δυοῖσι τοῖσι πρώτοισι, τροφῇ καὶ πνεύματι, τὰ ζῷα ζῆ, τουτέων δὲ πολλὸν ἐπικαιροτέρη ἡ ἀναπνοή. ἢν γὰρ ἐπίσχῃ τις ὠυτὴν, οὐκ εἰς μακρὰν διαρκέσει, ἀλλʼ αὐτίκα θνήσκει ὥνθρωπος. ὄργανα δὲ μυρία, ἀρχὴ μὲν Ῥῖνες, ὁδὸς ἀρτηριη, χώρη δὲ πνεύμων, θώρηξ δὲ πνεύμονος ἔρυμα καὶ δοχή· ἀλλὰ τἄλλα μὲν ὅκως ὄργανα μοῦνον διακονέεται τῷ ζῴῳ· πνεύμων δὲ καὶ τὴν αἰτίην ἴσχει τῆς ὁλκῆς. ἐνίζει γὰρ αὐτέου μέσον σπλάγχον θερμὸν ἡ καρδία, ζωῆς καὶ ἀναπνοῆς ἀρχή. ἥδε καὶ τῷ πνεύμονι τῆς ὁλκῆς τοῦ ψυχροῦ ἠέρος τὴν ποθὴν ἐνδιδοῖ· ἐκφλέγει γὰρ αὐτὸν, ἕλκει δὲ καρδίη. πρῶτον τοιγαροῦν ἢν μὲν ἡ καρδίη πάθῃ, οὐκ εἰς μακρὸν τοῦ θανάτου ἡ ἐμβολή. ἢν δὲ πνεύμων, ἐπὶ μὲν σμικρῇ τῇ αἰτίῃ, δύσπνοια· ζώει κακῶς, θάνατος μήκιστος, ἢν μή τις ἀκέηται· ἐπὶ δὲ μεγάλῳ πάθεϊ, ὁκοῖον ἡ φλεγμον ὴ, πνιγμὸς, ἀφωνίη, ἄπνοια, ὄλεθρος αὐτίκα· ἥδε ἐστὶν ἥν καλέομεν περιπνευμονίην, φλεγμονὴ τοῦ πνεύμονος, ξὺν ὀξέϊ πυρετῷ, εὖτε ξύνεστιν αὐτέοισι βάρος τοῦ θώρηκος, ἀπονίη, ἢν μοῦνος φλεγμήνῃ ὁ πνεύμων, ἄπονος γὰρ ἡ φύσις αὐτέου· μανὸς μὲν γὰρ τὴν οὐσίην, εἰρίοισιν ἴκελος. ἀρτηρίαι δὲ διελήλανται τρηχεῖαι, χονδρώδεες , καὶ αἵδε ἄπονοι· μύες δὲ οὐδαμῆ, σμικρὰ δὲ νεῦρα, λεπτὰ, ἐς κίνησιν ἐπίκαιρα. ἥδε τῆς ἀπονίης αὐτὴ ἡ αἰτίη. ἢν δὲ καί τις τῶν ἀμφʼ αὐτὸν ὑμένων ἐπιφλεγμήνῃ, οἷσι πρὸς τὸν θώρηκα προσέρχεται, ξύνεστι καὶ πόνος, ἀναπνοὴ κακὴ, θερμὴ, ἀνακαθίγνυσθαι ἐθέλουσι σχῆμα ὄρθιον ἐς ἀναπνοήν. τόδε γὰρ Ῥήϊστον τῶν σχημάτων. ἐρυθροὶ τὰ πρόσωπα· ἐπὶ δὲ μᾶλλον τὰ μῆλα· τὰ λευκὰ τῶν ὀφθαλμῶν λαμυρώτατα καὶ πίονα. Ῥὶς ἄκρη σιμὴ, φλέβες ἐν κροτάφοισιν ἢ καὶ τραχήλῳ διηρμέναι, ἀποσιτίη, σφυγμοὶ τὰ πρῶτα μεγάλοι, κενοὶ, πυκνότατοι , ὁκοῖόν τι συνεληλαμένοι· θερμασίη ἡ μὲν ἐς τὸ ἔξω ἀμυδρὴ, ὑγροτέρη· ἡ δὲ ἐς τὸ ἔνδον ξηρὴ, θερμοτάτη·ἐφʼ ᾗ ἀναπνοὴ θερμὴ, δίψος, γλώσσης ξηρότης, ἐπιθυμίη ψυχροῦ ἠέρος, γνώμης ἀπορίη, βὴξ ξηρὰ τὰ πολλά. ἢν δέ τι ἀνάγηται, φλέγμα ἀφρῶδες, ἢ ὑπόχολον κατακορὲς, ἢ δίαιμον ἀνθηρὸν σφόδρα· τόδε ἔστι τὸ δίαιμον τῶν ἄλλων κάκιον. Ἠν δὲ ἐπὶ τὸ θανατῶδες ἐπιδιδοῖ, ἀγρυπνίη, ὕπνοι σμικροὶ, νωθροὶ, κωματώδεες , φαντασίαι ἀξύνετοι· παράληροι τὴν γνώμην, ἐκστατικοὶ οὐ μάλα. ἀγνωσίη τῶν παρεόντων κακῶν. ἢν γοῦν ἐπανείρῃ περὶ τῆς νούσου, οὐδὲν ὁμολογέουσι δεινόν· ἄκρεα ψυχρὰ, ὄνυχες πελιδνοὶ, γρυποί· σφυγμοὶ μικροὶ, πυκνότατοι , ἐκλείποντες, εὖτε ἀγχοῦ τουτέου ὄλεθρος. ἑβδομαῖοι γὰρ τὸ πλέον θνήσκουσιν. ἢν δέ κοτε ἐπαναφέρῃ ἡ νοῦσος, καί τι ἐς ἀγαθὸν τρέπηται, αἱμορραγίη λάβρως ἐκ Ῥινῶν, κοιλίης ἐκτάραξις πολλῶν χολωδέων, ἐπάφρων , οἷα δοκέειν ἀπὸ πνεύμονος εἰς τὴν νειαιρὴν γαστέρα ἐξεῶσθαι, ἢν ἀγάγῃ πολλὸν ὑγρότερον Ῥηϊδίως. ἔστι δὲ ὅτε καὶ ἐς οὖρα ἐτράπετο. ὁκόσοισι δὲ πάντα ὁμοῦ ξυμπίπτει, οἵδε ὀξύτατοι Ῥηΐζουσι. μετεξετέροισι δὲ πῦον πολλὸν γίγνεται ἐν πνεύμονι, ἢ μετάστασις ἀπὸ τοῦ πλευρέου, ἢν μέζον τὸ ἀγαθὸν ὑπογίγνηται. κἢν μὲν ἐς ἔντερον ἢ κύστιν τὸ ἀπὸ τῆς πλευρῆς παρωχετεύθῃ πῦον, ἐς μὲν τὸ παραυτίκα ἐρήϊσαν ἀπὸ τῆς περιπνευμονίης· ἕλκος δὲ μακροχρόνιον ἴσχουσιν ἐν πλευρῇ, ἀλλὰ περιγίγνονται. ἢν δὲ ἐς τὸν πνεύμονα ὁρμήσῃ τὸ πῦον, εἰσὶν οἳ ἀπεπνίγησαν καὶ ἀθρόῃ ἐκχύσι, καὶ ἀναγωγῆς ἀπορίῃ. ὁκόσοι δὲ διαδιδράσκουσι τὴν ἐκ τῆς ἀπορρήξεως πνίγα, ἕλκος οἵδε πολλὸν ἴσχουσι ἐν πνεύμονι, καὶ ἐς φθόην μεθίστανται· καὶ ἀπὸ μὲν τῆς ἀποστάσιος καὶ τῆς φθόης γέροντες οὐ πάνυ τοι περιγίγνον ται· ἀπὸ δὲ τῆς περιπνευμονίης νέοι καὶ ἀκμάζοντες.