ἐς τύπωσιν λεʼ ἠέλιοι, ἐς κίνησιν οʼ, ἐς τελειότητα σιʼ· ἄλλοι, ἐς ἰδέην μεʼ, ἐς κίνησιν σʼ, ἐς ἔξοδον σοʼ· ἄλλοι, νʼ ἐς ἰδέην, ἐς πρῶτον ἅλμα ρʼ, ἐς τελειότητα τʼ. ἐς διάκρισιν μʼ, ἐς μετάβασιν ρʼ, ἐς ἔκπτωσιν σμʼ. οὐκ ἔστι καὶ ἔστι. γίνεται δὲ ἐν τούτοις καὶ πλείω καὶ ἐλάσσω, καὶ καθʼ ὅλον καὶ κατὰ μέρος, οὐ πολλὸν δὲ καὶ πλείω πλείω καὶ ἐλάσσω ἐλάσσω.