πῦρ μὲν πάντη καὶ δριμὺ καὶ λεπτὸν, μάλιστα δὲ τὰ εἴσω· ἀναπνοὴ θερμὴ, ὡς ἐκ πυρὸς, ἠέρος ὁλκὴ μεγάλη, ψυχροῦ ἐπιθυμίη, γλώσσης ξηρότης, αὐασμὸς χειλέων καὶ δέρματος, ἄκρεα ψυχρὰ, οὖρα χολόβαφα κατακορέως , ἀγρυπνίη, σφυγμοὶ πυκνοὶ, σμικροὶ, ἔκλυτοι· ὀφθαλμοὶ εὐαγέες, λαμπροὶ , ὑπέρυθροι· προσώπου εὐχροίη. ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ πάθος, μέζω τὰ πάντα καὶ κακίω· σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, πῦρ ξηρότατον καὶ δριμύτατον , γνώμη παράφορος, πάντων ἀγνωσίη, διψώδεες, ψαῦσαι ψυχροῦ ἐπιθυμίη, τοίχου, ἐσθῆτος, ἐδάφεος, ὑγροῦ· χεῖρες ψυχραὶ, θέναρα θερμότατα, ὄνυχες πελιδνοὶ, ἀναπνοὴ πυκινὴ, νοτὶς περὶ μέτωπα καὶ κληΐδας. ἢν δὲ ἐς ἄκρον ξηρότητος καὶ θερμασίης ἥκῃ ἡ φύσις, τὸ μὲν θερμὸν ἐς ψυχρὸν, ὁ δὲ αὐχμὸς ἐς ἐπομβρίην τρέπεται. αἱ γὰρ τῶν πρηγμάτων ἐς τὸ ἔσχατον ἐπιτάσιες εἰς τὴν ἐναντίην μεταβάλλουσι ἰδέην. ἐπὴν οὖν λυθῇ τῆς φύσιος τὰ δεσμὰ, τόδε ἐστὶ ἡ συγκοπὴ, τότε ἱδρὼς ἄσχετος πάντη τοῦ σώματος, ἀναπνοὴ ψυχρὴ, ἀτμὸς ἀνὰ Ῥῖνας πουλὺς, ἄδιψοι, ἐξήρανται γὰρ τά τʼ ἄλλα, ἀτὰρ καὶ τὰ ἄλλα διψαλέα ὄργανα, στόμα, στόμαχος· οὖρα λεπτὰ, ὑδατώδεα· κοιλίη τὰ πολλὰ μὲν ξηρὴ, ἔστι δὲ καὶ οἷσι ὑποφέρει βραχέα χολώδεα, πουλὺς πλάδος, διαρρέει δὲ καὶ τὰ ὀστέα λυόμενα· καὶ ἀπὸ πάντων ὡς ἐν ποταμῷ ἐς τὰ ἔξω ἡ φορή. ψυχῆς κατάστασις , αἴσθησις σύμπασα καθαρὴ, διάνοια λεπτὴ, γνώμη μαντική. προγιγνώσκουσι μὲν οὖν πρώτιστα μὲν ὡυτέοισι τοῦ βίου τὴν μεταλλαγήν· ἔπειτα τοῖσι παρεοῦσι προλέγουσι τὰ αὖθις ἐσόμενα· οἱ δὲ αὐτέους μὲν ἔσθʼ ὅτε καὶ ἀλλοφάσσειν δοκέουσι· τῇ ἀποβάσι δὲ τῶν εἰρημένων θωϋμάζουσι ὥνθρωποι. μετεξέτεροι δὲ καὶ προσλαλέουσι τῶν κατοιχομένων τισὶ, τάχα μὲν παρεόντας ὁρεῦντες αὐτοὶ μοῦνοι, ὑπὸ λεπτῆς καὶ καθαρῆς αἰσθήσιος, τάχα δʼ αὐτῶν τῆς ψυχῆς προγγινωσκούσης, καὶ διηγευμένης τοὺς ἄνδρας οἷσι ξυνέσονται. πρόσθεν μὲν γὰρ ἐν τοῖσι ὑγροῖσι ὡς ἐν ἰλύϊ ἔνην καὶ ζόφῳ.