ξύνεστι δὲ τοῖσι μὲν κυναγχικοῖσι φλεγμονὴ παρισθμίων, φαρυγγέθρου, παντὸς τοῦ στόματος. γλῶσσα προπετὴς ὑπὲρ τοὺς ὀδόντας καὶ τὰ χείλεα· σιελοχόοι, φλέγμα παχύτατον, ἀπορρέον καὶ ψυχρόν· ἐρυθροὶ τὰ πρόσωπα, καὶ ἐπηρμένοι, ὀφθαλμοὶ ἐξίσχοντες , ἀναπετέες, ἐξέρυθροι· τὸ ποτὸν ἐς τὰς Ῥῖνας ἀνακόπτεται· πόνοι καρτεροὶ, ἀλλὰ καὶ ὑπὸ τῆς πνιγὸς συνδιωκόμενοι ἀμαυροῦνται. θώρηξ καὶ καρδίη φλέγεται· ποθὴ ψυχροῦ ἠέρος· εἰσπνέουσι δὲ μικρὸν πάνυ, ἔς τε καὶ ἀπεπνίχθησαν, ἐμφραγείσης τῆς ἐς τὸν θώρηκα διόδου. ἐνίοισι δὲ ἐς πνεύμονα ἡ ξύνδοσις Ῥηϊδίως· οἱ δὲ μεταστάσι θνήσκουσι· πυρετοὶ νωθροὶ, μαλακοὶ, οὐδὲν ὠφελέοντες. εἰ δέ τῳ ἐς ἀγαθὸν τρέποιτο, ἀποστάσιες γίγνονται ἔνθα καὶ ἔνθα παρʼ οὖς ἔξω, ἢ ἔνδον ἐς τὰ παρίσθμια· κἢν μὲν ξὺν νάρκῃ, μὴ κάρτα βραδέως, περιγίγνονται μὲν, ξὺν πόνῳ δὲ καὶ κινδύνῳ· ἢν δὲ τρεπομένων ἐς ἀπόστασιν ὄγκος μέζων ὑπογίγνηται, ἐς κορυφὴν τῆς ἀποστάσιος ἀνισταμένης, ἀθρόον πνίγονται. τάδε μὲν τὰ κυνάγχης εἴδεα. Ξυνάγχης δὲ, σύμπτωσις, ἰσχνότης, ὠχρότης σύνεστι· ὀφθαλμοὶ κοῖλοι, εἴσω δεδυκότες· φάρυγξ καὶ γαργαρέων ἀνεσπασμένοι, παρίσθμια ἐπὶ μᾶλλον προσίζοντα, ἀφωνίη· πνὶξ ἡ τοῦδε τοῦ εἴδεος τῆς πρόσθεν πολλόν τι κραταιοτέρη, ἐν θώρηκι ἐόντος τοῦ κακοῦ, ἔνθα ἡ ἀρχὴ τῆς ἀναπνοῆς· οἱ δὲ ὀξύτατοι θνήσκουσι αὐτῆμαρ, ἔσθʼ ὅπη καὶ πρὶν καλέσασθαι τὸν ἰητρὸν, οἱ δὲ καὶ ἐσκαλεσάμενοι οὐδὲν ὤναντο. ἀπέθανον γὰρ πρὶν ἢ τὸν ἰητρὸν ἐπὶ τέχνῃ χρήσασθαι. ὁκόσος δὲ ἐς ἀγαθὸν τρέπεται, ἐπιφλεγμαίνει πάντα, ἐς ἅπερ ἐς τὸ ἔξω ἡ φλεγμον ὴ ἐξωκείλει, ὡς κυνάγχην ἀπὸ συνάγχης γίγνεσθαι ἀγαθὸν δὲ καὶ ἐν θώρηκι οἴδημα καρτερὸν, ἢ ἐρυσίπελας ἐμφανέως. καὶ ἰητρὸς δὲ ἀγαθὸς ἢ σικύῃ εἰς τὸν θώρηκα τὸ κακὸν ἀνήγαγε, ἢ σίνηπι ἐς τὰ στέρνα καὶ ἐς τὰ παρὰ γνάθους μέρεα ἐπιθεὶς, εἵλκυσε ἔξω καὶ διέπνευσε·μετεξετέροισι δὲ ἐς μὲν βραχὺ τὸ κακὸν ὑπὸ τουτέων ἀπελάθη ἔξω, ἀπεταθὲν δὲ ἀθρόως ἐπαλινδρόμησε καὶ ἔπνιξε. προφάσιες δὲ μυρίαι, ψύξιες μᾶλλον, ἧσσον ἐκκαύσιες, πληγαὶ, ὀστέων ἰχθύων διαπάρσιες ἐς τὰ παρίσθμια, ψυχροποσίαι, μέθαι, πλησμοναὶ, καὶ τὰ ἀπὸ τῆς ἀναπνοῆς κακά.