Τοὶσι σώμασι τοῖσιν ὑγρὰς τὰς σάρκας ἔχουσι δεῖ λιμὸν ἐμποιέειν· λιμὸς γὰρ ξηραίνει τὰ σώματα.ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, καὶ καταπίνειν μὴ δύνηται, ἀλλʼ ἢ μόλις, θανάσιμον.Ἢνὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐπιστραφῇ, καὶ καταπίνειν μὴ δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον.ὅκου ἂν ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ τὸ σῶμα καταψύχηται, καὶ πάλιν θερμαίνηται, ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλλῃ, μῆκος νούσου σημαίνει.ἱδρὼς πουλὺς, θερμὸς ἢ ψυχρὸς, ῥέων αἰεὶ, σημαίνει ἔχειν πλησμονὴν ὑγροῦ· ἀπάγειν οὖν χρὴ τῷ μὲν ἰσχυρῷ ἄνωθεν, τῷ δὲ ἀσθενεῖ κάτωθεν.οἱ πυρετοὶ οἱ μὴ διαλείποντες, ἢν ἰσχυρότεροι διὰ τρίτης γίνωνται, ἐπικίνδυνοι· ὅτῳ δʼ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν ἢ φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐγγίνονται.Ὁκόσοισι φύματα ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.ἤν τις πυρέσσοντι τροφὴν διδῷ, ἣν ὑγιεῖ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ δὲ κάμνοντι νοῦσος.τὰ διὰ τῆς κύστιος διαχωρέοντα ὁρῇν δεῖ, εἰ οἷα τοῖς ὑγιαίνουσιν ὑποχωρέεται· τὰ ἥκιστα οὖν ὅμοια τουτέοισι, ταῦτα νοσωδέστερα, τὰ δʼ ὅμοια τοῖσιν ὑγιαίνουσιν, ἥκιστα νοσερά.καὶ οἷσι τὰ ὑποχωρήματα, ἢν ἐάσῃς στῆναι καὶ μὴ κινήσῃς, ὑφίσταται οἱονεὶ ξύσματα, τουτέοισι ξυμφέρει ὑποκαθῆραι τὴν κοιλίην· ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς τὰ ῥοφήματα, ὁκόσῳ ἂν κλείω διδῷς, μᾶλλον βλάψεις.Ὁκόσοισιν ἂν κάτω ὠμὰ διαχωρέῃ, ἀπὸ χολῆς μελαίνης ἐστὶν, ἢν πλείονα, πλείονος, ἢν ἐλάσσονα, ἐλάσσονος.αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι, πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες, πᾶσαι κακαί· ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ κοιλίην καὶ κύστιν· καὶ ὅκου ἄν τι ἀποχωρέον στῇ μὴ κεκαθαρμένῳ, κακόν.τὰ σώματα χρὴ, ὅκου τις βούλεται καθαίρεσθαι, εὔροα ποιέειν· κἢν μὲν ἄνω βούλῃ εὔροα ποιέειν, στῆσαι τὴν κοιλίην· ἢν δὲ κάτω εὔροα ποιέειν, ὑγρῆναι τὴν κοιλίην.ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα, νοῦσος.ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔσω καίηται, καὶ πυρετὸς ἔχῃ, θανάσιμον.ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ἢ ῥὶς, ἢ ὀφθαλμὸς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενὴς ἐὼν, ὅ τι ἂν ᾖ τουτέων τῶν σημείων, θανάσιμον.ἐπὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται.ἐπὶ διαῤῥοίῃ δυσεντερίη.ἐπὶ δυσεντερίῃ λειεντερίη.ἐπὶ σφακέλῳ ἀπόστασις ὀστέου.ἐπὶ αἵματος ἐμέτῳ φθορὴ, καὶ πύου κάθαρσις ἄνω· ἐπὶ φθορῇ ῥεῦμα ἐκ τῆς κεφαλῆς· ἐπὶ ῥεύματι διάῤῥοια· ἐπὶ διαῤῥοίῃ σχέσις τῆς ἄνω καθάρσιος· ἐπὶ τῇ σχέσει θάνατος.ὁκοῖα καὶ ἐν τοῖσι κατὰ τὴν κύστιν, καὶ τοῖσι κατὰ τὴν κοιλίην ὑποχωρήμασι, καὶ ἐν τοῖσι κατὰ τὰς σάρκας, καὶ ἤν που ἄλλῃ τῆς φύσιος ἐκβαίνῃ τὸ σῶμα, ἢν ὀλίγον, ὀλίγη ἡ νοῦσοξ γίνεται, ἢν πουλὺ, πολλὴ, ἢν πάνυ πουλὺ, θανάσιμον τὸ τοιοῦτον.ὁκόσοι ὑπὲρ τὰ τεσσαράκοντα ἔτεα φρενιτικοὶ γίνονται, οὐ πάνυ τι ὑγιάζονται· ἧσσον γὰρ κινδυνεύουσιν, οἷσιν ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης ἡ νοῦσος ᾖ.Ὁκόσοισιν ἐν τῇσιν ἀῤῥωστίῃσιν οἱ ὀφθαλμοὶ κατὰ προαίρεσιν δακρύουσιν, ἀγαθόν· ὁκόσοισι δὲ ἄνευ προαιρέσιος, κακόν.Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τεταρταίοισιν ἐοῦσιν αἷμα ἐκ τῶν ῥινῶν ῥυῇ, πονηρόν.ἱδρῶτες ἐπικίνδυνοι ἐν τῇσι κρισίμοισιν ἡμέρῃσι μὴ γινόμενοι, σφοδροί τε καὶ ταχέως ὠθούμενοι ἐκ τοῦ μετώπου, ὥσπερ σταλαγμοὶ καὶ κρουνοὶ, καὶ ψυχροὶ σφόδρα καὶ πολλοί· ἀνάγκη γὰρ τὸν τοιοῦτον ἱδρῶτα πορεύεσθαι μετὰ βίης, καὶ πόνου ὑπερβολῆς, καὶ ἐκθλίψιος πολυχρονίου.ἐπὶ χρονίῳ νουσήματι κοιλίης καταφορὴ, κακόν.ὁκόσα φάρμακα οὐκ ἰῆται, σίδηρος ἰῆται· ὅσα σίδηρος οὐκ ἰῆται, πῦρ ἰῆται· ὅσα δὲ πῦρ οὐκ ἰῆται, ταῦτα χρὴ νομίζειν ἀνίατα.