ἐπεὶ δὲ τάδε ἐξήντλησε ἡ νοῦσος, καὶ ἀπὸ τῶν ὀφθαλμῶν τὴν ἀχλὺνἕλε, ὁρέουσι τά τε ἐν τῷ ἠέρι, καὶ γυμνῇ τῇ ψυχῇ γίγνονται μάντιες ἀτρεκέες· οἱ δὲ ἐς τοσόνδε λεπτότητος ὑγρῶν καὶ τῆς γνώμης ἀφιγμένοι οὐ μάλα τοι περιγίγνονται, ἐξηερωμ ένης ἤδη τῆς ζωτικῆς δυνάμιος.Ἡ χολέρη παλίνορσός ἐστι φορὴ τῆς ὕλης τῆς ἐν τῳ παντὶ ἐς τὸν στόμαχον καὶ τὴν κοιλίην καὶ τὰ ἔντερα, ὀξύτατον κακόν· διεκθέει δὲ ὕπερθεν μὲν ἐς ἔμετον τὰ ἐν τῷ στομάχῳ ἁλιζόμενα· διὰ δὲ τῆς κάτω διεξόδου τὰ ἐν τῇ κοιλίῃ καὶ τοῖς ἐντέροις ὑγρά. ἰδέην δὲ τὰ πρῶτα μὲν ὑδατώδεα τὰ διʼ ἐμέτου, τὰ δὲ διʼ ἕδρης κόπρανα ὑγρὰ, δυσώδεα· ἀπέψιες γὰρ ξυνεχέες αἱ τῆσδε προφάσιες· ἢν δὲ τάδε ἀποκλυσθῇ, φλεγματώδεα, ἔπειτα χολώδεα· τὰ πρῶτα μὲν Ῥηϊδίως, ἀπόνως· ἔπειτα δὲ ξὺν ἐντάσεσι μὲν ὁ στόμαχος, γαστὴρ δὲ μετὰ στρόφων. ἢν δὲ ἐς τὸ κάκιον ἐπιδιδῷ, καὶ στρόφοι μείζονες, λειποθυμίη , ἔκλυσις μελέων, ἀπορίη, ἀποσιτίη· ἢν δὲ καί τι προσενέγ κωνται, πολλῷ Ῥοίζῳ ξὺν ναυτίῃ ἐς ἔμετον διεκθέει ξανθὴ χολὴ κατακορέως καὶ τὰ διαχωρήματα ὅμοια· σπασμοὶ, ξυνολκαὶ μυῶν τῶν ἐν τῇ κνήμῃ καὶ βραχιόνων· δάκτυλοι καμπύλοι, σκοτόδινος , λὺγξ, ὄνυχες πελιδνοὶ, κατάψυξις, ἄκρεα ψυχρὰ, καὶ τὸ ὅλον Ῥιγώδεες. ἢν δὲ ἐς τελευτὴν ἥκῃ τὸ κακὸν, ἀτὰρ ἱδροῖ ὥνθρωπος, χολὴ μέλαινα ἄνω καὶ κάτω. οὖρα σχεθεῖσα κύστις ὑπὸ σπασμοῦ· ἀλλʼ οὐδὲ οὖρον ἁλίζεται ὑπὸ τῆς ἐς τὸ ἔντερον τῶν ὑγρῶν μετοχετεύσεως· ἀφωνίη, σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, ὁκόσοι ἐπὶ ξυγκοπῇ· ἐντάσιες ἐμέτου ξυνεχέες κενεαὶ, προθυμίαι τεινεσμώδεες, ξηραὶ, ἄχυλοι· θάνατος ἐπώδυνος καὶ οἴκτιστος, σπασμῷ καὶ πνιγὶ καὶ ἐμέτῳ κενῷ. φέρει μὲν τὸ πάθος ὥρη μὲν θέρεος, δεύτερον δὲ φθινόπωρον, ἦρἧσσον, χειμὼν ἥκιστα· ἡλικίαι δὲ, αἱ τῶν νέων καὶ ἀκμαζόντων· γῆρας ἥκιστα, παιδία δὲ τουτέων μᾶλλον, ἀλλʼ οὐ θανατώδεα.