇ κοτε εἰς κοιλίην, ἐπὶ πολλοῖσι ὑδατώδεσι καὶ τὸν ὕδρωπα ἰησατο· σφαλερὴ δὲ ἡ τοιαύτη ἐπικουρίη· ἐπὶ γὰρ τῇσι ἀθρόῃσι κενώσεσι ἠδὲ τῇσι ἐσχάτῃσι ξυμπτώσεσι ἐξέθανόν κοτε ὑπʼ ἀδυναμίης οἱ κάμνοντες, ὅκως ἐξ αἱμορραγίης. ἀσινέστερον δὲ λύει ἱδρὼς, ἢν πολὺς ἐκρυῇ. οὐ πάνυ γὰρ ἰκμαλέοι οἱ ὑδρωπιώδεες. ἥδε τῶν ἐν ἥπατι παθέων ἡ τελευτὴ γίγνεται. ἢν δὲ ἐμπυέῃ τὸ ἧπαρ, μείρακες καὶ οἱ μέσφι ἀκμῆς, ἧσσον γυναῖκες· προφάσιες δὲ ἀκρασίη καὶ νοῦσος μακρὴ, μάλιστα ἐπὶ δυσεντερίῃ καὶ ξυντήξεσι. καὶ γὰρ δὴ καὶ τούσδε ἐκίκλησκον ξυντηκτικοὺς, τοὺς ἐπὶ ἕλκεσι ἥπατος ἰσχνοὺς ἀποθνήσκοντας.σπληνὶ ξύνηθες χρόνιον νόσημα, σκίρρος. ἔμπυος δὲ οὐ Ῥηϊδίως, γίγνεται δʼ οὖν. εὖτε πόνος μὲν οὐ τρηχὺς, ὄγκος δὲ πουλὺς τῆς ἐπιπονίης μέζων· ἐπὶ δεξιὰ γὰρ ὤφθη μέσφι τοῦ ἥπατος ὅλῃ τῇ κοινωνί ῃ ἐποιδέων. τοὔνεκεν πολλοῖσι ἀπάτη γίγνεται, ὡς τοιοῦδε οὐκ ἐόντος σπληνὸς, ἀλλὰ τοῦ ὑμένος πάθεος. τὸ γὰρ περιτόναιον φλεγμάινειν σφίσι δοκέει. ἀπηνὴς δὲ καὶ ἀτέραμνος ὅκως λίθος. τοιόσδε τὰ πολλὰ ἐπὶ σκίρρῳ γίγνεται σπλὴν, εὖτε καὶ ἀπορίη ξύνεστι παντελής. ἢν δὲ καὶ ἐμπυΐσκῃ, εὐαφὴς μὲν, εἴκων ἐπὶ τῇ θίξι κατὰ κορυφὴν, ἔνθα ἡ τοῦ πύου γέννα· ὅπη δὲ ἀνεκπύητος, οὐκ εἴκει. ἄλλοτε δὲ τῇ κοιλίῃ ἅπας ἐπαιώρηται, τῇδε κἀκεῖσε πρὸς τὰς ἀπώσιας φερόμενος, ἔς τʼ ἂν σμικρότερος ἐὼν χώρην ἐς τὸ ἐμπλώειν ἴσχῃ. ναυτίη, ἀπορίη, μάλιστα πρὸς τῇσι Ῥήξεσι. ἐπὶ δὲ τάσιος σημήϊα, πυρετοὶ , πόνοι καὶ Ῥίγεα. τὰ πολλὰ γὰρ ἔασι ἄρριγοι δὲ ἐπὶ βραχείῃ θέρμῃ καὶ ἀνώδυνοι, τῇδε καὶ λέληθέ κοτε ἐς σπλῆνα ἀπόστασις. μανὸν γὰρ καὶ ἐπαναίσθητον καὶ ἐν ὑγείῃ τὸ σπλάγχνον· οἰδαλέοι, ὑδερώδεες, μελάγχλωροι, ξὺν δυσφορίῃ ἡ δύσπνοια ὡς ἀπὸ βάρεος τοῦ θώρηκος. ἐπίδηλον γὰρ τὸ κακόν· ἄχρι τῶν