τὸ ἀπὸ τῆς ὑπερώης ἐκκρεμὲν σῶμα στερρὸν, μεσηγὺτῶν παρισθμίων, κίων καὶ γαργαρεὼν καλέεται. σταφυλὴ γὰρ πάθεός ἐστιν οὔνομα. νεῦρον δέ ἐστι ἡ κιονὶς τὴν φύσιν, ἀλλʼ ὑγρόν· ἐν γὰρ ὑγρῷ κέεται χωρίῳ. ὅδε οὖν ὁ γαργαρε ὼν πλεῦνα πάσχει πάθεα. καὶ γὰρ ἐπὶ φλεγμον ῇ παχύνεται, ἶσος ἀπὸ τῆς βάσιος ἄχρι τοῦ πέρατος ἄκρου, ἐπιμήκης γιγνόμενος, καὶ ἐρύθημα ἴσχει. κίων δὲ τοῦδε τοῦ πάθεος ἡ ἐπίκλησις. εἰ κατὰ πέρας μοῦνον στρογγύ λλεται, καὶ μεγέθεϊ πελιδνὸς γίγνεται, καὶ ὑπομελαν ίζει, σταφυλὴ ἐπώνυμον τόδε τὸ πάθος. πάντα γὰρ ἴκελα αὐτέῃ, καὶ σχῆμα, καὶ χροιὴ, καὶ μέγεθος. τρίτον πάθος ἐστὶ ὑμένων, ἔνθα καὶ ἔνθα, οἷόν τι λέπεα πλατέα, ἢ νυκτερίδων πτέρυγες ἐκφαίνονται· ἱμάντιον τόδε καλέεται. ἱμᾶσι γὰρ ἴκελαι αἱ τῶν ὑμένων εἰς πλάτος ἑξαπλώσιες. ἐι δὲ ἐς λεπτὸν καὶ εὐμήκη ὑμένα τελευτᾷ κιονὶς, οἷόν τι οὐρίαχον κατὰ πέρας ἴσχουσα, κράσπεδον τὴν ἐπωνυμίην ἴσχει. γίγνεται δὲ τόδε καὶ αὐτομάτως μὲν ἐκ Ῥεύματος, ὅκωσπερ καὶ ἕτερα· ἀτὰρ καὶ ἀπὸ τομῆς ἐπικαρσίης, ἐγκαταλιπόντος τοῦ ἰητροῦ ὑμένα κατὰ μίαν πλευρήν. ἢν δὲ δικρόα ὑμέσι δισσοῖσι ἐκκρεμέσι ἔνθα καὶ ἔνθα γίγνηται, οὔνομα μὲν οὐκ ἴσχει τόδε πάθος ἔκδηλον, ἅπαντι δὲ Ῥηΐδιον θεησαμένῳ γιγνώσκειν. πνὶξ δὲ ἐπʼ αὐτέοισι πᾶσι, καὶ ἥκιστα Ῥηϊδίως καταπίνους ι. βὴξ ἐπὶ πᾶσι μὲν, μάλιστα δὲ ἐπὶ τοῖσι ἱμαντίοισι , καὶ ἐπὶ τοῖς κρασπέδοισι. γαργαλισμὸς γὰρ τῆς ἀρτηρίης ἀπὸ τῶν ὑμένων γίγνεται· ἔσθʼ ὅπη δὲ καὶ ἐνστάζει τι τοῦ ὑγροῦ λάθρη ἐς τὴν ἀρτηρίην ὅθεν ἀναβήσσουσι· ἐπὶ δὲ τῇ σταφυλῇ καὶ τῷ κίονι δύσπνοια ἐπὶ μᾶλλον, καὶ κάρτα πονηρὴ κατάποσις. καὶ γὰρ ἐς τὰς Ῥῖνας ἐπὶ τῶνδε τὸ ὑγρὸν ἀναθλίβεται, συμπαθίῃ τῶν παρισθμίων. γηραιοῖσι ὁ κίων συνήθης, σταφυλὴ δὲ νέοισι καὶ ἀκμάζουσι· πολύαιμοι γὰρ καὶ ἐπιφλεγμαίνει μᾶλλον. ἡβάσκουσι δὲ καὶ παισὶ τὰ ὑμενώδεα. τάμνειν δὲ πάντα ἀσινέα·ἐπὶ δὲ τῇ σταφυλῇ ἔτι ἐρυθριώσῃ, αἱμορραγίη καὶ πόνοι καὶ φλεγμον ῆς ἐπίδοσις.