ξύνεστι μὲν αὐτέοισι, ἀθρόον μὲν εἰρῆσθαι, ἅπασι πόνος καὶ ἔντασις τενόντων καὶ Ῥάχεος, καὶ μυῶν τῶν ἐν γνάθοισι καὶ θώρηκι, ἐρείδουσι γὰρ τὴν κάτω γένυν πρὸς τὴν ἄνω, ὡς μηδὲ μοχλοῖσιν ἢ σφηνὶ διὰ Ῥηϊδίως στῆσαι δύνασθα ι. ἢν δὲ καὶ βίῃ διαγαγὼν τοὺς ὀδόντας ἐνστάξῃ τις ὑγρὸν, οὐ καταπίνουσι, ἀλλʼ ἐκχέουσι, ἢ ἐν τῷ στόματι ἴσχουσι, ἤ ἐς τὰς Ῥῖνας ἀνακόπτεται. ὅ τε γὰρ ἰσθμὸς συνερείδεται καὶ τὰ παρίσθμια σκληρὰ καὶ ἐντεταμένα ἐόντα οὐ ξυμπίπτει εἰς τὴν ἔνθλιψιν τοῦ καταπινομένου. πρόσωπα ἐρυθρὰ, πεποικιλμένα, ὀφθαλμοὶ μικροῦ δεῖν ἀτενέες, μόλις περιδινούμενοι, πνὶξ ἰσχυρὴ, ἀναπνοὴ κακὴ, χειρῶν καὶ σκελέων τάσις, μύες παλλόμενοι, πρόσωπα ποικίλως διάστροφα, μῆλα καὶ χείλεα τρομώδεα, γένυς παλλομένη, ὀδόντων ἄραβος· ἐπʼ ἄλλῳ δʼ ἄν τινι καὶ τὰ ὦτα, ἐγὼ δὲ ἐθηεύμην καὶ ἐθωύμαζον. οὖρα ἐπισχόμε να μέχρι δυσουρίης καρτερῆς, ἢ αὐτομάτως ἐκχεόμενα θλιβομένης τῆς κύστεος. τάδε μὲν οὖν ξὺν πάσῃ ἰδέῃ σπασμῶν. ἴδια δὲ ἑκάστης, τετάνου μὲν ἡ ἐς εὐθὺ ἀπότασις ὅλου ἀστραβὴς πάντη καὶ ἀκλινὴς, εὐθέα δὲ καὶ σκέλεα καὶ χεῖρες. Ὀπισθότονος δὲ κατόπιν ἀγκύλλει τὸν ἄνθρωπον, ὡς τὴν κεφαλὴν ἀνακεκλασμένην μεσσηγὺ τῶν ὠμοπλατέων κέεσθαι, βρόγχος ἐξέχει, γένυς τὰ πολλὰ διΐσταται, σπάνιον δὲ εὖτε ξυνερεί δει τῇ ἄνω, Ῥωχμὸς ἡ ἀναπνοὴ, προπετέες κοιλίην καὶ θώρηκα. οὖρον τουτέοισι μᾶλλον ἀκρατές. ἐπιγάστριον ἐπιτεταμένον καὶ, εἰ ἐπικρούοις, ἐνηχοῦν· χεῖρες ἐν ἐκτάσι κατόπιν κεκλασμέναι, σκέλεα ξυγκεκαμμένα· ἐναντίως γὰρ ἰγνύῃ κατόπιν κάμπτεται. ἢν δὲ ἐς τὸ ἔμπροσθεν ἕλκωνται, κυρτοὶ μὲν τὰ νῶτα, ἐπʼ ἶσον τοῖσι μεταφρένοισι τῶν ἰσχίων ἐξωθευμένων· ῥάχις ὅλη ἐς εὐθύ· κορυφὴ πρηνὴς, κεφαλὴ ἐς θώρηκα συννενευκυῖα, γένυς ἐπὶ τοῖσι στέρνοισι πεπηγυῖα, χεῖρες συνηρεισμέναι, σκέλεα ἐκτεταμένα. πόνοι καρτεροὶ, φωνὴ ἁπάντων κλαυθμώδης· στενάζουσι δὲ μύζοντες βύθιον.ἢν μὲν οὖν τοῦ θώρηκος καὶ τῆς ἀναπνοῆς λάβηται τὸ κακὸν, Ῥηϊδίως τοῦ ζῆν ἀπήγαγε· ἀγαθὸν μὲν τῷ νοσέοντι ἐς πόνων καὶ διαστροφῆς καὶ αἰσχύνης ἀπαλλαγὴ ν, ἀλυπότερον δὲ καὶ τοῖσι παρεοῦσι, κἢν υἱὸς, ἢ πατὴρ ἔῃ. ἢν δὲ ἐς τὸ ζῆν ἔτι διαρκέῃ, τῆς ἀναπνοῆς, εἰ καὶ κακῆς, συντελουμένης δʼ οὖν, ἐς τὸ πρόσθεν οὐ τοξοῦνται μόνον, ἀλλὰ καὶ σφαιροῦνται, ὡς τὴν κεφαλὴν ἐπὶ τοῖσι γούνασι ἔχειν, καὶ τὰ σκέλεα καὶ τὰ νῶτα ἐς τὸ πρόσθεν κεκλάσθαι, ὡς δοκέειν ἐς ἰγνύην κατὰ γόνυ τὸ ἄρθρον ἐξῶσθαι. Ἐξάνθρωπος ἡ συμφορὴ, καὶ ἀτερπὴς μὲν ἡ ὄψις, ὀδυνηρὴ δὲ καὶ τῷ ὀρέοντι