ἄνω γαστὴρ πίμπλαται ὑπὸ πνεύματος παχέος, ὁμιχλώδεος , ὑγροῦ ὡς δοκέειν, οὐκ ἔτʼ ἐόντος ὑγροῦ· βῆξαι πολλὸν θυμὸς ἐγγίγνεται , καὶ βραχέα ξηρὰ βήσσουσι. κοιλίη ἤν τι κάτω φέρῃ ὑδατώδεα, τὸ πρῶτον σμικρὸν ἐπικουφίζουσα· εἰ δὲ ἐπὶ μᾶλλον ἐκδιδῷ, ξυντήκει μὲν τὸν ἄνθρωπον· ὠφελέει δὲ οὐδὲν ἧττον. ἢν δὲ καὶ ἐκραγῇ, πῦον μὲν καθαρὸν, πέπον ὄυκοτε ἐσσύθη, ὑπόλευκον δὲ καὶ τεφροειδὲς , ἄλλοτε δὲ τρυγῶδες ἢ πελιδνόν· ἢν δὲ καὶ βαθυτέρη ἡ ἀπόστασις γένηται, καὶ μέλαν τὸ ὑγρόν· εὖτε καὶ τοῦ χυμοῦτι τοῦ σπληνὸς ἔξεισι συντακέντος. μετεξετέροισι δὲ καὶ ὅλα μέλεα τοῦ σπληνὸς ἠνέχθη· εὔλυτος γὰρ καὶ φύσι σπλήν· ἢν δὲ καὶ μὴ καθίστηται τὸ ἕλκος, μίμνῃ δὲ ἐς πολλὸν χρόνον, ἀπόσιτοι, καχέκται, οἰδαλέοι, ἰδεῖν ἀπρεπέες, πολυελκέες πάντη·μάλιστα δὲ ἐς κνήμας· στρογγύλα, πελιδνὰ , κοῖλα, Ῥυπαρὰ, δυσαλθέα τὰ ἕλκεα· τῇδε ἐπιξυντακέντες ὤλοντο. ἐπὶ δὲ σμικρῷ ὄγκῳ μετὰ σκληρίης, ἀντιτυπίης , ἀπονίη· διὰ τόδε πολλὸν χρόνον ζῶσι οἵδε· εἰ δὲ τοῦ πάθεος ἥττηντο, χρεὼν ὕδρωψ, ἢ φθίσις, καὶ τοῦ σκήνεος τηκεδὼν ἐπιγίγνεται· ἀτὰρ ἠδὲ οὗτος ὁ τρόπος τοῦ ὀλέθρου σφέας τοῦ ζῆν ἐξάγει. παιδία μὲν οὖν καὶ νέοι παθεῖν τε Ῥηΐτεροι καὶ ἀπαλλαγῆναι Ῥηΐτεροι· γέροντες δὲ οὐκ εὐπαθέες μὲν, διαδρῆναι δὲ ἀδύνατοι· ἀτὰρ καὶ πρεσβῦται ἔλαθόν τινες ὑπὸ σπληνὸς διαφθαρέντες. καὶ γὰρ καὶ ἐπὶ σμικρῷ ὄγκῳ τοῦ ὀλίθρου σφίσιν ἡ Ῥοπή· φέρει δὲ καὶ νοῦσος μακρὴ, φθινώδης, καὶ νέοισι ἀργίη μάλιστα, ὁκόσοισι ἀπʼ ἀγωνίης, ἢ γυμνασίων πολλῶν, ἄπονοντὸ σῶμα. χωρία ἑλώδεα, ὕδατα παχέα, ἁλμυρὰ, βρωμώδεα· ὡρῶν, τὸ θηριῶδες μετόπωρον.