ἐντέροισι γίγνεται μὲν φλεγμονὴ, ὀδύνην ὀλεθρίην ἐμποιοῦσα. θνήσκουσι γὰρ μυρίοι στρόφοισι καρτεροῖσι· ἐγγίγνεται δὲ καὶ πνεῦμα ψυχρὸν, ἀργὸν, οὔτε κάτω περῆσαι Ῥηΐδιον οὔτε ἄνω ἀνελθέμεναι· μίμνει δὲ ἐπιπολὺ ἑλισσόμενον ἐν ὀλίγῃσι τῶν ἄνω ἑλίξεσι· τοὔνεκεν καὶ τὸ πάθος ἐπίκλησιν ἔσχεν εἵλεόν. κἢν πρὸς τοῖς στρόφοις δὲ καὶ πίεσις καὶ μάλθαξις τῶν ἐντέρων ἔῃ, καὶ πουλὺ τὸ ὑπογάστριον ὑπερίσχῃ, χορδαψὸς τὸ τοιοῦτόν ἐστι οὔνομα· ἕψησις μὲν γὰρ ἡ μάλθαξις· χορδὴ δὲ ἐντέρων ἐπώνυμον. καὶ γὰρ καὶ ἐπιχορδί δα τὸ μεσεντέριον ἐκίκλησκον οἱ πρόσθεν, τά τε μεσηγὺ νεῦρα καὶ τὰ ἀγγεῖα καὶ τοὺς ὑμένας τοὺς ἀνοχῆας τῶν ἐντέρων. αἰτίη τοῦ εἱλεοῦ συνεχὴς μὲν διαφθορὴ σιτίων πολλῶν τε καὶ ποικίλων καὶ οὐ ξυνηθέων, καὶ ἄλλη ἐπʼ ἄλλῃ ἀπεψίη, μάλιστα δʼ ἐπὶ τοῖσι εἱλεώδεσι, ὁκοῖόν τι μελὰν σηπίης. οὐκ ἀδόκητος δὲ πληγὴ, ἢ ψύξις, ἢ ψυχροποσίη ἐφʼ ἱδρῶτι, ἄδην ἢ χανδόν· καὶ οἷσι δὲ ἔντερον ἐς τὸν ὄσχεον ξὺν κόπρῳ κατέβη, καὶ οὐκ ἀνώσθη ἐς τὴν κοιλίην, ἀλλʼ ἀνελήφθηβίῃ, τουτέοισι ἔθος ἐπιφλεγμαίνειν τὰ κάτω ἔντερα. ξύνηθες δὲ τὸ πάθος παιδίοισι, οἷσίπερ ἂν καὶ ἀπεψίη ᾖ, καὶ τὸ βλάβος διαδιδράσκουσι μᾶλλον διά τε τὸ ἔθος καὶ τὴν ὑγρότητα τῶν ἐντέρων· ὀλισθηρὰ γάρ· γέροντες δὲ οὐ μάλα μὲν πάσχουσι, περιγίγνονται δὲ ἥκιστα. ὥρη θέρεος τίκτει μᾶλλον ἦρος, φθινόπωρον δὲ χειμῶνος, ἀμφοῖν δὲ ἐπὶ μᾶλλον θέρος. πολλοὶ μὲν οὖν ἐπὶ τούτοισι στρόφοισι θνήσκουσι αὐτίκα· μετεξετέροισι δὲ καὶ πῦον ἐγγίγνεται , καὶ αὖθις μελανθὲν τότε τὸ ἔντερον καὶ διασαπὲν ἐξέπεσε, καὶ οὕτως ἐξέλιπον. ξύνεστι δὲ αὐτέοισι, εἰ μὲν ἐπιεικὴς εἱλεὸς εἴη, πόνος ἑλισσόμενος, στομάχου πλάδος, ἔκλυσις, μαλακίη, ἐρεύξιες κεναὶ καὶ οὐδὲν ὠφελοῦσαι, κοιλίη ὑποβορβορίζουσα φύσῃσι, ὁδοιπορίη μεσφὶ ἕδρης, διέξοδοι δὲ ἀτελέες. ἢν δὲ ἐπίτασιν ἴσχῃ ὁ εἱλεὸς, πάντων ἄνω ἡ φορὴ, πνευμάτων, φλέγματος, χολῆς. ἐμοῦσι γοῦν τάδε·