ἕλκεα ἐν τοῖσι παρισθμίοισι γίγνεται, τὰ μὲν ξυνήθεα, εὐήθεα καὶ ἀσινέα, τὰ δὲ ξενὰ, λοιμώδεα καὶ κτείνοντα. εὐήθεα μὲν ὁκοῖα καθαρά ἐστι καὶ σμικρὰ καὶ ἀβαθῆ, οὐδὲ ἐπιφλεγμαίνει, καὶ ἀνώδυνα· λοιμώδεα δὲ ὁκόσα πλατέα, κοῖλα, Ῥυπαρὰ, ἐπιπάγῳ λευκῷ, ἢ πελιδνῷ, ἢ μέλανι συνεχόμενα· ἄφθαι τοὔνομα τοῖσι ἕλκεσι. ἢν δὲ καὶ ὁ ἐπίπαγος ἴσχῃ βάθος, ἐσχάρη τὸ πάθος καὶ ἔστι καὶ καλέεται· ἐν κύκλῳ δὲ τῆς ἐσχάρης ἐρύθημα γίγνεται καρτερὸν καὶ φλεγμονὴ καὶ πόνος φλεβῶν, ὡς ἐπʼ ἄνθρακος, καὶ μικρὰ δὲ ἐξανθήματα ἀραιὰ γιγνόμενα, ἔπειτα προσεπιγιγνόμενα συνήφθη τε ἂν καὶ πλατὺ ἕλκος ἐγένετο. κἢν μὲν ἔξω ἐς τὸ στόμα νέμηται, ἐπὶ τὴν κιονίδα ἧκέ τε μὴν, καὶ τὴν ἀπέταμεν, καὶ ἐς τὴν γλῶσσαν ἐσκεδάσθη, καὶ ἐς οὖλα, καὶ ἐς χαλινούς· καὶ ὀδόντες ἐκινήθησαν καὶ ἐμελάνθησαν· καὶ ἐς τὸν τράχηλον ἡ φλεγμονὴ ἐξώκειλε. καὶ οἵδε μὲν οὐ πολυήμεροι θνήσκουσι φλεγμονῇ καὶ πυρετοῖσι, κακωδίῃ καὶ ἀποσιτίῃ. ἢν δὲ ἐς τὸν θώρηκα νέμηται διὰ τῆς ἀρτηρίης, καὶ αὐτῆμαρ ἀπέπνιξε. πνεύμων γὰρ καὶ καρδίη, οὔτε ὀδμῆς τοιῆσδε, οὔτε ἑλκέων, οὔτε ἰχώρων ἀνέχονται, ἀλλὰ βῆχες καὶ δύσπνοιαι γίγνονται. αἰτίη μὲν οὖν τοῦ ἔργου τῶν παρισθμίων, κατάποσις ψυχρῶν, τρηχέων, θερμῶν, ὀξέων, στυφόντων· τάδε γὰρ τὰ μέρεα καὶ θώρηκι εἰς φωνὴν καὶ ἀναπνοὴν, καὶ κοιλίῃ ἐς τροφῆς διαπομπὴν, καὶ στομάχῳ ἐς κατάποσιν διακονέεται. εἰ δὲ καὶ τοῖσι ἔνδον τι συμβαίη πάθος, κοιλίῃ, καὶ στομάχῳ, καὶ θώρηκι, ἐς τὸν ἰσθμὸν καὶ τὰ παρίσθμια καὶ τὰ τῇδε χωρία τοῦ κακοῦ ἡ ἀναφορὴ καὶ ἀπερεύξιες. διὰ τόδε παιδία μάλιστα πάσχει ἄχρις ἥβης· μάλιστα γὰρ παιδία καὶ μέγα καὶ ψυχρὸν ἀναπνέει· πλεῖστον γὰρ τὸ θερμὸν ἐν τουτέοισι· ἀκρατέα δὲ καὶ ἐδωδῆς, καὶ ποικίλων ἐπιθυμία, καὶ ψυχροποσίη· καὶ βοῆσαι μέγα καὶ ἐν ὀργῇ καὶ ἐν παιδιῇ. καὶ κούρῃσι δὲ μέχρι καθάρσιος ἐπιμηνίων τάδε ξυνήθεα.