ἢν δὲ τὸ ἀπὸ τῆς πτύσιος αἷμα, παχὺ μὲν οὐ κάρτα, χροιῇ δὲ μέλαν, λεῖον, ὁμαλὸν, ἀμιγὲς ἑτέρης οὐσίης. χρεμπτομένοισι γὰρ εὐθὺς ἐπὶ τὴν γλῶσσαν ἔρχεται στρογγύλον , Ῥηϊδίως ἀπολυόμενον· ἢν δὲ καὶ τὴν ὑπερώην καθορέῃς, δασυτέρην καὶ ἑλκώδεα ὄψεαι, καὶ τὰ πολλὰ ὕφαιμον· ἰητρίη δὲ ἀρκέσει ἁπλῆ, σμικρὴ, στύμματα μὲν ἐς τὴν ὑπερώην, καὶ τάδε ψυχρά. ἐπὶ γὰρ τοῖσι θερμαίνουσι καὶ τοῖσι ἀραιοῦσι καὶ εὐρύνουσι ἡ φορὴ μέζων· καὶ τόδε τὸ τέκμαρτῆς ἀπὸ τῆς κεφαλῆς πτύσιος· ἐς δὲ τὴν κεφαλὴν κενώσιες ἢ διὰ φλεβῶν,ἢ διὰ Ῥινέων, ἢ διʼ ἑτέρης διαπνοῆς. καὶ τάδε χρὴ ταχέως δρῆν, ἢν γὰρ τὸ αἷμα ἐπὶ πολλὸν χρόνον ἴῃ, μελέτη μὲν ἐγγίνεται τῇ φορῇ· ἔθος δὲ τοῖσι τῇδε χωρίοισι ἐς ὑπόδεξιν τοῦ αἵματος· ἑλκοῦται δὲ καὶ ἀρτηρία, καὶ βήσσουσι ἀντὶ τῆς χρέμψιος. τοὐντεῦθεν δὲ φθορῆς γίγνεται ἡ ἀρχή. Ἡ δὲ ἀπὸ θώρηκος καὶ τῶν νέρθεν σπλάγχνων αἵματος φορὴ ἀναγωγὴ καλέεται· ἔστι δὲ κάρτα μὲν ὀλεθρίη, ἢν ἀπό του τῶν ἐπικαίρων ἐκραγέν των ἔῃ, ἢ κοίλης φλεβὸς τῆς ἐν καρδίῃ ἀπὸ τοῦ ἥπατος διακονευμένης τὸ αἷμα, ἢ τῆς τῇ Ῥάχι παρατετα μένης παχείης ἀρτηρίης. αἱμορραγίῃ γὰρ ὅκωσπερ ἐν σφαγῇ καὶ δυσπνοῇ ὤκιστος ὄλεθρος· οἷσι δὲ ἀπὸ πνεύμονος, ἢ πλευρῆς, ἢ ἀρτηρίης τῆς τρηχείης, ἧσσον μὲν ὀξέως θνήσκουσι, οὐχ ἥκιστα δὲ ἔμπυαι καὶ φθίσιες γίγνονται. τουτέων δὲ ἀσθενεστέρη ἡ ἀπὸ τῆς τρηχείης ἀρτηρίης· ἢν δὲ ἀπὸ στομάχου ἢ κοιλίης ἐμέηται, οὔτε κάρτα ὀλεθρίως ἴσχουσι, κἢν πάνυ πολλὴ αἱμορραγίη ἔῃ, οὔτε ἡ ἄλθεξις μακρὴ καὶ ποικίλη· ἢν δὲ ἀπὸ ἥπατος καὶ σπληνὸς, οὐ Ῥηϊδίη μὲν, οὐδὲ ξυνεχής· ἐς γὰρ τὴν κοιλίην καὶ ἔντερα τουτέων ἡ ἀπόκρισις ἑτοιμοτέρη. οὐ μὴν οὐδὲ ἡ ἄνωθεν διὰ πνεύμονος καὶ ἀρτηρίης, ἀδύνατος, ἢ ἄπιστος. καὶ γὰρ ἐν πυρετοῖς ἀπὸ σπληνὸς καὶ ἥπατος διὰ Ῥινῶν αἱμορρα γέουσι, κατʼ ἴξιν τοῦ σπλάγχνου τοῦ μυκτῆρος Ῥέοντος. τόποι μὲν οὖν ἀφʼ ὧνπερ ἡ ἀγωγὴ οἵδε· καὶ ἡ ἐς κίνδυνον ἢ ὄλεθρον διαφορή.