Φευκτέη δὲ καὶ θρύψις ἐπικρατίδων διὰ προσκύρησιν ἀκέσιος, ὀδμή τε περίεργος· διὰ γὰρ ἱκανὴν ἀσυνηθείην διαβολὴν κεκτήσει, διὰ δὲ ὀλίγην, εὐσχημοσύνην· ἐν γὰρ μέρει πόνος ὀλίγος, ἐν πᾶσι ἱκανός. εὐχαρίην δὲ οὐ περιαιρέω· ἀξίη γὰρ ἰητρικῆς προστασίης.