αἵματος φορῆς τῆς διὰ στόματος ἰδέαι δύο· ἡ μὲν διὰ στόματος ἀπὸ κεφαλῆς καὶ τῶν τῇδε ἀγγείων· ὁδὸς δὲ ὑπερώη, φαρύγγεθρον, ἔνθα καὶ ἀρχαὶ στομάχου καὶ ἀρτηρίης. ἀναχρέμψισι δὲ καὶ βηχὶ σμικρῇ καὶ προχειροτέρῃ ἐς τὸ στόμα ἀπερεύγονται τὸ αἷμα· ὡς τῇ γε ἀπὸ στόματος, οὐδὲ ἀνάχρεμψις παρομαρτεῖ· ἔμπτυσις ἥδε καλέεται· ἐπὶ δὲ μᾶλλον, ἢν βραχέη ἡ φορὴ τοῦ αἵματος, καὶ στάγδην καὶ ἀθρόον ἀπὸ τῆς κεφαλῆς, ἢ ἀπὸ τοῦ στόματος ἔῃ, οὔ κοτε ἀναγωγὴ καλέεται, ἀλλʼ ἢ τὸ αὐτὸ, ἢ πτύσις, ἢ αἱμορραγίη. ἢν δὲ νέρθεν ἀνίῃ ἀπὸ θώρηκος καὶ τῶν τῇδε σπλάγχνων, πνεύμονος, τρηχείη ς ἀρτηρίης, τῶν παρὰ τὴν Ῥάχιν, ἡ ἀπὸ τουτέων φορὴ οὐ πτύσις, ἀλλʼ ἀναγωγὴ καλέεται, τῆς ἄνω ἴξιος τῆς ὁδοῦ τοὔνομα ἔχουσα. σημεῖα δʼ ἀμφοῖν τὰ μὲν ξυνὰ σμικρὰ καὶ παῦρα, ὁκόσον καὶ τὸ χωρίον, ἔνθα καὶ ἀναγωγῆς καὶ πτύσιος ἡ ξυναγωγή· τὰ δὲ ἑκάστης ἴδια μεγάλα καὶ πολλὰ καὶ ἐπίκαιρα, οἷσιν ἑκατέρην Ῥηΐδιον διαγνῶναι. ἢν οὖν ἀπὸ κεφαλῆς ἔῃ, ἐπὶ μὲν πολλῷ τῷ αἵματι μέζω καὶ πλέω τὰ παρεόντα, σμικρὰ δὲ ἐν ὀλίγῃ καὶ σμικρῇ τῇ πτύσι· βάρος αὐτέοισι, πόνος, ὤτων ἦχοι, ἐρύθημα προσώπου, φλεβῶν διαστάσιες, σκοτόδινος· καὶ πρὸ τούτων δὲ ἡ αἰτίη εὔσημος, πληγὴ, ψύξιες, ἐγκαύσιες, οἰνοφλυγίη· ἥδε γὰρ ἀθρόον πίμπλησι τὴν κεφαλὴν, ἀθρόον καὶ ἐκχέει ἐκραγέντος ἀγγείου· ἐπὶ δὲ σμικρῇ μέθῃ πτύσιες ἐξ ἀραιώσι ος. ἴσχεταί ποτε διὰ Ῥινῶν αἱμορραγίη ξυνήθης· εἰς ὑπερώην δὲ τρεπομένη ἀναγωγῆς φαντασίην παρέχει. ἢν οὖν ἀπὸ κεφαλῆς ἔῃ, γαργαλισμὸς ὑπερώης, ἀνάχρεμψις πυκνὴ, καὶ ἐπὶ τῇδε ἡ πτύσις βύζεται· θυμὸς ἐγγίγνεται, καὶ εὖ μάλα βήσσουσι. ἢν δὲ ἐς τὴν ἀρτηρίην ἀπὸ τῆς ὑπερώης ἐσρυῇ, τότε βήσσοντες ἀνάγουσι· καὶ ἥδε ἐστὶ ἡ ἀπάτη τοῖσι ἡγευμένοισι ἀπὸ σπλάγχνων τῶν κάτωθεν ἀνάγεσθαι. ἐσρέει δὲ καὶ ἐς τὸν στόμαχον ἀπὸ τῆς κεφαλῆς, εὖτε ξὺν ναυτίῃ ἐμέουσι· ἔστι δὲ καὶ ἥδε ἀπάτη, ὡς ἀπὸ στομάχου φέρεσθαι δοκέειν.