ἀμβλύτητες , ἴλιγγοι, τενόντων βάρεα, φλεβῶν ἐν τῷ τραχήλῳ πληρώσιες καὶ διατάσιες, ναυτία τε πολλὴ μὲν ἐπὶ σιτίοις, οὐχ ἥκιστα δὲ καὶ ἐπʼ ἀσιτίῃσι καὶ βληχρή· καὶ φλέγμα ἐμεῖται συχνόν· ἀποσιτίη καὶ ἀπεψίη ἐπὶ σμικροῖσι ἐδέσμασι· φυσώδεες, ἐπηρμένοι ὑποχόνδρια. τάδε μὲν οὖν διηνεκέα. ᾖ τοῦ παροξυσμοῦ, κύκλῳ μαρμαρυγαὶ πρὸ τῆς ὄψιος πορφυρέων ἢ μελάνων, ἢ πάντων ὁμοῦ συμμεμιγμένων, ὡς δοκέειν τὴν ἐν οὐρανῷ τετανύσθαι ἶριν. ἦχοι ὤτων, βαρυοδμίη· ὀργίλοι, πικρόχολοι παραλόγως· κατέπεσον γοῦν τινες ὑπὸ προφάσιος, ἐξ ἀθυμίης· μετεξέτεροι δὲ Ῥεύματι ποταμοῦ ἀτενὲς ἐνιδόντες, ἢ τροχῷ δινευμένῳ, ἢ βέμβικι ἑλισσομένῃ· ἄλλοτε δὲ ὄσφρησις βαρεῶν ὀσμῶν κατέβαλε, ὥσπερ γαγάτου λίθου. τοῖσδε μὲν οὖν ἐν τῇ κεφαλῇ τὸ κακὸν ἐστηρίχθητε, καὶ ἐντεῦθεν πημανθὲν ἄρχεται· μετεξετέροισι δὲ καὶ ἀπὸ τῶν πορρωτέρῳ τῆς κεφαλῆς νεύρων, ὁκόσα ξυμπαθέα τῇ ἀρχῇ γίγνεται. δάκτυλοι γοῦν μεγάλοι χειρῶν ἢ ποδῶν ξυνέλκονται, καὶ πόνος καὶ νάρκη καὶ τρόμος ἕπεται, καὶ ἐς κεφαλὴν τουτέων ἡ ὁρμὴ ἧκεν. ἢν ἕρπον τὸ κακὸν εἰς τὴν κεφαλὴν ἵκηται, πάταγος τουτέοισι γίγνεται ὡς ἀπὸ πληγῆς ἢ ξύλου, ἢ λίθου. καὶ ἐξαναστάντες ἐκδιηγεῦνται, ὡς ὑπό τευ ἐξ ἐπιβουλῆς παταχθέντες. ἥδε μέντοι ἀπάτη γίγνεται ὁκόσοισι τόδε πρῶτον τὸ κακὸν ξυνέπεσε· οἷς δὲ ξύνηθες τὸ πάθος, ἢν ἐπίῃ μὲν ἡ νοῦσος, ἐς δάκτυλον δὲ ἤδη ἀφίκηται, ἢ ἀπό τευ ἄρξηται, ξυνήθεας ἀρωγοὺς καλέουσι τοὺς παρεόντας, προγνώσι τοῦ μέλλοντο ὑπʼ ἐμπειρίης· διασφίγγειν τε καὶ ἀνακλάειν καὶ συντείνειν δέονται τὰ κατάρχοντα μέρεα· καὶ αὐτοὶ δὲ ἑωυτέοισιν ἕλκουσι τὰ μέρεα, ὅκωσπερ τὴν νοῦσον ἐξαιρούμενοι· καὶ σφέων ἡ τοιήδε ἐπικουρίη κοτὲ καὶ ἐς ἡμέρην τῆν σημασίην διώσατο. πολλοῖσι δὲ φόβος ἐστὶ ὡς ἐπιόντος θηρίου, ἢ σκιῆς φαντασίη, καὶ οὕτω κατέπεσον.