ἀκρώμιον ἀποσπασθὲν, τὸ μὲν εἶδος φαίνεται, οἷόνπερ ὤμου ἐκπεσόντος, στερίσκεται δʼ οὐδενὸς, ἐς δὲ τὸ αὐτὸ οὐ καθίσταται. σχῆμα τὸ αὐτὸ, ᾧ καὶ ἐκπεσόντι, ἐν ἐπιδέσει καὶ ἀνάληψει· ἐπιδέσιος καὶ ὡς νόμος.