ἢν χολῆς ξανθῆς, λεκιθώδεος , ἢ κροκοει δέος, ἢ τῆς μελαγχλώρου, ἐς τὸ παντελὲς ἀνάχυσις ἀπὸ τοῦ σπλάγχνου γένηται, τὸ πάθος ἴκτερος κικλήσκεται, χαλεπὸν μὲν ἐν ὀξέσι· οὐ γὰρ μόνον πρὸ ἑβδόμης κτείνει φανὲν, ἀλλὰ καὶ μετὰ ἑβδόμην ἔκτεινε μυρίους· σπανίως δὲ εὖτε ἔκρινε πυρετὸν ἐς τέλος τὸ πάθος, ἀλλʼ αὐτὸς οὐ Ῥηϊδίως λύεται. Ξυνίστα ται δὲ οὐκ ἐπʼ αἰτίῃ μοῦνον ἥπατος, ὅκως τισὶ τῶν ἰητρῶν δοκέει, ἀλλὰ κοιλίῃ καὶ σπληνὶ καὶ νεφροῖσι καὶ κώλῳ· καὶ ἐφʼ ἥπατι μὲν ὧδε· ἢν φλεγμαίνῃ μὲν ἢ σκίρρον ἴσχῃ τὸ ἧπαρ, ἄτρεπτον δὲ τὸ ἐς ἐργασίην ἔῃ, τίκτει μὲν ἐν τῷ ἥπατι χολὴν, καὶ διακρίνει τήνδε ἡ ἐν ἥπατι οὖσα κύστις· ἀλλʼ ἢν αἱ φέρουσαι ἐς τὸ ἔντερον τὴν χολὴν ὁδοὶ ὑπὸ τῆς φλεγμασίης , ἢ τοῦ σκίρρου φραχθῶσι, πλημμυρῇ δὲ ἡ κύστις, παλίσσυτος ἡ χολή· τῷ αἵματι οὖν μίσγεται. τὸ δὲ αἷμα, ἐς πᾶν τὸ σκῆνος φοιτέον, ἄγει τὴν χολὴν παντὶ τῷ σώματι· γίγνεται δʼ ἡ ἰδέη χολῆς· λευκὰ δὲ καὶ ἀργιλώδεα τὰ σκύβαλα· οὐ γὰρ γίγνεται χολήβαφα, ὅτι περ οὐκ ἴσχει τοῦ χυμοῦ τὴν ἐπιρροήν· τῇδε καὶ γαστὴρ ἐπίξηρος· οὔτε γὰρ ὑγραίνεται οὔτε δάκνεται χολῇ· χροιὴ δὲ τοῦ λευκοχλώρου εἴδεος. ἐπὶ σπληνὶ δὲ ἢν ἴκτερος φανῇ, μελάγχλωρος· μέλαινα γὰρ αὐτέου ἡ τροφὴ, ὅτιπερ ἐκμαγεῖόν ἐστιν αἵματος μέλανος, οὗ τὴν ἀκαθαρσίην ἐοῦσαν οὐ δέχεται, οὐδὲ ἐκπονέει νοσέων ὁ σπλήν· ἡ δὲ ξὺν τῷ αἵματι πάντη φοιτῇ. διὰ τόδε μελάγχλωροι ἀπὸ σπληνὸς ἰκτέρου· ἀτὰρ καὶ ἐπὶ τοῖσι σκυβάλοισι τοῖσι ξυνήθεσι, ἔτι καὶ μελαντέρη χροιή. τῆς γὰρ σπληνὸς τροφῆς τὸ περιττὸν ἐς ἔξοδον περίττωμα γίγνεται. καὶ ἐπὶ κώλῳ καὶ γαστρὶ ἴκτερος, ἤνπερ εἰς πέψιν ἡ γαστὴρ καὶ τὸ κῶλον κακωθῇ· καὶ γὰρ καὶ ἐν κώλῳ πέψις, καὶ ἀπὸ τοῦδε ἡ ἐς τὸ ἧπαρ ἀναγωγὴ τροφῆς. ἢν οὖν ὠμοτέρην τὸ ἧπαρ τὴν ἄλλην τροφὴν λάβῃ, τὴν μὲν ἰδίην ἐργασίην πονέει, τὴν δὲ ὀθνείην ἐᾷ. τὸ γὰρ ἐν τῇ ἀναδόσι αἷμα τὴν ἀεργίην τὴν τοῦ κώλου ἐπέχον διασπείρει παντὶ χεόμενον·