θέη· ἀνήκεστον δὲ τὸ δεινόν· ἀγνωσία δὲ ὑπὸ διαστροφῆς καὶ τοῖς φιλτάτοις ἀνθρώποις· εὐχὴ δὲ τοῖσι παρεοῦσι ἡ πρόσθεν οὐχ ὁσίη, νῦν ἀγαθὴ γίγνετα ι, ἀπελθέμεναι τοῦ βίου τὸν κάμνοντα, ἐς ἀπαλλαγὴν ξὺν τῷ ζῆν καὶ τῶν πόνων καὶ τῶν ἀτερπέων κακῶν. ἀτὰρ οὐδὲ ἰητρὸς παρεὼν καὶ ὁρέων, οὔτε ἐς ζωὴν, οὔτε ἐς ἀπονίην, ἀτὰρ οὔτε ἐς μορφὴν ἔτι ἐπαρκέει. εἰ γὰρ καὶ ἐπευθῦναι ἐθέλοι τὰ μέλη, ζῶντα ἄν διατμήξαι καὶ κατάξαι τὸν ἄνθρωπον. τοῖσι οὖν κεκρατη μέν οισι οὐκέτι ἐγχειρέ ων ξυνάχθε ται μοῦνον. ἥδε ἐστὶ τοῦ ἰητροῦ μεγάλη ξυμφορή.Ἡ συνάγχη κάτοξυ μέντοι πάθος· ἀναπνοῆς γὰρ ἡ πίεσις. δύο δὲ τὰ εἴδεα· ἢ γὰρ τῶν ὀργάνων τῶν τῆς ἀναπνοῆς ἐστι φλεγμον ὴ, ἢ μούνου τοῦ πνεύματος πάθος, ἐφʼ ὡυτέου την αἰτίην ἴσχοντος. ὀργάνων δὲ, παρισθμίων , ἐπιγλωσσίδος, φαρυγγέθρου, κίονος, ἄκρης ἀρτηρίης· ἢν δὲ ἐπινέμηται ἡ φλεγμονὴ, καὶ γλώττης καὶ γνάθων τῶν εἴσω· εὖτε προβάλλουσι τῶν ὀδόντων τὴν γλῶτταν ὑπερβολῇ μεγέθεος. πίμπλησι γὰρ τὴν χώρην τοῦ στόματος, καὶ τὸ περιττὸν αὐτέης ὑπὲρ τοὺς ὀδόντας ἐκχεῖται. κυνάγχη τόδε καλέεται, ἤτοι τῷ ξυνεχέϊ πάθεϊ τῶνδε τῶν ζώων, ἢ τῷ ξυνήθεϊ τῆς προβολῆς τῆς γλώσσης, καὶ ἐν ὑγείῃ. τῷ ἑτέρῳ δὲ εἴδεϊ τὰ ἐναντία ξύνεστι· ξύμπτωσις τῶν ὀργάνων, καὶ ἰσχνότης ἐπὶ μᾶλλον τῆς ἑκάστου φύσιος· καὶ πνὶξ καρτερὴ, ὡς δοκέειν σφίσι αὐτέοισι ἐς θώρηκα ἐς τὸ ἀφανὲς ἐγκεκρύφθαι τὴν φλεγμον ὴν ἀμφὶ καρδίην καὶ πνεύμονα· συνάγχην τήνδε καλέομεν, οἷον συνεύουσαν ἔνδον καὶ ἄγχουσαν. ἐμοὶ δὲ δοκέει αὐτέου τοῦ πνεύματος μούνου τὸ κακὸν ἔμμεναι, τροπὴν πονηρὴν ἐς τὸ θερμότα τον καὶ ξηρότατον τρεπομένου, ἄνευθεν τοῦ σώματός τινος φλεγμον ῆς. ἔστι δὲ οὐ μέγα τὸ θωῦμα. καὶ γὰρ ἐν Χαρωνίοισιν αἱ πνίξιες οὐ σωμάτων πάθεϊ ὀξυτάτῳ γίγνονται, ἀλλὰ καὶ μιᾷ εἰσπνοῇ θνήσκουσι ὥνθρωποι, πρὶν τὸ σῶμα κακόν τι παθέειν. ἀτὰρ καὶ ἀπὸ γλώσσης κυνὸς εἰσπνεύσαντος μοῦνον ἐς τὴν ἀναπνοὴν, οὔτι μὴν ἐνδακόντος , λυσσᾷ ὁ ἄνθρωπος. τοιήνδε οὖν τῆς ἀναπνοῆς τὴν τροπὴν οὐκ ἀδύνατον γίγνεσθαι ἔνδοθεν· ἐπεὶ καὶ ἄλλα μυρία τῶν ἐν ἀνθρώπῳ τὴν αὐτὴν ἰδέην τοῖς ἔξωθεν αἰτίοις ἴσχει. χυλοὶ φθείροντες ἔσωθεν καὶ ἔξωθεν· ἀτὰρ καὶ νοῦσοι φαρμάκοισι δηλητηρίοισι ἴκελαι, καὶ ἀπὸ φαρμάκων ἐμέουσι ὁκοῖα πυρετῶν εἵνεκα. ὅθεν οὐδʼ ἀπεοικὸς ἐν τῷ λοιμῷ τῷ ἐν Ἀθήνῃσι μετεξετέρους δοκέειν εἰς τὰ φρέατα ἐν τῷ Πειραιεῖ ὑπὸ Πελοποννησίων ἐμβεβλῆσθαι φάρμακα. οὐ γὰρ ξυνίεσαν ὥνθρωποι τὸ ξυνὸν τοῦ κακοῦ τοῦ λοιμώδεος πρὸς τὰ δηλητήρ ια.