γίγνεται δὲ καὶ φλεγμονὴ ἀμφὶ τὴν φλέβα, ἀτὰρ καὶ ἥδε ὀξέως κτείνει, ἢν μεγάλη ἔῃ· πῦρ μὲν γὰρ δριμὺ, δακνῶδες, ἐν τῇσι κοιλίῃσι ἀμφοῖν ἐγκαθειργμένον, βραχὺ δὲ μοῦνον ὑπερίσχον, ὡς δοκέειν ἁπτομένῳ λεπτὴν ἔμμεναι θέρμην· ὁ δὲ ἄνθρωπος καίεσθαι δοκέει· σφυγμοὶ σμικροὶ, πυκνότατοι , ὁκοῖόν τι πεπιεσμένοι καὶ δεδιωγμένοι. ψύξις ἀκρέων, δίψος καρτερὸν, στόματος ξηρότης, προσώπου ἐρύθημα ξὺν ἀχροίῃ· ὑπέρυθροι δὲ τὸ ξύμπαν σῶμα· ὑποχόνδρια σκληρὰ, ἀνεσπασμένα, ὀδύνη ἐπὶ δεξιὰ μᾶλλον, καὶ παλμὸς τῇδε παραμήκης, μέχρι τῆς λαγόνος· μετεξετέροισι δὲ καὶ τῆς ἀρτηρίης τῆς παρὰ τὴν Ῥάχιν, ἢν ὁ σφυγμὸς ἐς τὸ ἕτερον ὑποχόνδριον διασημαίνῃ. ξυμπαθὴς γὰρ καὶ ἥδε γίγνεται παρʼ αὐτέην ἐπʼ ἀριστερὰ κειμένη, ὡς τῆς ἐπὶ τῷ παντὶ διαπνοῆς οὐδὲν ἐπικουφιζούσης, ἀλλʼ οὐδὲ τὸ δέρμα μαλθα· ζούσης· ξηρὸν δὲ τόδε καὶ Ῥυσὸν καὶ τρηχύ· καὶ ἐπὶ δὲ μᾶλλον ἐν τοῖσι ἐξίσχουσι ὀστώδεσι· οἷον ὀλεκράνῳ, γούνασι, ἢ κονδύλοισι· ὕπνοι ταραχώδεες , κοιλίη τοῖς μὲν οὐδὲν ἐκδιδοῖ, τοῖς δὲ σμικρὸν, δριμὺ, χολῶδες· οὖρα ξανθὰ, δακνώδεα· τὴν γνώμην οὐ παράφοροιμὲν, νωθροὶ δὲ καὶ μαρασμώδεες. εὖτε ὁκόσοι τήνδε τὴν κατάστασιν εἶδον, καῦσον ἐκάλεον. καὶ γὰρ καὶ τοῦ γένους τοῦ καύσου τὰ παρεόντα, καὶ ἐν φθινοπώρῳ γίγνεται ἐπὶ τὸ θηριῶδες καὶ ἀκμάζουσι καὶ νέοισι, οἷσι ἰσχνὴ ὑπὸ διαίτης πονηρῆς καὶ ταλαιπωρίης ἡ ἕξις. τεσσαρεσκαιδεκαταῖοι οἵδε τὰ πολλὰ θνήσκουσι· οἷσι δʼ ἂν ἐς μῆκος ἡ νοῦσος ἀφίκηται, ἐν διπλασίοισι ὄλλυνται. ὁκόσοι δὲ ἢ σμικρὴν ἀρχῆθεν ἴσχουσι τὴν φλεγμονὴν, ἢ τῆς μεγάλης κατὰ βραχὺ διαλυομένης, διαδιδράσκουσι μὲν τὸν ὄλεθρον, οὐδέκω δὲ ἀφίενται τοῦ κακοῦ. οἱ δὲ μακρὸν μὲν τὸν χρόνον τὸν καῦσον νοσέουσι· ἀποπαύεται δὲ τὰ κινδυνώ δεα , αἱ ὀδύναι καὶ ξυντάσιες τῶν ὑποχονδρίων, καὶ ἡ κακοσφυξίη , καὶ τῆς γνώμης τὸ νωθές· ἔτι δὲ ἔμπης ἔασιν ἀσώδεες, ἀλύοντες ξὺν ἀπορίῃ·ξύνεστι δὲ ὅ τε καῦσος καὶ τὸ δίψος καὶ τῆς γλώσσης καὶ τοῦ στόματος ἡ ξηρότης· ἀναπνέουσι πολλὸν, μακρὸν ἕλκοντες καὶ ἀθρόον, ὅλον τὸν ἠέρα ἐς ἔμψυξιν ἐπισπώμενοι· ἀτὰρ εἴτε πίνουσι ψυχρὸν χανδὸν πολὺ πλεῖστον, καὶ ἐς μὲν βραχὺ ἀνεκουφίσθησαν, εἶτʼ αὐτοῖς ἐξάπτεται τὸ δίψος, αὖθις ἄδην πίνουσι· καὶ ἥδε ἡ διαδοχὴ τοῦ κακοῦ· καὶ ἰητρὸς δὲ ἀγαθὸς ψυχρὸν ἂν δῴη πολλὸν ἀσινέως, ὅκως ἐν τοῖσι ἄλλοισι καύσοισι· ἀσφαλέστερον δὲ τοῖσι ἀπὸ τῆς κοίλης φλεβὸς νοσέουσι τὸν καῦσον. κἢν μὲν ἡ γαστὴρ ἢ ἡ κύστις τὸ ποτὸν ὑποφέρῃ, οὐδὲ ἐμέτου δεῖ· εἰ δὲ μὴ, ἐπὶ πολλῷ τῷ ψυχρῷ τὸ πολλὸν ἐμέσαι χρή. ἐκραγείη γὰρ ἂν ὥνθρωπος, εἰ τοσόνδε πίνων μηδὲν διαχωροίη, ἢ ἱδρῶσι, ἢ οὔροισι, ἢ κοιλίῃ.