οἱ δὲ τρόποι τρεῖς ἔασι· ἢ γὰρ ἀπὸ Ῥήξιος ἀγγείου, ἢ διαβρώσιος , ἢ ἀραιώσιος ἀνάγεται. ῥήγνυται μὲν οὖν ἐξαπιναίως, ἢ πληγῇ, ἢ ἐντάσι ἄχθεος, ἢ ἀνωθήσει, ἢ ἀπὸ ὕψους ἅλματι, ἢ καὶ βοῇ, καὶ ὀργῇ μεγάλῃ, ἤ τεῳ ἄλλῃ ὁμοίῃ αἰτίῃ, εὖτε αὐτίκα ἐπὶ τῇ ἀρτηρίᾳ λάβρως τὸ αἷμα ἐκχέεται· ἢν δὲ ἀπὸ βρώσιος, χρὴ ἐπανερωτῆν, εἴ κοτε πρόσθεν ἔβηξε ὥνθρωπος, ἢ δύσπνους γέγονε, ἢ ναυτίη, ἢ ἔμετος ἦγχε πάρος. ἐκ γὰρ τοιῶνδε πολυχρονίων διεσθίεται τὰ ἀγγεῖα Ῥεύματι ξυνεχέϊ καὶ πολλῷ καὶ δριμέϊ. ἐπὴν οὖν πολλὸν ξυντακέντα καὶ λεπτυνθέντα ἐς τέλος ἀπαναλωθῇ τὰ ἀμπέχοντα ὑμένια, τὸ αἷμα ἐκχέει· ἡ δὲ ἐξ ἀραιώσι ος ἀρραγὴς μὲν, διὰ τόδε οὔτε πολλὴ, οὔτε ἀθρόη, οὔτε παχέος αἵματος· ἀραιώσι δὲ τῶν ἀγγείων τὸ λεπτὸν ἀποτιθέεται· ἢν δὲ πολλὸν αὐλισθὲν ἐν κοίλῃ χώρῃ αὖθις ἀνάγηται, παχύτερον μὲν ἑωυτοῦ γίγνεται, οὐ μὴν παχὺ κάρτα, οὐδὲ μέλαν, ὁκοῖον αἱμάλωψ· πλεῖον δὲ τῷ πλήθεϊ, ὡς ἀπὸ ἀθροίσιος, εὐθὺς ἀναφέροιτο. τόδε τὸ εἶδος τῆς ἀγωγῆς, γυναιξὶ ὡς ἐπίπαν οὐ καθαιρομένῃσι τάδε ἐπιμήνια γίγνεται, καὶ ἐν τῇσι αὐτῇσι περιόδοισι τῆς καθάρσιος ἐπιφαίνεται, καὶ ἐπὶ τῇσι προθεσμίῃσι τῆς ἀποπαύσιος ἴσχεται· κἢν μὴ ἰηθῇ ἡ γυνὴ, ἐς πολλὰς περιόδους ἀντιπεριεῖσι ἡ ἀναγωγή· μετεξετέρῃσι δὲ καὶ ἀπερράγη τὰ ἀγγεῖα τῷ πλήθεϊ. διαφορὴ τῆς ἀναγωγῆς, καὶ εἰ ἐξ ἀρτηρίης, ἢ φλεβὸς ἀνάγοιτο. μέλαν μὲν γὰρ καὶ παχὺ καὶ Ῥηϊδίως πηγνύμενον, ἢν ἀπὸ φλεβὸς, καὶ ἧσσον ἐς κίνδυνον Ῥέπει, καὶ ἐπίσχεται θᾶσσον. ἢν δὲ ἀπʼ ἀρτηρίης, ξανθὸν καὶ λεπτὸν, καὶ οὐ μάλα πήγνυται, καὶ ὁ κίνδυνος ὠκύτερος, καὶ ἡ ἐπίσχεσις οὐ μάλα Ῥηϊδίη. αἱ γὰρ διασφύξιες τῆς ἀρτηρίης αἱμορραγίης πρόκλησιν ποιέονται, καὶ τὸ τρῶμα οὐ συμφύει τῇ πολυκινησίῃ. ἄλθεξις δὲ, ἢν μὲν ἀπὸ διαβρώσιος μακρὴ, καὶ οὐ Ῥηϊδίη, καὶ σφαλερή· ὑπὸ γὰρ ἐλλείψεως ἐς σύμφυσιν τὸ ἕλκος οὐκ ἀφικνέεται· ἕλκος γὰρ, οὐ τρῶμα γίγνεται· ἐπὶ δὲ τῇσι Ῥήξισι ἡ σύμφυσις ἑτοιμοτέρη.