ἐν δὲ τῇ σημασίῃ ἀναισθήτως μὲν κέεται ὥνθρωπος, χεῖρες δέ οἱ σπασμῷ ξυνέρχονται, σκέλεα οὐ διαπεπλιγμένα μοῦνον, ἀλλὰ τῇδε κἀκεῖσε βαλλόμενα αὐτοῖς ἀπὸ τῶν τενόντων. ἐσφαγμένοισι ταύροισι ἥδε ἰκέλη ἡ ξυμφορή· αὐχὴν ἀγκύλος, κεφαλὴ ποικίλως διάστροφος· ἄλλοτε μὲν γὰρ ἐς τὸ πρηνὲς τοξοῦται, εὖτε ἐς τὸ στέρνον ἡ γένυς ἐρείδει, ἄλλοτε δὲ ἐς τὸ μετάφρενον ἀνακλᾶται, ὅκως τοῖς ἀπὸ τῆς κόμης ἑλκομένοισι βίῃ, εὖτε ἔνθα ἢ ἔνθα ἐπὶ τοὺς ὤμους ἱζάνει. χάσκουσι μέγα, στόμα ξηρὸν, γλῶσσα προμήκης, ὡς καὶ κίνδυνον τρώματος μεγάλου γίγνεσθαι, ἢ ἀποτομῆς, εἴ κοτε σπασμῷ ξυνερείσουσιν οἱ ὀδόντες. ὀφθαλμοὶ ἐνδεδινημένοι, βλέφαρα τὰ πολλὰ διέχοντα ξὺν παλμῷ· ἢν δὲ ἐπιμύσαι κοτὲ ἐθέλοιεν, οὐ ξυμβάλλουσι τὰ βλέφαρα, ὡς καὶ τὰ λευκὰ ὁρῆσθαι ἐξ ὑποφάσιος. ὀφρύες ἄλλοτε μὲν ἐς τὸ μεσόφρυον ἀνειμέν αι, · χείλεα, κοτὲ μὲν ἄμφω ἐς ὀξὺ μεμυκότ α, ἄλλοτε δὲ ἐς τὰ πλάγια ἀπηγμένα, εὖτε τοῖσι ὀδοῦσι περιτείνεται, τοῖσι μειδιῶσι ὁμοίως. ἐν αὔξῃ δὲ τοῦ κακοῦ καὶ πελιδνότης τοῦ προσώπου προσγίγνεται, ἀγγείων τῶν ἐν τῷ αὐχένι διάτασις, ὡς ἐν πνιγὶ ἀφωνίη, ἀναισθησίη , καὶ εἰ μέγα ἐμβοῇς· μυγμὸς δὲ καὶ στεναγμὸς ἡ φωνὴ, καὶ ἡ ἀναπνοὴ πνὶξ, ὡς ἀπαγχομένῳ· σφυγμοὶ σφοδροὶ καὶ ταχέες, καὶ σμικροὶ ἐν τῇσι ἀρχῇσι· μεγάλοι δὲ καὶ βραδέες καὶ νωθροὶ ἐπὶ τῷ τέλει, ἄτακτοι δὲ ἐς τὸ ξύνολον· αἰδοίων ξύντασι ς. τάδε μὲν οὖν ἐς τέλος τῆς σημασίης πάσχουσι. ἢν δὲ ἐς ἄφεσιν ἀφικνέωνται τοῦ κακοῦ, οὖρα αὐτόματα, κοιλίης περίπλυσι ς· μετεξετ έροισι δὲ καὶ γονῆς ἀπόκρισις τῇ θλίψι καὶ πιέσι τῶν ἀγγείων, ἢ γαργαλισμῷ τοῦ πόνου, καὶ ὑγρασίης προκλήσι. γίγνονται γὰρ ἐν νεύροισι πόνοι καὶ τοῖσδε. στόμα δίυγρον, φλέγμα πολλὸν, παχὺ καὶ ψυχρὸν, καὶ εἰ ἕλκοις αὐτὸ, ἐπὶ μᾶλλον ἂν πλῆθος αὐτέου μηρύσαιο.ἢν δὲ χρόνῳ μακρῷ καὶ πόνῳ πολλῷ βρασθῇ μὲν τὰ ἔνδον τοῦ θώρηκος, πνεῦμα δὲ ἐγκατειρχθὲν τὰ πάντα σείσῃ, σπασμὸς δὲ καὶ τάραχος τῶν αὐτέων ἔῃ, κλύδων δὲ ὑγρῶν ἀναπλἔῃ ἐς τὰς διαπνοὰς, στόμα καὶ Ῥῖνα, σὺν ὑγρῷ δὲ τὸ πνεῦμα, ἄνεσις δὴ τῆς πρόσθεν πνίξιος ἁπάντων ἔοικε. ἀφρὸν δὲ ἀποπτύουσι ὥσπερ ἐπὶ τοῖσι μεγάλοισι πνεύμασι ἡ θάλασσα τὴν ἄχνην· εὖτε καὶ ἐξανίστανται δῆθεν ὡς τελευτήσαν τος τοῦ κακοῦ· ἐπὶ δὲ τῇ ἀποπαύσι νωθροὶ τὰ μέλεα τὰ πρῶτα, καρηβαρικοὶ, διαλελυμένοι, πάρετοι , ὠχροὶ, δύσθυμοι, κατηφέες, καμάτῳ καὶ αἰσχύνῃ τοῦ δεινοῦ.