νεφροὶ, τὴν μὲν τοῦ σώματος ἰδέην, οὐ κάρτα ἐπίκαιροι ἐς κίνδυνον, ἢν καί τι πάθωσι ὀξέως. ἀδενώδεες γὰρ τὴν φύσιν, ἐς δὲ ὄλεθρον εὐήθεες· ἐπίκαιρον δὲ αὐτέων τὸ ἔργον, ἥ τε διάκρισις τῶν οὔρων ἀπὸ τοῦ αἵματος καὶ ἡ ἀπόκρισις. ἐπέχει δὲ τήνδε ἢ λίθος, ἢ ἐγγιγνομένη φλεγμονὴ, ἢ αἱμάλωψ, ἤ τι τοιόνδε· εὖτε ἐκ ξυμπαθίης μὲν τῆς διὰ τὴν ἰδέην τοῦ σώματος κακὸν γίγνεται οὐδὲν, ἡ δὲ ἐπίσχεσις τῶν οὔρων πάντα τὰ δεινὰ πρήσσει. πῦρ μὲν γὰρ δριμὺ, ἀσῶδες, ὀδύνη κατʼ ὀσφὺν ἐπὶ Ῥάχι βαρεῖα, διάτασις τῶν μερῶν, μᾶλλον δὲ τῶν ἀμφὶ τὸ ὑποχόνδριον· οὔρου ἐπίσχεσις, οὐκ ἐς τὸ πάμπαν, ἀλλὰ στάγδην μὲν οὐρέουσι, ἐπιθυμίη δὲ πολλὸν ἐκχέαι· πλημμύρης γὰρ αἴσθησις. ἢν δὲ καὶ τὸ οὖρον δριμὺ καὶ δακνῶδες ἐγγένηται, ψύξιες, τρόμοι, σπασμοὶ , διατάσιες καὶ πληρώσιες τῶν ὑποχονδρίων· ἰκέλη ἡ ξυμφορὴ ἥδε καὶ ξυναίσθησις γίγνεται τοῖσι ἀπὸ πλήθεος σιτίων καὶ διαφθορῆς ἐμφυσηθεῖσι τὴν κοιλίην· σφυγμοὶ τὰ πρῶτα μὲν ἀραιοὶ, νωθροί· ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, σμικροὶ, πυκνοὶ, ταραχώδεες , ἄτακτοι, ὕπνοι λεπτοὶ, ὀδυνώδεες, οὐ διηνεκέες, καὶ ἐξαπίνης ἐκθορνύμενοι ὡς ὑπὸ νύξιος, εἶτα ὑποφέρονται ἐς κῶμα, ὡς ὑπὸ καμάτου· τὴν γνώμην οὐ κάρτα παράφοροι, ληρώδεες, πελιδνοὶ τὰ πρόσωπα· ἢν δὲ ἥκῃ αὖθίς κοτε τῆς οὐρήσιος ἡ προθυμίη, ἐπὶ σπασμοῖσι καὶ μεγάλῃσι ὀδύνῃσι βραχὺ ἂν καὶ στάγδην ἐξέκρινε, εὖτε σμικρὸν ἐπανῆκε τῶν πόνων· εἶτα ἐς τὰ αὐτὰ παλινδρομέες· ὀξύτατα δὲ θνήσκουσι τῶνδε οἷσιν οὐδὲν ἐκκρίνει, ὁκόσοι δὴ θνήσκουσι· οἱ πλεῦνες γὰρ περιγίγνονται, ἢ τοῦ λίθου ἐς τὴν κύστιν διὰ τῶν οὔρων ἐκπεσόντος, ἢ τῆς φλεγμονῆς ἐς πῦον τρεπομένης, ἢ κατὰ βραχὺ διαπνεομένης. ἢν γὰρ καὶ ἐπὶ σμικρὸν ἐνδεῶς διεξίῃ τὸ οὖρον Ῥηϊδίως διαδιδρήσκουσι τὸν ὄλεθρον· χρόνῳ δὲ μακρῷ φθίνουσι τὴν ἕξιν. ὀρθῶς τάδε οἱ νοσέοντες πάσχουσι, καὶ καταγίγνονται ἐς σύντηξιν ὑποφερόμενοι.ὧραι δὲ καὶ χῶραι καὶ ἡλικίαι φέρουσι, αἵπερ καὶ τὰ κατὰ τὰς κοίλας φλέβας. ἐξερράγη κοτὲ αἷμα ἀπὸ τῶν νεφρῶν πολλὸν ἀθρόον, καὶ πολλῇσι ἡμέρῃσι ξυνεχὲς ἔρρεε· ἀλλʼ οὔ τινες αἱμορραγίῃ θνήσκου σι, ἀλλὰ τῇ φλεγμονῇ τῇ ξὺν αἱμορραγίῃ γιγνομένῃ, ἢν ἐπισχεθῇ τὸ αἷμα· τὰ πολλὰ δὲ ἐξ ἐπισχέσιος ἐπὶ μεγάλῃ φλεγμονῇ θνήσκουσι.