ψαύει γὰρ ἀλλήλων τοῦ τρώματος τὰ χείλεα· ἔστι ἥδε ὦν ἡ διαφορὴ δευτέρη ἐς κίνδυνον. ἀσινεστάτη δὲ ἡ ἐπὶ τῇσι ἀραιώσισι· ἴσχεται γὰρ αὐτομάτως, καὶ ἰητρίη στύψις καὶ ἔκψυξις ἱκανή. Σημαντέ οι δὲ καὶ οἱ τόποι, ἀφʼ ὧνπερ ἀνάγεται. ξυνὰ γὰρ πολλὰ σημεῖα, καὶ ἡ ἀπάτη Ῥηϊδίη, καὶ ἰητρίη ἑτέρη. ἀπὸ στομάχου μὲν οὖν οὔτε λίην ἐξ ἀραιώσιος ἀνάγεται· ἡ γὰρ τῶν βρωμάτων τε καὶ τῶν πομάτων ψύξις τε καὶ στύψις ἐς πύκνωσιν ἄγει τὰ μέρεα· ἀτὰρ οὐδὲ διαβρώσιες ξυνεχέες εἰσὶ, καί τοι μᾶλλον τῆς προτέρης· τὰ γὰρ ἀναδάκνοντα τῶν Ῥευμάτων οὐ προσίσχεται πολλὸν χρόνον, ἀλλʼ ἤ ἀπεπτύσθη, ἢ διηλάθη κάτω. συνηθεστέρη δὲ στομάχῳ ἐστὶν ἡ Ῥῆξις. εἰ οὖν ἀπορραγῇ κοτε, αἱμορραγίαι οὐ κάρτα μεγάλαι, ὁκοῖαι ἀπὸ θώρηκος. ἰσχνὰ γὰρ τῇδε τὰ φλεβία, σμικραὶ δὲ καὶ ἀρτηρίαι· ἰδέῃ δὲ τὸ αἷμα οὐ κάρτα μέλαν, ἢ ὑπόξανθον οὐ κατακορέως , λεῖον, ἢ σιάλοισι μεμιγμένον , ξὺν ναυτίῃ καὶ ἐμέτῳ ἀναφερόμενον. βὴξ μικρὴ, ἄλλοτε μὲν ξύν τῳ, ἄλλοτε δὲ μούνη ἄνευθεν ἀναγωγῆς· ξυνταλαιπωρέει γὰρ ἡ ἀρτηρίη τῷ στομάχῳ, παρατεταμένη καὶ ξυνημμένη· δῆξις, ἢ στύψις τοῦ ἕλκεος ἐπὶ τοῖσι καταπινομένοισι· πολλὸν δὲ μᾶλλον, ἢν ψυχρὰ κάρτα ἢ θερμὰ ἢ στρυφνὰ ἔῃ· ἐγγίγνεται δὲ καὶ πόνος τοῦ στομάχου, μετεξετέροισι δὲ μέσφι μεταφρένου· ἔμετοι φλεγματώδεες· ἐπαναφέρουσι δέ κοτε, ἐπὴν ἐς μῆκος ἡ νοῦσος ἐπιταθῇ, καὶ μέζων ἔῃ ἀποσιτίη, τουτέων πλῆθος πολύ· πυρετοὶ οὐ μάλα ξυνεχέες, ἀλλὰ Ῥεμβώδεες. ἀπὸ δὲ κοιλίης ἀνάγοιτο μέλαν καὶ πηγνύμενον, κἢν ἀπὸ ἀρτηρίης ᾖ· ἢν δὲ ἀπὸφλεβὸς, πολλόν τι μελάντερον , πολλὸν δὲ καὶ παγετώτερον· ναυτίη πολλὴ καὶ ἔμετος φλεγμάτων καὶ χολωδέων, τοῖσι σιτίοισι συμμιγνύμενον τὸ αἷμα, ἢν προβεβρώκῃ ὥνθρωπος· ἐν γὰρ τῇ αὐτῇ χώρῃ ἄμφω ἅμα ἀλίζεται καὶ ἡ τροφὴ καὶ τὸ αἷμα. ἐξερεύξιες πολλαὶ, βρωμώδεες· κἢν μὲν πολλὴ ξυλλεγῇ, ἀπορίη, σκοτόδινος· ἢν δὲ ἐμεθῇ τάδε, Ῥηΐζουσι.