σπασμοὶ οἱ τέτανοι, κάρτα μὲν ἐπίπονοι, ὀξύτατοι δὲ κτεῖναι, ἀτὰρ οὐδὲ Ῥηΐδιοι λυθῆναι. μυῶν τῶν ἐν γνάθοισι καὶ τενόντων τάδε πάθεα· ξυνδιδοῖ δὲ τὸ κακὸν εἰς τὸ πᾶν· ἅπαντα γὰρ ξυμπαθέα τῇσι ἀρχῇσι γίγνεται· ἰδέαι δὲ τῆς ξυνολκῆς ἔασι τρεῖς· ἐς εὐθὺ, ἐς τὸ κατόπιν, ἐς τοὔμπροσθεν. ἐς εὐθὺ μὲν ὁ τέτανος, εὖτε ἀστραβὴς ὥνθρωπος καὶ ἀκαμπὴς ἐντεταται· αἱ δὲ ἐς τοὐπίσω, ἢ ἐς τοὔμπρος θεν ξυνολκαὶ ξὺν τῇ τάσι καὶ τῷ χωρίῳ ἴσχουσι τὴν ἐπίκλησιν. τὴν μὲν γὰρ κατόπιν τοῦ νοσέοντος ἀνάκλισιν ὀπισθότονον καλέομεν, τῶν τῇδε πεπονθότων νεύρων. ἐμπροσθότονον δὲ, ἢν ἐς τοὔμπροσθεν καμπύλληται ὥνθρωπος ἐπὶ τοῖσι πρόσθεν νεύροισι· τόνος γὰρ νεύρων καὶ ἐντάσιος οὔνομα. προφάσιες δὲ τῶνδε μυρίαι. καὶ γὰρ ἐπὶ τρώματι φιλέουσι γίγνεσθαι ὑμένος, ἢ μυῶν, ἢ νεύρων νυγέντων, εὖτε τὰ πολλὰ θνήσκουσι, ἐπὶ τρώματι γὰρ σπασμὸς θανάσιμον· σπᾶται δὲ καὶ ἐπὶ ἀμβλώμα τι ἡ γυνὴ, ἀτὰρ καὶ ἥδε οὐ μάλα περιγίγνεται. καί τευ πατάξαντος μεγάλως τὸν αὐχένα μετεξέτεροι σπῶνται. καὶ ψύξις δὲ κάρτα ἰσχυρὴ γίγνεται αἰτίη. διὰ τόδε χεῖμα μὲν μάλιστα πάντων τίκτει τάδε τὰ πάθεα, δεύτερον δὲ ἦρ σὺν τῷ μετοπώρῳ, θέρος δὲ ἥκιστα, εἰ μὴ κατάρξῃ τρῶμα ἢ νούσων ἀλλοδαπῶν ἐπιδημίη· γυναῖκες δὲ ἀνδρῶν σπῶνται μὲν μᾶλλον, ὅτι ψυχραί· ἀτὰρ αἵδε περιγίγνονται μᾶλλον, ὅτι ὑγραί. ἡλικίαι δὲ, παῖδες μὲν συνεχὲς, ἀλλʼ οὐ μᾶλλον θνήσκου σι, ὅτι ξύνηθες καὶ οἰκεῖον πάθος· νέοι δὲ τουτέων ἧσσον πάσχουσι, μᾶλλον δὲ θνήσκουσι, ἀκμάζοντες ἥκιστα· γέροντες δὲ πάντων μᾶλλον καὶ πάσχουσι καὶ θνήσκου σι. αἰτίη γὰρ ψύξις καὶ ξηρότης γήραος, καὶ θανάτου ἥδε φύσις. ἢν δὲ ἡ ψύξις ἔῃ σὺν ὑγρῷ, ἀσινέστεροί τε καὶ ἀσφαλέστεροι εἰς κίνδυνον οἱ σπασμοί.